16
Καὶ διαγενομένου τοῦ σαββάτου, *⸆ – RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ ἡ WH NA25 ⸆ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία *2 – RP f35 ¦ ἡ TR TNT2 WH NA NIV SBL 2 *⸂ Ἰακώβου RP f35 ¦ τοῦ Ἰακώβου TR TNT2 WH NA NIV SBL ⸂Ἰακώβου⸃ καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν *2 αὐτόν RP TR TNT2 WH NA NIV SBL ¦ τὸν Ἰησοῦν f35 2αὐτόν.⸃ Καὶ λίαν πρωῒ *⸂ τῆς μιᾶς RP f35 TR ¦ μιᾷ TNT2 ¦ τῇ μιᾷ WH NA NIV SBL ⸂τῆς μιᾶς⸃ *⸆ – RP f35 TR ¦ τῶν TNT2 WH NA NIV SBL ⸆ σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον *⸂ ἐκ RP f35 TR WH NA NIV SBL ¦ ἀπὸ TNT2 ⸂ἐκ⸃ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι *⸂ ἀποκεκύλισται RP f35 TR NA27+28 NIV SBL ¦ ἀνακεκύλισται TNT2 WH NA25 ⸂ἀποκεκύλισται⸃ ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν· καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς, Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾽ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ ταχὺ TR ⸆ ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχεν *⸂ δὲ RP f35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL ⸂δὲ⸃ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.
Ἀναστὰς δὲ *⸆ – RP TR ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ¦ ὁ Ἰησοὺς f35 ⸆ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, *⸂ ἀφ᾽ RP f35 TR ¦ παρ᾽ ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ⸂ἀφ᾽⸃ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. 10 Ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ᾽ αὐτοῦ γενομένοις, πενθοῦσιν καὶ κλαίουσιν. 11 Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾽ αὐτῆς ἠπίστησαν.
12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. 13 Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
14 Ὕστερον *⸆ – RP f35 TR ¦ δὲ ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ⸆ ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον *2 – RP f35 TR ⟦TNT2⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ¦ ἐκ νεκρῶν ⟦WH⟧ 2 οὐκ ἐπίστευσαν. 15 Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται. 17 Σημεῖα δὲ τοῖς πιστεύσασιν *⸂ ταῦτα παρακολουθήσει RP f35 TR ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ¦ ἀκολουθήσει ταῦτα ⟦TNT2⟧ ⟦WH⟧ ⸂ταῦτα παρακολουθήσει·⸃ ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν· γλώσσαις λαλήσουσιν *⸋ καιναῖς RP f35 TR ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ¦ – ⟦TNT2⟧ ⟦WH⟧ ⸋καιναῖς·⸌ 18 *⸆ – RP f35 TR ⟦NA25⟧ ⟦SBL⟧ ¦ καὶ ἐν ταῖς χερσὶν ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA27+28⟧ ⟦NIV⟧ ⸆ ὄφεις ἀροῦσιν· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς *⸂ βλάψῃ RP f35 ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ¦ βλάψει TR ⸂βλάψῃ·⸃ ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν, καὶ καλῶς ἕξουσιν.
19 *⸂ Ὁ … κύριος RP f35 TR ¦ Ὁ … κύριος Ἰησοῦς ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ⸂Ὁ μὲν οὖν κύριος,⸃ μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. 20 Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. *⸋ Ἀμήν. RP f35 TR ¦ – ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ⸋Ἀμήν.⸌

*16:1 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἡ WH NA25

*16:1 ⸆2 – RP f 35 ¦ ἡ TR TNT2 WH NA NIV SBL

*16:1 ⸂ Ἰακώβου RP f 35 ¦ τοῦ Ἰακώβου TR TNT2 WH NA NIV SBL

*16:1 ⸂2 αὐτόν RP TR TNT2 WH NA NIV SBL ¦ τὸν Ἰησοῦν f 35

*16:2 ⸂ τῆς μιᾶς RP f 35 TR ¦ μιᾷ TNT2 ¦ τῇ μιᾷ WH NA NIV SBL

*16:2 ⸆ – RP f 35 TR ¦ τῶν TNT2 WH NA NIV SBL

*16:3 ⸂ ἐκ RP f 35 TR WH NA NIV SBL ¦ ἀπὸ TNT2

*16:4 ⸂ ἀποκεκύλισται RP f 35 TR NA27+28 NIV SBL ¦ ἀνακεκύλισται TNT2 WH NA25

*16:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ταχὺ TR

*16:8 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL

*16:9 ⸆ – RP TR ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ¦ ὁ Ἰησοὺς f 35

*16:9 ⸂ ἀφ᾽ RP f 35 TR ¦ παρ᾽ ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧

*16:14 ⸆ – RP f 35 TR ¦ δὲ ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧

*16:14 ⸆2 – RP f 35 TR ⟦TNT2⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ¦ ἐκ νεκρῶν ⟦WH⟧

*16:17 ⸂ ταῦτα παρακολουθήσει RP f 35 TR ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ¦ ἀκολουθήσει ταῦτα ⟦TNT2⟧ ⟦WH⟧

*16:17 ⸋ καιναῖς RP f 35 TR ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ¦ – ⟦TNT2⟧ ⟦WH⟧

*16:18 ⸆ – RP f 35 TR ⟦NA25⟧ ⟦SBL⟧ ¦ καὶ ἐν ταῖς χερσὶν ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA27+28⟧ ⟦NIV⟧

*16:18 ⸂ βλάψῃ RP f 35 ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧ ¦ βλάψει TR

*16:19 ⸂ Ὁ … κύριος RP f 35 TR ¦ Ὁ … κύριος Ἰησοῦς ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧

*16:20 ⸋ Ἀμήν. RP f 35 TR ¦ – ⟦TNT2⟧ ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧ ⟦SBL⟧