ΚΑΤΑ ΛΟΥΚΑΝ
1
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξεν κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου *⸋ τοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ⸌ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά· καὶ *2 ἡ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2ἡ⸌ γυνὴ *⸂ αὐτοῦ RP f35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL ⸂αὐτοῦ⸃ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι *⸂ ἐνώπιον RP f35 TR ¦ ἐναντίον TNT2 WH NA NIV SBL ⸂ἐνώπιον⸃ τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι. Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι *⸉ ἡ Ἐλισάβετ ἦν RP f35 TR ¦ ἦν ἡ Ἐλισάβετ TNT2 NA NIV SBL ¦ ἦν ἡ Ἐλεισάβετ WH ⸉ἡ Ἐλισάβετ ἦν⸊ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου. 10 Καὶ πᾶν τὸ πλῆθος *⸉ ἦν τοῦ λαοῦ RP TNT2 WH NA NIV SBL ¦ τοῦ λαοῦ ἦν f35 TR ⸉ἦν τοῦ λαοῦ⸊ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11 Ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12 Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. 13 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14 Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. 15 Ἔσται γὰρ μέγας ἐνώπιον *⸋ τοῦ RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋τοῦ⸌ κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16 Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον. 18 Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ· καὶ ἀπεστάλην λαλῆσαι πρός σε, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. 20 Καὶ ἰδού, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. 21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν· καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν *⸉ αὐτὸν ἐν τῷ ναῷ RP f35 TR TNT2 ¦ ἐν τῷ ναῷ αὐτὸν WH NA NIV SBL ⸉αὐτὸν ἐν τῷ ναῷ.⸊ 22 Ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. 23 Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα 25 ὅτι Οὕτως μοι πεποίηκεν *⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν *2 τὸ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2τὸ⸌ ὄνειδός μου ἐν ἀνθρώποις.
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ *⸂ ὑπὸ RP f35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL ⸂ὑπὸ⸃ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, 27 πρὸς παρθένον *⸂ μεμνηστευμένην RP f35 TR ¦ ἐμνηστευμένην TNT2 WH NA NIV SBL ⸂μεμνηστευμένην⸃ ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυίδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 Καὶ εἰσελθὼν *⸋ ὁ ἄγγελος RP f35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL ⸋ὁ ἄγγελος⸌ πρὸς αὐτὴν εἶπεν, Χαῖρε, κεχαριτωμένη· ὁ κύριος μετὰ σοῦ, *2 εὐλογημένη σὺ ἐν γυναιξίν RP f35 TR TNT2 ¦ – WH NA NIV SBL 2εὐλογημένη σὺ ἐν γυναιξίν.⸌ 29 Ἡ δὲ *⸋ ἰδοῦσα RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἰδοῦσα⸌ *⸂ διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ RP f35 TR ¦ ἐπὶ τῷ λόγῳ διεταράχθη TNT2 WH NA NIV SBL ⸂διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ,⸃ καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. 30 Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. 31 Καὶ ἰδού, συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 Οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. 36 Καὶ ἰδού, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ *⸂ συνειληφυῖα RP f35 TR ¦ συνείληφεν TNT2 WH NA NIV SBL ⸂συνειληφυῖα⸃ υἱὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. 37 Ὅτι οὐκ ἀδυνατήσει παρὰ *⸂ τῷ θεῷ RP f35 TR ¦ τοῦ θεοῦ TNT2 WH NA NIV SBL ⸂τῷ θεῷ⸃ πᾶν ῥῆμα. 38 Εἶπεν δὲ Μαριάμ, Ἰδού, ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 Καὶ ἐγένετο ὡς ἤκουσεν *⸉ ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας RP f35 TR ¦ τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ TNT2 NA NIV SBL ¦ τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλεισάβετ WH ⸉ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας,⸊ ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ, 42 καὶ ἀνεφώνησεν *⸂ φωνῇ RP f35 TR ¦ κραυγῇ TNT2 WH NA NIV SBL ⸂φωνῇ⸃ μεγάλῃ, καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 43 Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρός *⸂ με RP f35 TR TNT2 ¦ ἐμέ WH NA NIV SBL ⸂με;⸃ 44 Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν *⸉ τὸ βρέφος ἐν ἀγαλλιάσει RP f35 ¦ ἐν ἀγαλλιάσει τὸ βρέφος TR TNT2 WH NA NIV SBL ⸉τὸ βρέφος ἐν ἀγαλλιάσει⸊ ἐν τῇ κοιλίᾳ μου. 45 Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου. 46 Καὶ εἶπεν Μαριάμ, Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου. 48 Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί. 49 Ὅτι ἐποίησέν μοι *⸂ μεγαλεῖα RP f35 TR ¦ μεγάλα TNT2 WH NA NIV SBL ⸂μεγαλεῖα⸃ ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. 50 Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς *⸂ γενεῶν RP f35 TR ¦ καὶ γενεὰς TNT2 WH NA NIV SBL ⸂γενεῶν⸃ τοῖς φοβουμένοις αὐτόν. 51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 52 Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. 53 Πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54 Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ *⸂ εἰς τὸν αἰῶνα RP TR TNT2 WH NA NIV SBL ¦ ἕως αἰῶνος f35 ⸂εἰς τὸν αἰῶνα.⸃
56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ *⸂ ὡσεὶ RP f35 TR ¦ ὡς TNT2 WH NA NIV SBL ⸂ὡσεὶ⸃ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58 Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. 59 Καὶ ἐγένετο ἐν τῇ *⸂ ὀγδόῃ ἡμέρᾳ RP f35 TR ¦ ἡμέρᾳ τῇ ὀγδόῃ TNT2 WH NA NIV SBL ⸂ὀγδόῃ ἡμέρᾳ,⸃ ἦλθον περιτεμεῖν τὸ παιδίον· καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60 Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. 61 Καὶ εἶπον πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν *⸂ ἐν τῇ συγγενείᾳ RP f35 TR ¦ ἐκ τῆς συγγενείας TNT2 WH NA NIV SBL ⸂ἐν τῇ συγγενείᾳ⸃ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. 62 Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ, τὸ τί ἂν θέλοι καλεῖσθαι *⸂ αὐτόν RP f35 TR ¦ αὐτό TNT2 WH NA NIV SBL ⸂αὐτόν.⸃ 63 Καὶ αἰτήσας πινακίδιον ἔγραψεν, λέγων, Ἰωάννης *⸂ ἐστὶν RP TNT2 WH NA NIV SBL ¦ ἔσται f35 ¦ ἐστὶ TR ⸂ἐστὶν⸃ *⸋ τὸ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὸ⸌ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες. 64 Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. 65 Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα. 66 Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; Καὶ *⸆ – RP f35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL ⸆ χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ.
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου, καὶ προεφήτευσεν, λέγων, 68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν *⸋ τῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῷ⸌ οἴκῳ Δαυὶδ *2 τοῦ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2τοῦ⸌ παιδὸς αὐτοῦ— 70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων *⸋ τῶν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῶν⸌ ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ— 71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν, 74 ἀφόβως, ἐκ χειρὸς *⸂ τῶν ἐχθρῶν ἡμῶν RP f35 TR ¦ ἐχθρῶν TNT2 WH NA NIV SBL ⸂τῶν ἐχθρῶν ἡμῶν⸃ ῥυσθέντας, λατρεύειν αὐτῷ 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ *⸂ πάσας τὰς ἡμέρας RP f35 TR ¦ πάσαις ταῖς ἡμέραις TNT2 WH NA NIV SBL ⸂πάσας τὰς ἡμέρας⸃ *⸋ τῆς ζωῆς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῆς ζωῆς⸌ ἡμῶν. 76 Καὶ σύ, *⸆ – RP f35 TR ¦ δέ TNT2 WH NA NIV SBL ⸆ παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ *⸂ πρὸ προσώπου RP f35 TR TNT2 ¦ ἐνώπιον WH NA NIV SBL ⸂πρὸ προσώπου⸃ κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ· 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς *⸂ ἐπεσκέψατο RP f35 TR ¦ ἐπισκέψατο TNT2 ¦ ἐπισκέψεται WH NA NIV SBL ⸂ἐπεσκέψατο⸃ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

*1:5 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:5 ⸋2 ἡ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:5 ⸂ αὐτοῦ RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL

*1:6 ⸂ ἐνώπιον RP f 35 TR ¦ ἐναντίον TNT2 WH NA NIV SBL

*1:7 ⸉ ἡ Ἐλισάβετ ἦν RP f 35 TR ¦ ἦν ἡ Ἐλισάβετ TNT2 NA NIV SBL ¦ ἦν ἡ Ἐλεισάβετ WH

*1:10 ⸉ ἦν τοῦ λαοῦ RP TNT2 WH NA NIV SBL ¦ τοῦ λαοῦ ἦν f 35 TR

*1:15 ⸋ τοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*1:21 ⸉ αὐτὸν ἐν τῷ ναῷ RP f 35 TR TNT2 ¦ ἐν τῷ ναῷ αὐτὸν WH NA NIV SBL

*1:25 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:25 ⸋2 τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:26 ⸂ ὑπὸ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL

*1:27 ⸂ μεμνηστευμένην RP f 35 TR ¦ ἐμνηστευμένην TNT2 WH NA NIV SBL

*1:28 ⸋ ὁ ἄγγελος RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL

*1:28 ⸋2 εὐλογημένη σὺ ἐν γυναιξίν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*1:29 ⸋ ἰδοῦσα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:29 ⸂ διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ RP f 35 TR ¦ ἐπὶ τῷ λόγῳ διεταράχθη TNT2 WH NA NIV SBL

*1:36 ⸂ συνειληφυῖα RP f 35 TR ¦ συνείληφεν TNT2 WH NA NIV SBL

*1:37 ⸂ τῷ θεῷ RP f 35 TR ¦ τοῦ θεοῦ TNT2 WH NA NIV SBL

*1:41 ⸉ ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας RP f 35 TR ¦ τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ TNT2 NA NIV SBL ¦ τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλεισάβετ WH

*1:42 ⸂ φωνῇ RP f 35 TR ¦ κραυγῇ TNT2 WH NA NIV SBL

*1:43 ⸂ με RP f 35 TR TNT2 ¦ ἐμέ WH NA NIV SBL

*1:44 ⸉ τὸ βρέφος ἐν ἀγαλλιάσει RP f 35 ¦ ἐν ἀγαλλιάσει τὸ βρέφος TR TNT2 WH NA NIV SBL

*1:49 ⸂ μεγαλεῖα RP f 35 TR ¦ μεγάλα TNT2 WH NA NIV SBL

*1:50 ⸂ γενεῶν RP f 35 TR ¦ καὶ γενεὰς TNT2 WH NA NIV SBL

*1:55 ⸂ εἰς τὸν αἰῶνα RP TR TNT2 WH NA NIV SBL ¦ ἕως αἰῶνος f 35

*1:56 ⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL

*1:59 ⸂ ὀγδόῃ ἡμέρᾳ RP f 35 TR ¦ ἡμέρᾳ τῇ ὀγδόῃ TNT2 WH NA NIV SBL

*1:61 ⸂ ἐν τῇ συγγενείᾳ RP f 35 TR ¦ ἐκ τῆς συγγενείας TNT2 WH NA NIV SBL

*1:62 ⸂ αὐτόν RP f 35 TR ¦ αὐτό TNT2 WH NA NIV SBL

*1:63 ⸂ ἐστὶν RP TNT2 WH NA NIV SBL ¦ ἔσται f 35 ¦ ἐστὶ TR

*1:63 ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:66 ⸆ – RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL

*1:69 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:69 ⸋2 τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:70 ⸋ τῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:74 ⸂ τῶν ἐχθρῶν ἡμῶν RP f 35 TR ¦ ἐχθρῶν TNT2 WH NA NIV SBL

*1:75 ⸂ πάσας τὰς ἡμέρας RP f 35 TR ¦ πάσαις ταῖς ἡμέραις TNT2 WH NA NIV SBL

*1:75 ⸋ τῆς ζωῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*1:76 ⸆ – RP f 35 TR ¦ δέ TNT2 WH NA NIV SBL

*1:76 ⸂ πρὸ προσώπου RP f 35 TR TNT2 ¦ ἐνώπιον WH NA NIV SBL

*1:78 ⸂ ἐπεσκέψατο RP f 35 TR ¦ ἐπισκέψατο TNT2 ¦ ἐπισκέψεται WH NA NIV SBL