3
Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· οὗτος ἦλθεν πρὸς *⸂ αὐτὸν RP TNT2 WH NA NIV SBL ¦ τὸν Ἰησοῦν f35 TR ⸂αὐτὸν⸃ νυκτός, καὶ εἶπεν αὐτῷ, Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ *⸉ ταῦτα τὰ σημεῖα δύναται RP f35 TR ¦ δύναται ταῦτα τὰ σημεῖα TNT2 WH NA NIV SBL ⸉ταῦτα τὰ σημεῖα δύναται⸊ ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾽ αὐτοῦ. Ἀπεκρίθη *⸋ ὁ RP TR ¦ – f35 TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. Λέγει πρὸς αὐτὸν *⸋ ὁ RP TR WH NA NIV SBL ¦ – f35 TNT2 ⸋ὁ⸌ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Ἀπεκρίθη *⸆ – RP f35 NA NIV SBL ¦ ὁ TR TNT2 WH ⸆ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι; 10 Ἀπεκρίθη *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις; 11 Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12 Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; 13 Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου *⸋ ὁ ὢν ἐν τῷ οὐρανῷ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ὁ ὢν ἐν τῷ οὐρανῷ.⸌ 14 Καὶ καθὼς Μωσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου· 15 ἵνα πᾶς ὁ πιστεύων *⸂ εἰς αὐτὸν RP f35 TR ¦ ἐν αὐτῷ TNT2 WH NA NIV SBL ⸂εἰς αὐτὸν⸃ *⸋ μὴ ἀπόληται, ἀλλ᾽ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋μὴ ἀπόληται, ἀλλ᾽⸌ ἔχῃ ζωὴν αἰώνιον.
16 Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν *⸋ αὐτοῦ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋αὐτοῦ⸌ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. 17 Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν *⸋ αὐτοῦ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋αὐτοῦ⸌ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. 18 Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ *⸋ δὲ RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋δὲ⸌ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. 19 Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ *⸉ πονηρὰ αὐτῶν RP f35 TR ¦ αὐτῶν πονηρὰ TNT2 WH NA NIV SBL ⸉πονηρὰ αὐτῶν⸊ τὰ ἔργα. 20 Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. 21 Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα.
22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβεν μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. 23 Ἦν δὲ καὶ *⸆ – RP f35 TR TNT2 NA25 ¦ ὁ WH NA27+28 NIV SBL ⸆ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο. 24 Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν *⸋ ὁ RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋ὁ⸌ Ἰωάννης. 25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ *⸂ Ἰουδαίου RP f35 TNT2 WH NA NIV SBL ¦ Ἰουδαίων TR ⸂Ἰουδαίου⸃ περὶ καθαρισμοῦ. 26 Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ, Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. 27 Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν *⸂ οὐδέν RP f35 TR TNT2 WH NA25 ¦ οὐδὲ ἓν NA27+28 NIV SBL ⸂οὐδέν,⸃ ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 28 Αὐτοὶ ὑμεῖς *⸆ – RP ¦ μοι f35 TR TNT2 WH NA NIV SBL ⸆ μαρτυρεῖτε ὅτι εἶπον, *2 – RP f35 TR TNT2 NA25 NIV11 SBL ¦ ἐγώ WH ¦ ὅτι NA27+28 NIV73 2 Οὐκ εἰμὶ ἐγὼ ὁ χριστός, ἀλλ᾽ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. 29 Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30 Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
31 Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστιν, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν. 32 *⸋ Καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 33 Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν. 34 Ὃν γὰρ ἀπέστειλεν ὁ θεός, τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν *⸋ ὁ θεὸς RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ὁ θεὸς⸌ τὸ πνεῦμα. 35 Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 36 Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ, οὐκ ὄψεται *⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τὴν f35 ⸆ ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ᾽ αὐτόν.

*3:2 ⸂ αὐτὸν RP TNT2 WH NA NIV SBL ¦ τὸν Ἰησοῦν f 35 TR

*3:2 ⸉ ταῦτα τὰ σημεῖα δύναται RP f 35 TR ¦ δύναται ταῦτα τὰ σημεῖα TNT2 WH NA NIV SBL

*3:3 ⸋ ὁ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL

*3:4 ⸋ ὁ RP TR WH NA NIV SBL ¦ – f 35 TNT2

*3:5 ⸆ – RP f 35 NA NIV SBL ¦ ὁ TR TNT2 WH

*3:10 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR

*3:13 ⸋ ὁ ὢν ἐν τῷ οὐρανῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*3:15 ⸂ εἰς αὐτὸν RP f 35 TR ¦ ἐν αὐτῷ TNT2 WH NA NIV SBL

*3:15 ⸋ μὴ ἀπόληται, ἀλλ᾽ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:16 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*3:17 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*3:18 ⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*3:19 ⸉ πονηρὰ αὐτῶν RP f 35 TR ¦ αὐτῶν πονηρὰ TNT2 WH NA NIV SBL

*3:23 ⸆ – RP f 35 TR TNT2 NA25 ¦ ὁ WH NA27+28 NIV SBL

*3:24 ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*3:25 ⸂ Ἰουδαίου RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἰουδαίων TR

*3:27 ⸂ οὐδέν RP f 35 TR TNT2 WH NA25 ¦ οὐδὲ ἓν NA27+28 NIV SBL

*3:28 ⸆ – RP ¦ μοι f 35 TR TNT2 WH NA NIV SBL

*3:28 ⸆2 – RP f 35 TR TNT2 NA25 NIV11 SBL ¦ ἐγώ WH ¦ ὅτι NA27+28 NIV73

*3:32 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:34 ⸋ ὁ θεὸς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*3:36 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τὴν f 35