13
Ἡ φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσιν, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους *⸂ δὲ RP f35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL ⸂δὲ⸃ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, Οὐ μή σε ἀνῶ, οὐδ᾽ οὐ μή σε ἐγκαταλείπω. Ὥστε θαρροῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθός, *⸋ καὶ RP f35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL ⸋καὶ⸌ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ *⸂ παραφέρεσθε RP f35 TNT2 WH NA NIV SBL ¦ περιφέρεσθε TR ⸂παραφέρεσθε·⸃ καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ *2 περιπατήσαντες RP f35 TR ¦ περιπατοῦντες TNT2 WH NA NIV SBL 2περιπατήσαντες.⸃ 10 Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. 11 Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. 12 Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. 13 Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. 14 Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. 15 Δι᾽ αὐτοῦ *⸋ οὖν RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋οὖν⸌ ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτ᾽ ἔστιν, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16 Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός. 17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
18 Προσεύχεσθε περὶ ἡμῶν· *⸂ πεποίθαμεν RP f35 TR ¦ πειθόμεθα TNT2 WH NA NIV SBL ⸂πεποίθαμεν⸃ γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. 19 Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
20 Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν, 21 καταρτίσαι ὑμᾶς ἐν παντὶ *⸋ ἔργῳ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ἔργῳ⸌ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν *⸂ ὑμῖν RP f35 TR TNT2 ¦ ἡμῖν WH NA NIV SBL ⸂ὑμῖν⸃ τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας *2 τῶν αἰώνων RP f35 TR TNT2 WH NA NIV ¦ – SBL 2τῶν αἰώνων.⸌ Ἀμήν.
22 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. 23 Γινώσκετε τὸν ἀδελφὸν *⸆ – RP f35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL ⸆ Τιμόθεον ἀπολελυμένον, μεθ᾽ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.
24 Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
25 Ἡ χάρις μετὰ πάντων ὑμῶν. *⸋ Ἀμήν. RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋Ἀμήν.⸌

*13:4 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL

*13:6 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL

*13:9 ⸂ παραφέρεσθε RP f 35 TNT2 WH NA NIV SBL ¦ περιφέρεσθε TR

*13:9 ⸂2 περιπατήσαντες RP f 35 TR ¦ περιπατοῦντες TNT2 WH NA NIV SBL

*13:15 ⸋ οὖν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*13:18 ⸂ πεποίθαμεν RP f 35 TR ¦ πειθόμεθα TNT2 WH NA NIV SBL

*13:21 ⸋ ἔργῳ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*13:21 ⸂ ὑμῖν RP f 35 TR TNT2 ¦ ἡμῖν WH NA NIV SBL

*13:21 ⸋2 τῶν αἰώνων RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL

*13:23 ⸆ – RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL

*13:25 ⸋ Ἀμήν. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL