4
Ὡς οὖν ἔγνω *⸂ ὁ κύριος RP TR TNT2 WH NA25 NIV73 ¦ ὁ Ἰησοῦς f35 NA27+28 NIV11 SBL ⸂ὁ κύριος⸃ ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης— καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ— ἀφῆκεν τὴν Ἰουδαίαν, καὶ ἀπῆλθεν *⸆ – RP f35 ¦ πάλιν TR TNT2 WH NA NIV SBL ⸆ εἰς τὴν Γαλιλαίαν. Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. Ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου *⸂ ὃ RP TR TNT2 WH NA NIV SBL ¦ οὗ f35 ⸂ὃ⸃ ἔδωκεν Ἰακὼβ *⸆ – RP f35 TR TNT2 ¦ τῷ WH NA NIV SBL ⸆ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν *⸂ ὡσεὶ RP f35 TR ¦ ὡς TNT2 WH NA NIV SBL ⸂ὡσεὶ⸃ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ· λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς, *⸉ οὔσης γυναικὸς Σαμαρείτιδος RP f35 TR ¦ γυναικὸς Σαμαρίτιδος οὔσης TNT2 NA NIV SBL ¦ γυναικὸς Σαμαρείτιδος οὔσης WH ⸉οὔσης γυναικὸς Σαμαρείτιδος;—⸊ Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 Λέγει αὐτῷ *⸋ ἡ γυνή RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋ἡ γυνή,⸌ Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12 Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; 13 Ἀπεκρίθη *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· 14 ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ *⸂ διψήσῃ RP f35 TR ¦ διψήσει TNT2 WH NA NIV SBL ⸂διψήσῃ⸃ εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 15 Λέγει πρὸς αὐτὸν ἡ γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ *⸂ ἔρχομαι RP ¦ ἔρχωμαι f35 TR TNT2 ¦ διέρχωμαι WH NA NIV SBL ⸂ἔρχομαι⸃ ἐνθάδε ἀντλεῖν. 16 Λέγει αὐτῇ *⸋ ὁ Ἰησοῦς RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ὁ Ἰησοῦς,⸌ Ὕπαγε, φώνησον *⸉ τὸν ἄνδρα σοῦ RP f35 TR TNT2 NA NIV SBL ¦ σοῦ τὸν ἄνδρα WH ⸉τὸν ἄνδρα σοῦ,⸊ καὶ ἐλθὲ ἐνθάδε. 17 Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν, *⸆ – RP f35 TR TNT2 NA25 ¦ αὐτῷ WH NA27+28 NIV SBL ⸆ Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· 18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 19 Λέγει αὐτῷ ἡ γυνή, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20 Οἱ πατέρες ἡμῶν ἐν *⸉ τῷ ὄρει τούτῳ RP f35 TNT2 WH NA NIV SBL ¦ τούτῳ τῷ ὄρει TR ⸉τῷ ὄρει τούτῳ⸊ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου *2 δεῖ προσκυνεῖν RP f35 TR ¦ προσκυνεῖν δεῖ TNT2 WH NA NIV SBL 2δεῖ προσκυνεῖν.⸊ 21 Λέγει αὐτῇ ὁ Ἰησοῦς, *⸂ Γύναι, πίστευσόν μοι RP f35 TR ¦ Πίστευέ μοι, γύναι TNT2 WH NA NIV SBL ⸂Γύναι, πίστευσόν μοι,⸃ ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22 Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23 Ἀλλ᾽ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. 24 Πνεῦμα ὁ θεός· καὶ τοὺς προσκυνοῦντας *⸋ αὐτόν RP f35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25 ⸋αὐτόν,⸌ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 25 Λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσίας ἔρχεται—ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν *⸂ πάντα RP f35 TR ¦ ἅπαντα TNT2 WH NA NIV SBL ⸂πάντα.⸃ 26 Λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
27 Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ *⸂ ἐθαύμασαν RP f35 TR ¦ ἐθαύμαζον TNT2 WH NA NIV SBL ⸂ἐθαύμασαν⸃ ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, Τί ζητεῖς; ἤ, Τί λαλεῖς μετ᾽ αὐτῆς; 28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνή, καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις, 29 Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι πάντα *⸂ ὅσα RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ ἃ WH NA25 ⸂ὅσα⸃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ χριστός; 30 Ἐξῆλθον *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ οὖν TR ⸆ ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν. 31 Ἐν *⸋ δὲ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταί, *⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ αὐτοῦ f35 ⸆ λέγοντες, Ῥαββί, φάγε. 32 Ὁ δὲ εἶπεν αὐτοῖς, Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. 33 Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν, ἵνα *⸂ ποιῶ RP f35 TR NA25 ¦ ποιήσω TNT2 WH NA27+28 NIV SBL ⸂ποιῶ⸃ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35 Οὐχ ὑμεῖς λέγετε ὅτι *⸋ Ἔτι RP TR TNT2 WH NA NIV SBL ¦ – f35 ⸋Ἔτι⸌ *⸂ τετράμηνός RP f35 TNT2 WH NA NIV SBL ¦ τετράμηνόν TR ⸂τετράμηνός⸃ ἐστιν, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδού, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη. 36 *⸋ Καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον· ἵνα *2 καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2καὶ⸌ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 37 Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν *⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ ἀληθινός, ὅτι Ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων. 38 Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα *⸂ ὅσα RP f35 TR ¦ ἃ TNT2 WH NA NIV SBL ⸂ὅσα⸃ ἐποίησα. 40 Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41 Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42 τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς *⸂ ὁ σωτὴρ τοῦ κόσμου, ὁ χριστός RP f35 TR ¦ ὁ σωτὴρ τοῦ κόσμου TNT2 WH NA NIV SBL ⸂ὁ σωτὴρ τοῦ κόσμου, ὁ χριστός.⸃
43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, *⸋ καὶ ἀπῆλθεν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ ἀπῆλθεν⸌ εἰς τὴν Γαλιλαίαν. 44 Αὐτὸς γὰρ *⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. 45 Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες *⸂ ἃ RP f35 TR ¦ ὅσα TNT2 WH NA NIV SBL ⸂ἃ⸃ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
46 Ἦλθεν οὖν *⸂ πάλιν ὁ Ἰησοῦς RP f35 ¦ ὁ Ἰησοῦς πάλιν TR ¦ πάλιν TNT2 WH NA NIV SBL ⸂πάλιν ὁ Ἰησοῦς⸃ εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. 47 Οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτόν, καὶ ἠρώτα *⸋ αὐτὸν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτὸν⸌ ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλεν γὰρ ἀποθνῄσκειν. 48 Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 Λέγει πρὸς αὐτὸν ὁ βασιλικός, Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Πορεύου· ὁ υἱός σου ζῇ. *⸋ Καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ *⸂ ᾧ RP f35 TR ¦ ὃν TNT2 WH NA NIV SBL ⸂ᾧ⸃ εἶπεν αὐτῷ *2 ὁ RP f35 TNT2 WH NA NIV SBL ¦ – TR 2ὁ⸌ Ἰησοῦς, καὶ ἐπορεύετο. 51 Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι *⸋ αὐτοῦ RP f35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25 ⸋αὐτοῦ⸌ *⸂ ἀπήντησαν RP f35 TR ¦ ὑπήντησαν TNT2 WH NA NIV SBL ⸂ἀπήντησαν⸃ αὐτῷ, *2 καὶ ἀπήγγειλαν RP f35 TR TNT2 ¦ – WH NA NIV SBL 2καὶ ἀπήγγειλαν⸌ λέγοντες ὅτι Ὁ παῖς *2 σου RP f35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL 2σου⸃ ζῇ. 52 Ἐπύθετο οὖν *⸉ παρ᾽ αὐτῶν τὴν ὥραν RP f35 TR ¦ τὴν ὥραν παρ᾽ αὐτῶν TNT2 WH NA NIV SBL ⸉παρ᾽ αὐτῶν τὴν ὥραν⸊ ἐν ᾗ κομψότερον ἔσχεν. *⸂ Καὶ εἶπον RP f35 TR ¦ Εἶπαν οὖν TNT2 WH NA NIV SBL ⸂Καὶ εἶπον⸃ αὐτῷ ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 Ἔγνω οὖν ὁ πατὴρ ὅτι *⸋ ἐν RP f35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL ⸋ἐν⸌ ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς *2 ὅτι RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2ὅτι⸌ Ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54 Τοῦτο *⸆ – RP f35 TR ¦ δὲ TNT2 WH NA NIV SBL ⸆ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

*4:1 ⸂ ὁ κύριος RP TR TNT2 WH NA25 NIV73 ¦ ὁ Ἰησοῦς f 35 NA27+28 NIV11 SBL

*4:3 ⸆ – RP f 35 ¦ πάλιν TR TNT2 WH NA NIV SBL

*4:5 ⸂ ὃ RP TR TNT2 WH NA NIV SBL ¦ οὗ f 35

*4:5 ⸆ – RP f 35 TR TNT2 ¦ τῷ WH NA NIV SBL

*4:6 ⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL

*4:9 ⸉ οὔσης γυναικὸς Σαμαρείτιδος RP f 35 TR ¦ γυναικὸς Σαμαρίτιδος οὔσης TNT2 NA NIV SBL ¦ γυναικὸς Σαμαρείτιδος οὔσης WH

*4:11 ⸋ ἡ γυνή RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*4:13 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR

*4:14 ⸂ διψήσῃ RP f 35 TR ¦ διψήσει TNT2 WH NA NIV SBL

*4:15 ⸂ ἔρχομαι RP ¦ ἔρχωμαι f 35 TR TNT2 ¦ διέρχωμαι WH NA NIV SBL

*4:16 ⸋ ὁ Ἰησοῦς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*4:16 ⸉ τὸν ἄνδρα σοῦ RP f 35 TR TNT2 NA NIV SBL ¦ σοῦ τὸν ἄνδρα WH

*4:17 ⸆ – RP f 35 TR TNT2 NA25 ¦ αὐτῷ WH NA27+28 NIV SBL

*4:20 ⸉ τῷ ὄρει τούτῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ τούτῳ τῷ ὄρει TR

*4:20 ⸉2 δεῖ προσκυνεῖν RP f 35 TR ¦ προσκυνεῖν δεῖ TNT2 WH NA NIV SBL

*4:21 ⸂ Γύναι, πίστευσόν μοι RP f 35 TR ¦ Πίστευέ μοι, γύναι TNT2 WH NA NIV SBL

*4:24 ⸋ αὐτόν RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25

*4:25 ⸂ πάντα RP f 35 TR ¦ ἅπαντα TNT2 WH NA NIV SBL

*4:27 ⸂ ἐθαύμασαν RP f 35 TR ¦ ἐθαύμαζον TNT2 WH NA NIV SBL

*4:29 ⸂ ὅσα RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἃ WH NA25

*4:30 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οὖν TR

*4:31 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:31 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ αὐτοῦ f 35

*4:34 ⸂ ποιῶ RP f 35 TR NA25 ¦ ποιήσω TNT2 WH NA27+28 NIV SBL

*4:35 ⸋ Ἔτι RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*4:35 ⸂ τετράμηνός RP f 35 TNT2 WH NA NIV SBL ¦ τετράμηνόν TR

*4:36 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:36 ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:37 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:39 ⸂ ὅσα RP f 35 TR ¦ ἃ TNT2 WH NA NIV SBL

*4:42 ⸂ ὁ σωτὴρ τοῦ κόσμου, ὁ χριστός RP f 35 TR ¦ ὁ σωτὴρ τοῦ κόσμου TNT2 WH NA NIV SBL

*4:43 ⸋ καὶ ἀπῆλθεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:44 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:45 ⸂ ἃ RP f 35 TR ¦ ὅσα TNT2 WH NA NIV SBL

*4:46 ⸂ πάλιν ὁ Ἰησοῦς RP f 35 ¦ ὁ Ἰησοῦς πάλιν TR ¦ πάλιν TNT2 WH NA NIV SBL

*4:47 ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:50 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:50 ⸂ ᾧ RP f 35 TR ¦ ὃν TNT2 WH NA NIV SBL

*4:50 ⸋2 ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR

*4:51 ⸋ αὐτοῦ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25

*4:51 ⸂ ἀπήντησαν RP f 35 TR ¦ ὑπήντησαν TNT2 WH NA NIV SBL

*4:51 ⸋2 καὶ ἀπήγγειλαν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*4:51 ⸂2 σου RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL

*4:52 ⸉ παρ᾽ αὐτῶν τὴν ὥραν RP f 35 TR ¦ τὴν ὥραν παρ᾽ αὐτῶν TNT2 WH NA NIV SBL

*4:52 ⸂ Καὶ εἶπον RP f 35 TR ¦ Εἶπαν οὖν TNT2 WH NA NIV SBL

*4:53 ⸋ ἐν RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL

*4:53 ⸋2 ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:54 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL