19
Τότε οὖν ἔλαβεν ὁ Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσεν. Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, *⸆ – RP f35 TR ¦ καὶ ἤρχοντο πρὸς αὐτόν TNT2 WH NA NIV SBL ⸆ καὶ ἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα. *⸂ Ἐξῆλθεν οὖν RP f35 TR ¦ Καὶ ἐξῆλθεν TNT2 WH NA NIV SBL ⸂Ἐξῆλθεν οὖν⸃ πάλιν ἔξω ὁ Πιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι *⸉ ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω RP f35 TR ¦ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ TNT2 WH NA NIV SBL ⸉ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.⸊ Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, *⸂ Ἴδε RP f35 TR ¦ Ἰδοὺ TNT2 WH NA NIV SBL ⸂Ἴδε,⸃ ὁ ἄνθρωπος. Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον *⸋ αὐτόν RP f35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋αὐτόν.⸌ Λέγει αὐτοῖς ὁ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον *⸋ ἡμῶν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἡμῶν⸌ ὀφείλει ἀποθανεῖν, ὅτι *⸉ ἑαυτὸν υἱὸν θεοῦ RP f35 TR ¦ υἱὸν θεοῦ ἑαυτὸν TNT2 WH NA NIV SBL ⸉ἑαυτὸν υἱὸν θεοῦ⸊ ἐποίησεν. Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 Λέγει οὖν αὐτῷ ὁ Πιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω *⸉ σταυρῶσαί … ἀπολῦσαί RP f35 TR ¦ ἀπολῦσαί … σταυρῶσαί TNT2 WH NA NIV SBL ⸉σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί⸊ σε; 11 Ἀπεκρίθη *⸆ – RP f35 TR NA25 NIV11 ¦ αὐτῷ TNT2 WH NA27+28 NIV73 SBL *⸂ Ἰησοῦς RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ Ἰησοῦς TR ⸂Ἰησοῦς,⸃ Οὐκ εἶχες ἐξουσίαν *⸉ οὐδεμίαν κατ᾽ ἐμοῦ RP f35 TR ¦ κατ᾽ ἐμοῦ οὐδεμίαν TNT2 WH NA NIV SBL ⸉οὐδεμίαν κατ᾽ ἐμοῦ,⸊ εἰ μὴ ἦν *2 σοι δεδομένον RP f35 TR ¦ δεδομένον σοι TNT2 WH NA NIV SBL 2σοι δεδομένον⸊ ἄνωθεν· διὰ τοῦτο ὁ *2 παραδιδούς RP f35 TR TNT2 ¦ παραδούς WH NA NIV SBL 2παραδιδούς⸃ μέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12 Ἐκ τούτου *⸉ ἐζήτει ὁ Πιλάτος RP f35 TR ¦ ὁ Πιλάτος ἐζήτει TNT2 NA NIV SBL ¦ ὁ Πειλᾶτος ἐζήτει WH ⸉ἐζήτει ὁ Πιλάτος⸊ ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι *⸂ ἔκραζον RP f35 TR ¦ ἐκραύγασαν TNT2 WH NA NIV SBL ⸂ἔκραζον⸃ λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα *2 ἑαυτὸν RP f35 TNT2 WH NA NIV SBL ¦ αὐτόν TR 2ἑαυτὸν⸃ ποιῶν, ἀντιλέγει τῷ Καίσαρι. 13 Ὁ οὖν Πιλάτος ἀκούσας *⸂ τοῦτον τὸν λόγον RP f35 TR ¦ τῶν λόγων τούτων TNT2 WH NA NIV SBL ⸂τοῦτον τὸν λόγον⸃ ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ *⸋ τοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ⸌ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ· 14 ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα *⸋ δὲ RP TR ¦ – f35 TNT2 WH NA NIV SBL ⸋δὲ⸌ *⸆ – RP TR ¦ ἦν f35 TNT2 WH NA NIV SBL *⸂ ὡσεὶ RP f35 TR ¦ ὡς TNT2 WH NA NIV SBL ⸂ὡσεὶ⸃ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν. 15 *⸂ Οἱ δὲ ἐκραύγασαν RP f35 TR ¦ Ἐκραύγασαν οὖν ἐκεῖνοι TNT2 WH NA NIV SBL ⸂Οἱ δὲ ἐκραύγασαν,⸃ Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ.
Παρέλαβον *⸂ δὲ RP f35 TR ¦ οὖν TNT2 WH NA NIV SBL ⸂δὲ⸃ τὸν Ἰησοῦν *2 καὶ ἤγαγον RP f35 ¦ καὶ ἀπήγαγον TR ¦ – TNT2 WH NA NIV SBL 2καὶ ἤγαγον·⸃ 17 καὶ βαστάζων *⸂ τὸν σταυρὸν αὐτοῦ RP f35 TR ¦ αὐτῷ τὸν σταυρὸν TNT2 ¦ αὑτῷ τὸν σταυρὸν WH SBL ¦ ἑαυτῷ τὸν σταυρὸν NA NIV ⸂τὸν σταυρὸν αὐτοῦ⸃ ἐξῆλθεν εἰς *2 τόπον λεγόμενον Κρανίου Τόπον RP ¦ τὸν λεγόμενον Κρανίου τόπον f35 TR TNT2 WH NA NIV SBL 2τόπον λεγόμενον Κρανίου Τόπον,⸃ *3 ὃς RP f35 TR ¦ ὃ TNT2 WH NA NIV SBL 3ὃς⸃ λέγεται Ἑβραϊστὶ Γολγοθᾶ· 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν *⸉ ὁ τόπος τῆς πόλεως RP f35 TNT2 WH NA NIV SBL ¦ τῆς πόλεως ὁ τόπος TR ⸉ὁ τόπος τῆς πόλεως⸊ ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον *2 Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί RP f35 TR ¦ Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί TNT2 WH NA NIV SBL 2Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.⸊ 21 Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾽ ὅτι Ἐκεῖνος εἶπεν, Βασιλεύς *⸉ εἰμι τῶν Ἰουδαίων RP f35 TR NA NIV ¦ τῶν Ἰουδαίων εἰμί TNT2 WH SBL ⸉εἰμι τῶν Ἰουδαίων.⸊ 22 Ἀπεκρίθη ὁ Πιλάτος, Ὃ γέγραφα, γέγραφα.
23 Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου. 24 Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ *⸋ ἡ λέγουσα RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋ἡ λέγουσα,⸌ Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. 25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ *⸋ αὐτοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτοῦ,⸌ Γύναι, *⸂ ἴδε … Ἰδοὺ f35 ¦ ἰδοὺ … Ἰδοὺ RP TR ¦ ἴδε … Ἴδε TNT2 WH NA NIV SBL ⸂ἴδε ὁ υἱός σου. 27 Εἶτα λέγει τῷ μαθητῇ, Ἰδοὺ⸃ ἡ μήτηρ σου. Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν *⸉ ὁ μαθητὴς αὐτὴν RP f35 TNT2 WH NA NIV SBL ¦ αὐτὴν ὁ μαθητὴς TR ⸉ὁ μαθητὴς αὐτὴν⸊ εἰς τὰ ἴδια.
28 Μετὰ τοῦτο *⸂ ἰδὼν RP ¦ εἰδὼς f35 TR TNT2 WH NA NIV SBL ⸂ἰδὼν⸃ ὁ Ἰησοῦς ὅτι *⸉ πάντα ἤδη RP TR ¦ ἤδη πάντα f35 TNT2 WH NA NIV SBL ⸉πάντα ἤδη⸊ τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ. 29 Σκεῦος *⸋ οὖν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋οὖν⸌ ἔκειτο ὄξους μεστόν· *⸂ οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν RP f35 TR ¦ σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν TNT2 WH NA NIV SBL ⸂οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν⸃ αὐτοῦ τῷ στόματι. 30 Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς, εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκεν τὸ πνεῦμα.
31 Οἱ οὖν Ἰουδαῖοι, *⸉ ἵνα μὴ μείνῃ … ἐν τῷ σαββάτῳ ἐπεὶ Παρασκευὴ ἦν RP f35 TR ¦ ἐπεὶ Παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ … ἐν τῷ σαββάτῳ TNT2 WH NA NIV SBL ⸉ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἐπεὶ Παρασκευὴ ἦν—⸊ ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου—ἠρώτησαν τὸν Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32 Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον *⸉ αὐτὸν ἤδη RP f35 TR ¦ ἤδη αὐτὸν TNT2 WH NA NIV SBL ⸉αὐτὸν ἤδη⸊ τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· 34 ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ *⸂ εὐθέως ἐξῆλθεν RP f35 ¦ εὐθὺς ἐξῆλθεν TR ¦ ἐξῆλθεν εὐθὺς TNT2 WH NA NIV SBL ⸂εὐθέως ἐξῆλθεν⸃ αἷμα καὶ ὕδωρ. 35 Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινή *⸉ ἐστιν αὐτοῦ ἡ μαρτυρία RP ¦ ἐστιν ἡ μαρτυρία αὐτοῦ f35 ¦ αὐτοῦ ἐστιν ἡ μαρτυρία TR TNT2 WH NA NIV SBL ⸉ἐστιν αὐτοῦ ἡ μαρτυρία,⸊ κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα *⸆ – RP f35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ ὑμεῖς *⸂ πιστεύσητε RP f35 TR NA27+28 NIV73 ¦ πιστεύητε TNT2 WH NA25 NIV11 SBL ⸂πιστεύσητε.⸃ 36 Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται *⸋ ἀπ᾽ RP f35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋ἀπ᾽⸌ αὐτοῦ. 37 Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
38 Μετὰ *⸆ – RP f35 ¦ δὲ TR TNT2 WH NA NIV SBL ⸆ ταῦτα ἠρώτησεν τὸν Πιλάτον *2 – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ TR 2 Ἰωσὴφ *⸋ ὁ RP f35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL ⸋ὁ⸌ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα *⸂ τοῦ Ἰησοῦ RP f35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL ⸂τοῦ Ἰησοῦ.⸃ 39 Ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς *⸂ τὸν Ἰησοῦν RP f35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL ⸂τὸν Ἰησοῦν⸃ νυκτὸς τὸ πρῶτον, φέρων *2 μίγμα RP f35 TR TNT2 NA NIV SBL ¦ ἕλιγμα WH 2μίγμα⸃ σμύρνης καὶ ἀλόης *3 ὡς RP f35 TNT2 WH NA NIV SBL ¦ ὡσεὶ TR 3ὡς⸃ λίτρας ἑκατόν. 40 Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ *⸋ ἐν RP f35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋ἐν⸌ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41 Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς *⸂ ἐτέθη RP f35 TR TNT2 ¦ ἦν τεθειμένος WH NA NIV SBL ⸂ἐτέθη.⸃ 42 Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

*19:3 ⸆ – RP f 35 TR ¦ καὶ ἤρχοντο πρὸς αὐτόν TNT2 WH NA NIV SBL

*19:4 ⸂ Ἐξῆλθεν οὖν RP f 35 TR ¦ Καὶ ἐξῆλθεν TNT2 WH NA NIV SBL

*19:4 ⸉ ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω RP f 35 TR ¦ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ TNT2 WH NA NIV SBL

*19:5 ⸂ Ἴδε RP f 35 TR ¦ Ἰδοὺ TNT2 WH NA NIV SBL

*19:6 ⸋ αὐτόν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

*19:7 ⸋ ἡμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*19:7 ⸉ ἑαυτὸν υἱὸν θεοῦ RP f 35 TR ¦ υἱὸν θεοῦ ἑαυτὸν TNT2 WH NA NIV SBL

*19:10 ⸉ σταυρῶσαί … ἀπολῦσαί RP f 35 TR ¦ ἀπολῦσαί … σταυρῶσαί TNT2 WH NA NIV SBL

*19:11 ⸆ – RP f 35 TR NA25 NIV11 ¦ αὐτῷ TNT2 WH NA27+28 NIV73 SBL

*19:11 ⸂ Ἰησοῦς RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ Ἰησοῦς TR

*19:11 ⸉ οὐδεμίαν κατ᾽ ἐμοῦ RP f 35 TR ¦ κατ᾽ ἐμοῦ οὐδεμίαν TNT2 WH NA NIV SBL

*19:11 ⸉2 σοι δεδομένον RP f 35 TR ¦ δεδομένον σοι TNT2 WH NA NIV SBL

*19:11 ⸂2 παραδιδούς RP f 35 TR TNT2 ¦ παραδούς WH NA NIV SBL

*19:12 ⸉ ἐζήτει ὁ Πιλάτος RP f 35 TR ¦ ὁ Πιλάτος ἐζήτει TNT2 NA NIV SBL ¦ ὁ Πειλᾶτος ἐζήτει WH

*19:12 ⸂ ἔκραζον RP f 35 TR ¦ ἐκραύγασαν TNT2 WH NA NIV SBL

*19:12 ⸂2 ἑαυτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτόν TR

*19:13 ⸂ τοῦτον τὸν λόγον RP f 35 TR ¦ τῶν λόγων τούτων TNT2 WH NA NIV SBL

*19:13 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*19:14 ⸋ δὲ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL

*19:14 ⸆ – RP TR ¦ ἦν f 35 TNT2 WH NA NIV SBL

*19:14 ⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL

*19:15 ⸂ Οἱ δὲ ἐκραύγασαν RP f 35 TR ¦ Ἐκραύγασαν οὖν ἐκεῖνοι TNT2 WH NA NIV SBL

*19:16 ⸂ δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL

*19:16 ⸂2 καὶ ἤγαγον RP f 35 ¦ καὶ ἀπήγαγον TR ¦ – TNT2 WH NA NIV SBL

*19:17 ⸂ τὸν σταυρὸν αὐτοῦ RP f 35 TR ¦ αὐτῷ τὸν σταυρὸν TNT2 ¦ αὑτῷ τὸν σταυρὸν WH SBL ¦ ἑαυτῷ τὸν σταυρὸν NA NIV

*19:17 ⸂2 τόπον λεγόμενον Κρανίου Τόπον RP ¦ τὸν λεγόμενον Κρανίου τόπον f 35 TR TNT2 WH NA NIV SBL

*19:17 ⸂3 ὃς RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL

*19:20 ⸉ ὁ τόπος τῆς πόλεως RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς πόλεως ὁ τόπος TR

*19:20 ⸉2 Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί RP f 35 TR ¦ Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί TNT2 WH NA NIV SBL

*19:21 ⸉ εἰμι τῶν Ἰουδαίων RP f 35 TR NA NIV ¦ τῶν Ἰουδαίων εἰμί TNT2 WH SBL

*19:24 ⸋ ἡ λέγουσα RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*19:26 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*19:26 ⸂ ἴδε … Ἰδοὺ f 35 ¦ ἰδοὺ … Ἰδοὺ RP TR ¦ ἴδε … Ἴδε TNT2 WH NA NIV SBL

*19:27 ⸉ ὁ μαθητὴς αὐτὴν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτὴν ὁ μαθητὴς TR

*19:28 ⸂ ἰδὼν RP ¦ εἰδὼς f 35 TR TNT2 WH NA NIV SBL

*19:28 ⸉ πάντα ἤδη RP TR ¦ ἤδη πάντα f 35 TNT2 WH NA NIV SBL

*19:29 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*19:29 ⸂ οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν RP f 35 TR ¦ σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν TNT2 WH NA NIV SBL

*19:31 ⸉ ἵνα μὴ μείνῃ … ἐν τῷ σαββάτῳ ἐπεὶ Παρασκευὴ ἦν RP f 35 TR ¦ ἐπεὶ Παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ … ἐν τῷ σαββάτῳ TNT2 WH NA NIV SBL

*19:33 ⸉ αὐτὸν ἤδη RP f 35 TR ¦ ἤδη αὐτὸν TNT2 WH NA NIV SBL

*19:34 ⸂ εὐθέως ἐξῆλθεν RP f 35 ¦ εὐθὺς ἐξῆλθεν TR ¦ ἐξῆλθεν εὐθὺς TNT2 WH NA NIV SBL

*19:35 ⸉ ἐστιν αὐτοῦ ἡ μαρτυρία RP ¦ ἐστιν ἡ μαρτυρία αὐτοῦ f 35 ¦ αὐτοῦ ἐστιν ἡ μαρτυρία TR TNT2 WH NA NIV SBL

*19:35 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*19:35 ⸂ πιστεύσητε RP f 35 TR NA27+28 NIV73 ¦ πιστεύητε TNT2 WH NA25 NIV11 SBL

*19:36 ⸋ ἀπ᾽ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

*19:38 ⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL

*19:38 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR

*19:38 ⸋ ὁ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL

*19:38 ⸂ τοῦ Ἰησοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL

*19:39 ⸂ τὸν Ἰησοῦν RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL

*19:39 ⸂2 μίγμα RP f 35 TR TNT2 NA NIV SBL ¦ ἕλιγμα WH

*19:39 ⸂3 ὡς RP f 35 TNT2 WH NA NIV SBL ¦ ὡσεὶ TR

*19:40 ⸋ ἐν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

*19:41 ⸂ ἐτέθη RP f 35 TR TNT2 ¦ ἦν τεθειμένος WH NA NIV SBL