10
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά *⸂ ἐστιν RP TNT2 WH NA NIV SBL ¦ εἰσιν f35 ¦ ἐστι TR ⸂ἐστιν⸃ ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ· *⸆ – RP f35 TR TNT2 SBL ¦ καὶ WH NA NIV ⸆ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ· Φίλιππος, καὶ Βαρθολομαῖος· Θωμᾶς, καὶ Ματθαῖος ὁ τελώνης· Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ *⸋ Λεββαῖος ὁ ἐπικληθεὶς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋Λεββαῖος ὁ ἐπικληθεὶς⸌ Θαδδαῖος· Σίμων ὁ Κανανίτης, καὶ Ἰούδας *⸆ – RP f35 TR TNT2 ¦ ὁ WH NA NIV SBL ⸆ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. *⸂ Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· RP f35 ¦ Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· TR ¦ Ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· TNT2 WH NA NIV SBL ⸂Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε·⸃ δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ *⸂ ῥάβδους RP f35 ¦ ῥάβδον TR TNT2 WH NA NIV SBL ⸂ῥάβδους·⸃ ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ *⸋ ἐστιν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐστιν.⸌ 11 Εἰς ἣν δ᾽ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε. 12 Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν. 13 Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν *⸂ πρὸς RP f35 TR TNT2 NA NIV SBL ¦ ἐφ᾽ WH ⸂πρὸς⸃ ὑμᾶς ἐπιστραφήτω. 14 Καὶ ὃς *⸂ ἐὰν RP f35 TR ¦ ἂν TNT2 WH NA NIV SBL ⸂ἐὰν⸃ μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι *⸆ – RP f35 TR ¦ ἔξω TNT2 WH NA NIV SBL ⸆ τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
16 Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17 Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· 18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19 Ὅταν δὲ *⸂ παραδιδῶσιν RP f35 TR ¦ παραδῶσιν TNT2 WH NA NIV SBL ⸂παραδιδῶσιν⸃ ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· 20 οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. 21 Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. 22 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 23 Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν *⸂ ἄλλην RP f35 TR ¦ ἑτέραν TNT2 WH NA NIV SBL ⸂ἄλλην·⸃ ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις *⸋ τοῦ RP f35 TR WH NA NIV11 SBL ¦ – TNT2 NIV73 ⸋τοῦ⸌ Ἰσραήλ, ἕως *2 ἂν RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 2ἂν⸌ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
24 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. 25 Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ *⸂ ἐκάλεσαν RP TR ¦ ἀπεκάλεσαν f35 ¦ ἐπεκάλεσαν TNT2 WH NA NIV SBL ⸂ἐκάλεσαν,⸃ πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; 26 Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται· καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 27 Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28 Καὶ μὴ *⸂ φοβεῖσθε RP f35 TNT2 NA NIV SBL ¦ φοβηθῆτε TR WH ⸂φοβεῖσθε⸃ ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· *2 φοβήθητε RP f35 TR TNT2 ¦ φοβεῖσθε WH NA NIV SBL 2φοβήθητε⸃ δὲ μᾶλλον τὸν δυνάμενον *3 καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα RP ¦ καὶ ψυχὴν καὶ σῶμα f35 TR TNT2 WH NA NIV SBL 3καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα⸃ ἀπολέσαι ἐν γεέννῃ. 29 Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν· 30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. 31 Μὴ οὖν *⸂ φοβηθῆτε RP f35 TR ¦ φοβεῖσθε TNT2 WH NA NIV SBL ⸂φοβηθῆτε·⸃ *2 πολλῶν RP TR TNT2 WH NA NIV SBL ¦ πολλῶ f35 2πολλῶν⸃ στρουθίων διαφέρετε ὑμεῖς. 32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν *⸆ – RP f35 TR NIV73 SBL ¦ τοῖς TNT2 WH NA NIV11 ⸆ οὐρανοῖς. 33 Ὅστις *⸂ δ᾽ ἂν RP f35 TR NA NIV SBL ¦ δὲ TNT2 WH ⸂δ᾽ ἂν⸃ ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι *⸉ αὐτὸν κἀγὼ RP f35 TR ¦ κἀγὼ αὐτὸν TNT2 WH NA NIV SBL ⸉αὐτὸν κἀγὼ⸊ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν *⸆ – RP f35 TR NIV73 SBL ¦ τοῖς TNT2 WH NA NIV11 ⸆ οὐρανοῖς.
34 Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. 35 Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· 36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. 37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμέ, οὐκ ἔστιν μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος. 39 Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
40 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41 Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. 42 Καὶ ὃς *⸂ ἐὰν RP f35 TR NA25 ¦ ἂν TNT2 WH NA27+28 NIV SBL ⸂ἐὰν⸃ ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

*10:2 ⸂ ἐστιν RP TNT2 WH NA NIV SBL ¦ εἰσιν f 35 ¦ ἐστι TR

*10:2 ⸆ – RP f 35 TR TNT2 SBL ¦ καὶ WH NA NIV

*10:3 ⸋ Λεββαῖος ὁ ἐπικληθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:4 ⸆ – RP f 35 TR TNT2 ¦ ὁ WH NA NIV SBL

*10:8 ⸂ Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· RP f 35 ¦ Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· TR ¦ Ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· TNT2 WH NA NIV SBL

*10:10 ⸂ ῥάβδους RP f 35 ¦ ῥάβδον TR TNT2 WH NA NIV SBL

*10:10 ⸋ ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*10:13 ⸂ πρὸς RP f 35 TR TNT2 NA NIV SBL ¦ ἐφ᾽ WH

*10:14 ⸂ ἐὰν RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL

*10:14 ⸆ – RP f 35 TR ¦ ἔξω TNT2 WH NA NIV SBL

*10:19 ⸂ παραδιδῶσιν RP f 35 TR ¦ παραδῶσιν TNT2 WH NA NIV SBL

*10:23 ⸂ ἄλλην RP f 35 TR ¦ ἑτέραν TNT2 WH NA NIV SBL

*10:23 ⸋ τοῦ RP f 35 TR WH NA NIV11 SBL ¦ – TNT2 NIV73

*10:23 ⸋2 ἂν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*10:25 ⸂ ἐκάλεσαν RP TR ¦ ἀπεκάλεσαν f 35 ¦ ἐπεκάλεσαν TNT2 WH NA NIV SBL

*10:28 ⸂ φοβεῖσθε RP f 35 TNT2 NA NIV SBL ¦ φοβηθῆτε TR WH

*10:28 ⸂2 φοβήθητε RP f 35 TR TNT2 ¦ φοβεῖσθε WH NA NIV SBL

*10:28 ⸂3 καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα RP ¦ καὶ ψυχὴν καὶ σῶμα f 35 TR TNT2 WH NA NIV SBL

*10:31 ⸂ φοβηθῆτε RP f 35 TR ¦ φοβεῖσθε TNT2 WH NA NIV SBL

*10:31 ⸂2 πολλῶν RP TR TNT2 WH NA NIV SBL ¦ πολλῶ f 35

*10:32 ⸆ – RP f 35 TR NIV73 SBL ¦ τοῖς TNT2 WH NA NIV11

*10:33 ⸂ δ᾽ ἂν RP f 35 TR NA NIV SBL ¦ δὲ TNT2 WH

*10:33 ⸉ αὐτὸν κἀγὼ RP f 35 TR ¦ κἀγὼ αὐτὸν TNT2 WH NA NIV SBL

*10:33 ⸆ – RP f 35 TR NIV73 SBL ¦ τοῖς TNT2 WH NA NIV11

*10:42 ⸂ ἐὰν RP f 35 TR NA25 ¦ ἂν TNT2 WH NA27+28 NIV SBL