4
Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου *⸂ ἦμεν RP f35 TR TNT2 Ead ¦ ἤμεθα WH NA NIV SBL Carl ⸂ἦμεν⸃ δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας *⸂ ὑμῶν RP f35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL Ead Carl ⸂ὑμῶν,⸃ κρᾶζον, Ἀββᾶ, ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ᾽ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος *⸂ θεοῦ διὰ χριστοῦ RP f35 TR ¦ διὰ θεοῦ TNT2 WH NA NIV SBL Ead Carl ⸂θεοῦ διὰ χριστοῦ.⸃
Ἀλλὰ τότε μέν, οὐκ εἰδότες θεόν, ἐδουλεύσατε τοῖς *⸉ μὴ φύσει RP f35 TR ¦ φύσει μὴ TNT2 WH NA NIV SBL Ead Carl ⸉μὴ φύσει⸊ οὖσιν θεοῖς· νῦν δέ, γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν *⸂ δουλεύειν RP f35 TR NA27+28 NIV SBL Ead Carl ¦ δουλεῦσαι TNT2 WH NA25 ⸂δουλεύειν⸃ θέλετε; 10 Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιρούς, καὶ ἐνιαυτούς. 11 Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε· 13 οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον. 14 Καὶ τὸν πειρασμόν *⸂ μου RP f35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL Ead Carl ⸂μου⸃ *⸋ τὸν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl ⸋τὸν⸌ ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ᾽ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς χριστὸν Ἰησοῦν. 15 *⸂ Τίς RP f35 TR Ead ¦ Ποῦ TNT2 WH NA NIV SBL Carl ⸂Τίς⸃ οὖν *⸋ ἦν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl ⸋ἦν⸌ ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες *2 ἂν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl 2ἂν⸌ ἐδώκατέ μοι. 16 Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17 Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 Καλὸν δὲ *⸋ τὸ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl ⸋τὸ⸌ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. 19 *⸂ Τεκνία RP f35 TR WH Ead ¦ Τέκνα TNT2 NA NIV SBL Carl ⸂Τεκνία⸃ μου, οὓς πάλιν ὠδίνω, *2 ἄχρι RP ¦ ἄχρις f35 TR Ead Carl ¦ μέχρις TNT2 WH NA NIV SBL 2ἄχρι⸃ οὗ μορφωθῇ χριστὸς ἐν ὑμῖν, 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22 Γέγραπται γάρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 Ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας *⸂ διὰ τῆς RP f35 TR NA25 Ead ¦ δι᾽ TNT2 WH NA27+28 NIV SBL Carl ⸂διὰ τῆς⸃ ἐπαγγελίας. 24 Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν *⸆ – RP f35 TNT2 WH NA NIV SBL Ead Carl ¦ αἱ TR ⸆ δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἅγαρ. 25 *⸋ Τὸ … Ἀραβίᾳ RP f35 TR TNT2 WH NA NIV SBL Ead ¦ – Carl ⸋Τὸ *⸂ γὰρ RP f35 TR TNT2 Ead ¦ δὲ WH NA NIV SBL ⸂γὰρ⸃ Ἅγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ,⸌ συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει *2 δὲ RP f35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead Carl 2δὲ⸃ μετὰ τῶν τέκνων αὐτῆς. 26 Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ *⸋ πάντων RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Carl ⸋πάντων⸌ ἡμῶν· 27 γέγραπται γάρ, Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 28 *⸂ Ἡμεῖς … ἐσμέν. RP f35 TR WH ¦ Ὑμεῖς … ἐστέ. TNT2 NA NIV SBL Ead Carl ⸂Ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαάκ, ἐπαγγελίας τέκνα ἐσμέν.⸃ 29 Ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. 30 Ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ *⸂ κληρονομήσῃ RP f35 TR Ead Carl ¦ κληρονομήσει TNT2 WH NA NIV SBL ⸂κληρονομήσῃ⸃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 31 *⸂ Ἄρα RP f35 TR ¦ Διό TNT2 WH NA NIV SBL Ead Carl ⸂Ἄρα,⸃ ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.

*4:3 ⸂ ἦμεν RP f 35 TR TNT2 Ead ¦ ἤμεθα WH NA NIV SBL Carl

*4:6 ⸂ ὑμῶν RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL Ead Carl

*4:7 ⸂ θεοῦ διὰ χριστοῦ RP f 35 TR ¦ διὰ θεοῦ TNT2 WH NA NIV SBL Ead Carl

*4:8 ⸉ μὴ φύσει RP f 35 TR ¦ φύσει μὴ TNT2 WH NA NIV SBL Ead Carl

*4:9 ⸂ δουλεύειν RP f 35 TR NA27+28 NIV SBL Ead Carl ¦ δουλεῦσαι TNT2 WH NA25

*4:14 ⸂ μου RP f 35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL Ead Carl

*4:14 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl

*4:15 ⸂ Τίς RP f 35 TR Ead ¦ Ποῦ TNT2 WH NA NIV SBL Carl

*4:15 ⸋ ἦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl

*4:15 ⸋2 ἂν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl

*4:18 ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl

*4:19 ⸂ Τεκνία RP f 35 TR WH Ead ¦ Τέκνα TNT2 NA NIV SBL Carl

*4:19 ⸂2 ἄχρι RP ¦ ἄχρις f 35 TR Ead Carl ¦ μέχρις TNT2 WH NA NIV SBL

*4:23 ⸂ διὰ τῆς RP f 35 TR NA25 Ead ¦ δι᾽ TNT2 WH NA27+28 NIV SBL Carl

*4:24 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead Carl ¦ αἱ TR

*4:25 ⸋ Τὸ … Ἀραβίᾳ RP f 35 TR TNT2 WH NA NIV SBL Ead ¦ – Carl

*4:25 ⸂ γὰρ RP f 35 TR TNT2 Ead ¦ δὲ WH NA NIV SBL

*4:25 ⸂2 δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead Carl

*4:26 ⸋ πάντων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Carl

*4:28 ⸂ Ἡμεῖς … ἐσμέν. RP f 35 TR WH ¦ Ὑμεῖς … ἐστέ. TNT2 NA NIV SBL Ead Carl

*4:30 ⸂ κληρονομήσῃ RP f 35 TR Ead Carl ¦ κληρονομήσει TNT2 WH NA NIV SBL

*4:31 ⸂ Ἄρα RP f 35 TR ¦ Διό TNT2 WH NA NIV SBL Ead Carl