20
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς, Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου, καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν *⸆ – RP f35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν, καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 Ἀπῆλθον οὖν πάλιν πρὸς *⸂ ἑαυτοὺς RP f35 TR ¦ αὐτοὺς TNT2 NA27+28 NIV ¦ αὑτοὺς WH NA25 SBL ⸂ἑαυτοὺς⸃ οἱ μαθηταί.
11 Μαρία δὲ εἱστήκει πρὸς *⸂ τὸ μνημεῖον RP TR ¦ τῷ μνημείῳ f35 TNT2 WH NA NIV SBL ⸂τὸ μνημεῖον⸃ *⸉ κλαίουσα ἔξω RP f35 TR ¦ ἔξω κλαίουσα TNT2 WH NA NIV SBL ⸉κλαίουσα ἔξω·⸊ ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον, 12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς, ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14 *⸋ Καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς ἐστιν. 15 Λέγει αὐτῇ *⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς, Γύναι, τί κλαίεις; Τίνα ζητεῖς; Ἐκείνη, δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν, λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ *⸉ ἔθηκας αὐτόν RP f35 TNT2 WH NA NIV SBL ¦ αὐτόν ἔθηκας TR ⸉ἔθηκας αὐτόν,⸊ κἀγὼ αὐτὸν ἀρῶ. 16 Λέγει αὐτῇ *⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς, Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ, *⸆ – RP f35 TR ¦ Ἑβραϊστί TNT2 WH NA NIV SBL ⸆ Ῥαββουνί—ὃ λέγεται, Διδάσκαλε. 17 Λέγει αὐτῇ *⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς, Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα *⸂ πρὸς τὸν πατέρα μου … πρὸς τὸν πατέρα μου RP f35 TR ¦ πρὸς τὸν πατέρα … πρὸς τὸν πατέρα μου TNT2 WH NA NIV SBL ⸂πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, Ἀναβαίνω πρὸς τὸν πατέρα μου⸃ καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν. 18 Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ *⸂ ἀπαγγέλλουσα RP f35 TR ¦ ἀγγέλλουσα TNT2 WH NA NIV SBL ⸂ἀπαγγέλλουσα⸃ τοῖς μαθηταῖς ὅτι *2 Ἑώρακεν RP f35 ¦ Ἑώρακε TR ¦ Ἑώρακα TNT2 WH NA NIV SBL 2ἑώρακεν⸃ τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
19 Οὔσης οὖν ὀψίας, τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ *⸋ τῶν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῶν⸌ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ *2 συνηγμένοι RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2συνηγμένοι,⸌ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν. 20 Καὶ τοῦτο εἰπὼν *⸂ ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. RP f35 TR ¦ ἔδειξεν καὶ τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. TNT2 WH NA25 ¦ ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. NA27+28 NIV SBL ⸂ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ.⸃ Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον. 21 Εἶπεν οὖν αὐτοῖς *⸋ ὁ Ἰησοῦς RP f35 TR WH NA NIV SBL ¦ – TNT2 ⸋ὁ Ἰησοῦς⸌ πάλιν, Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 Καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς, Λάβετε πνεῦμα ἅγιον. 23 Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.
24 Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν *⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς. 25 Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, Ἑωράκαμεν τὸν κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν *⸂ τύπον RP f35 TR TNT2 WH NA27+28 NIV SBL ¦ τόπον NA25 ⸂τύπον⸃ τῶν ἥλων, καὶ βάλω *⸉ τὴν χεῖρά μου RP f35 TR ¦ μου τὴν χεῖρα TNT2 WH NA NIV SBL ⸉τὴν χεῖρά μου⸊ εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
26 Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ᾽ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς, τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, Εἰρήνη ὑμῖν. 27 Εἶτα λέγει τῷ Θωμᾷ, Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου· καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 *⸋ Καὶ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Καὶ⸌ ἀπεκρίθη *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Θωμᾶς, καὶ εἶπεν αὐτῷ, Ὁ κύριός μου καὶ ὁ θεός μου. 29 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅτι ἑώρακάς με, *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ Θωμᾷ TR ⸆ πεπίστευκας; Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν *⸋ αὐτοῦ RP f35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL ⸋αὐτοῦ,⸌ ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. 31 Ταῦτα δὲ γέγραπται, ἵνα *⸂ πιστεύσητε RP f35 TR TNT2 NA27+28 NIV73 ¦ πιστεύητε WH NA25 NIV11 SBL ⸂πιστεύσητε⸃ ὅτι *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ὁ TR ⸆ Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

*20:6 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*20:10 ⸂ ἑαυτοὺς RP f 35 TR ¦ αὐτοὺς TNT2 NA27+28 NIV ¦ αὑτοὺς WH NA25 SBL

*20:11 ⸂ τὸ μνημεῖον RP TR ¦ τῷ μνημείῳ f 35 TNT2 WH NA NIV SBL

*20:11 ⸉ κλαίουσα ἔξω RP f 35 TR ¦ ἔξω κλαίουσα TNT2 WH NA NIV SBL

*20:14 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*20:14 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR

*20:15 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*20:15 ⸉ ἔθηκας αὐτόν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτόν ἔθηκας TR

*20:16 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*20:16 ⸆ – RP f 35 TR ¦ Ἑβραϊστί TNT2 WH NA NIV SBL

*20:17 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*20:17 ⸂ πρὸς τὸν πατέρα μου … πρὸς τὸν πατέρα μου RP f 35 TR ¦ πρὸς τὸν πατέρα … πρὸς τὸν πατέρα μου TNT2 WH NA NIV SBL

*20:18 ⸂ ἀπαγγέλλουσα RP f 35 TR ¦ ἀγγέλλουσα TNT2 WH NA NIV SBL

*20:18 ⸂2 Ἑώρακεν RP f 35 ¦ Ἑώρακε TR ¦ Ἑώρακα TNT2 WH NA NIV SBL

*20:19 ⸋ τῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*20:19 ⸋2 συνηγμένοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*20:20 ⸂ ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. RP f 35 TR ¦ ἔδειξεν καὶ τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. TNT2 WH NA25 ¦ ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. NA27+28 NIV SBL

*20:21 ⸋ ὁ Ἰησοῦς RP f 35 TR WH NA NIV SBL ¦ – TNT2

*20:24 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*20:25 ⸂ τύπον RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ τόπον NA25

*20:25 ⸉ τὴν χεῖρά μου RP f 35 TR ¦ μου τὴν χεῖρα TNT2 WH NA NIV SBL

*20:28 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*20:28 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR

*20:29 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Θωμᾷ TR

*20:30 ⸋ αὐτοῦ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL

*20:31 ⸂ πιστεύσητε RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ πιστεύητε WH NA25 NIV11 SBL

*20:31 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR