11
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ, πέμψας *⸂ δύο RP f35 TR ¦ διὰ TNT2 WH NA NIV SBL ⸂δύο⸃ τῶν μαθητῶν αὐτοῦ, εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσιν, καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, *⸆ – RP f35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν, ὃς *⸂ ἐὰν RP f35 TR NA NIV SBL ¦ ἂν TNT2 WH ⸂ἐὰν⸃ μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου, Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς *⸋ ἱματίοις RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἱματίοις⸌ ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλείων *2 εἰσίν RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 2εἰσίν.⸌ Ἀλλὰ *⸉ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; RP f35 TR ¦ τί ἐξήλθατε ἰδεῖν; Προφήτην; TNT2 NA27+28 NIV ¦ τί ἐξήλθατε; Προφήτην ἰδεῖν; WH NA25 SBL ⸉τί ἐξήλθετε ἰδεῖν; Προφήτην;⸊ Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου· 10 οὗτος *⸋ γάρ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋γάρ⸌ ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 11 Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. 12 Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13 Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν· 14 καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. 15 Ὁ ἔχων ὦτα *⸋ ἀκούειν RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ἀκούειν⸌ ἀκουέτω. 16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν *⸂ παιδίοις RP f35 TNT2 WH NA NIV SBL ¦ παιδαρίοις TR ⸂παιδίοις⸃ *2 ἐν ἀγοραῖς καθημένοις RP TR ¦ ἐν ἀγορᾷ καθημένοις f35 ¦ καθημένοις ἐν ταῖς ἀγοραῖς TNT2 WH NA NIV SBL 2ἐν ἀγοραῖς καθημένοις,⸃ *3 καὶ προσφωνοῦσιν … καὶ λέγουσιν RP f35 ¦ καὶ προσφωνοῦσι … καὶ λέγουσιν TR ¦ ἃ προσφωνοῦντα … λέγουσιν TNT2 WH NA NIV SBL 3καὶ προσφωνοῦσιν τοῖς *4 ἑταίροις αὐτῶν RP f35 TR ¦ ἑτέροις TNT2 WH NA NIV SBL 4ἑταίροις αὐτῶν,⸃ 17 καὶ λέγουσιν,⸃ Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν *⸋ ὑμῖν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὑμῖν,⸌ καὶ οὐκ ἐκόψασθε. 18 Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, Δαιμόνιον ἔχει. 19 Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν *⸂ τέκνων RP f35 TR ¦ ἔργων TNT2 WH NA NIV SBL ⸂τέκνων⸃ αὐτῆς.
20 Τότε ἤρξατο *⸆ – RP TR TNT2 WH NA NIV11 SBL ¦ ὁ Ἰησοῦς f35 NIV73 ⸆ ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. 21 Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. 22 Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν. 23 Καὶ σύ, Καπερναούμ, *⸂ ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP TR ¦ ἡ ἕως τοῦ οὐρανοῦ ὑψώθης f35 ¦ μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ TNT2 WH NA NIV SBL ⸂ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα,⸃ ἕως ᾍδου *2 καταβιβασθήσῃ RP f35 TR ¦ καταβήσῃ TNT2 WH NA NIV SBL 2καταβιβασθήσῃ·⸃ ὅτι εἰ ἐν Σοδόμοις *3 ἐγένοντο RP f35 TR ¦ ἐγενήθησαν TNT2 WH NA NIV SBL 3ἐγένοντο⸃ αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον. 24 Πλὴν λέγω ὑμῖν, ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.
25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι *⸂ ἀπέκρυψας RP f35 TR ¦ ἔκρυψας TNT2 WH NA NIV SBL ⸂ἀπέκρυψας⸃ ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. 26 Ναί, ὁ πατήρ, ὅτι οὕτως *⸉ ἐγένετο εὐδοκία RP f35 TR TNT2 ¦ εὐδοκία ἐγένετο WH NA NIV SBL ⸉ἐγένετο εὐδοκία⸊ ἔμπροσθέν σου. 27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29 Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. 30 Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

*11:2 ⸂ δύο RP f 35 TR ¦ διὰ TNT2 WH NA NIV SBL

*11:5 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*11:6 ⸂ ἐὰν RP f 35 TR NA NIV SBL ¦ ἂν TNT2 WH

*11:8 ⸋ ἱματίοις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:8 ⸋2 εἰσίν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*11:9 ⸉ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; RP f 35 TR ¦ τί ἐξήλθατε ἰδεῖν; Προφήτην; TNT2 NA27+28 NIV ¦ τί ἐξήλθατε; Προφήτην ἰδεῖν; WH NA25 SBL

*11:10 ⸋ γάρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*11:15 ⸋ ἀκούειν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*11:16 ⸂ παιδίοις RP f 35 TNT2 WH NA NIV SBL ¦ παιδαρίοις TR

*11:16 ⸂2 ἐν ἀγοραῖς καθημένοις RP TR ¦ ἐν ἀγορᾷ καθημένοις f 35 ¦ καθημένοις ἐν ταῖς ἀγοραῖς TNT2 WH NA NIV SBL

*11:16 ⸂3 καὶ προσφωνοῦσιν … καὶ λέγουσιν RP f 35 ¦ καὶ προσφωνοῦσι … καὶ λέγουσιν TR ¦ ἃ προσφωνοῦντα … λέγουσιν TNT2 WH NA NIV SBL

*11:16 ⸂4 ἑταίροις αὐτῶν RP f 35 TR ¦ ἑτέροις TNT2 WH NA NIV SBL

*11:17 ⸋ ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*11:19 ⸂ τέκνων RP f 35 TR ¦ ἔργων TNT2 WH NA NIV SBL

*11:20 ⸆ – RP TR TNT2 WH NA NIV11 SBL ¦ ὁ Ἰησοῦς f 35 NIV73

*11:23 ⸂ ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP TR ¦ ἡ ἕως τοῦ οὐρανοῦ ὑψώθης f 35 ¦ μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ TNT2 WH NA NIV SBL

*11:23 ⸂2 καταβιβασθήσῃ RP f 35 TR ¦ καταβήσῃ TNT2 WH NA NIV SBL

*11:23 ⸂3 ἐγένοντο RP f 35 TR ¦ ἐγενήθησαν TNT2 WH NA NIV SBL

*11:25 ⸂ ἀπέκρυψας RP f 35 TR ¦ ἔκρυψας TNT2 WH NA NIV SBL

*11:26 ⸉ ἐγένετο εὐδοκία RP f 35 TR TNT2 ¦ εὐδοκία ἐγένετο WH NA NIV SBL