2
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη *⸋ ἡ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἡ⸌ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν *⸂ ἰδίαν RP f35 TR ¦ ἑαυτοῦ TNT2 WH NA NIV SBL ⸂ἰδίαν⸃ πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυίδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ *⸂ μεμνηστευμένῃ RP f35 TR ¦ ἐμνηστευμένῃ TNT2 WH NA NIV SBL ⸂μεμνηστευμένῃ⸃ αὐτῷ *⸋ γυναικί RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋γυναικί,⸌ οὔσῃ ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν. Καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν *⸋ τῇ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τῇ⸌ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ *⸋ ἰδού RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋ἰδού,⸌ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς· καὶ ἐφοβήθησαν φόβον μέγαν. 10 Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν χριστὸς κύριος, ἐν πόλει Δαυίδ. 12 Καὶ τοῦτο ὑμῖν *⸋ τὸ RP f35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 ⸋τὸ⸌ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, *⸆ – RP f35 TR ¦ καὶ TNT2 WH NA NIV SBL ⸆ κείμενον ἐν *2 – RP f35 TNT2 WH NA NIV SBL ¦ τῇ TR 2 φάτνῃ. 13 Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς *⸂ οὐρανίου RP f35 TR WH NA NIV SBL ¦ οὐρανοῦ TNT2 ⸂οὐρανίου,⸃ αἰνούντων τὸν θεόν, καὶ λεγόντων, 14 Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις *⸂ εὐδοκία RP f35 TR ¦ εὐδοκίας TNT2 WH NA NIV SBL ⸂εὐδοκία.⸃
15 Καὶ ἐγένετο, ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, *⸋ καὶ οἱ ἄνθρωποι RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋καὶ οἱ ἄνθρωποι⸌ οἱ ποιμένες *⸂ εἶπον RP f35 TR TNT2 ¦ ἐλάλουν WH NA NIV SBL ⸂εἶπον⸃ πρὸς ἀλλήλους, Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. 16 Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. 17 Ἰδόντες δὲ *⸂ διεγνώρισαν RP f35 TR ¦ ἐγνώρισαν TNT2 WH NA NIV SBL ⸂διεγνώρισαν⸃ περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. 19 Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 Καὶ *⸂ ὑπέστρεψαν RP f35 TNT2 WH NA NIV SBL ¦ ἐπέστρεψαν TR ⸂ὑπέστρεψαν⸃ οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν *⸂ αὐτόν RP f35 TNT2 WH NA NIV SBL ¦ τὸ παιδίον TR ⸂αὐτόν,⸃ καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ κυρίῳ— 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται— 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν *⸆ – RP f35 TR ¦ τῷ TNT2 WH NA NIV SBL ⸆ νόμῳ κυρίου, Ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. 25 Καὶ *⸉ ἦν ἄνθρωπος RP f35 TR ¦ ἄνθρωπος ἦν TNT2 WH NA NIV SBL ⸉ἰδού, ἦν ἄνθρωπος⸊ ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα *2 πνεῦμα ἦν ἅγιον RP f35 TNT2 WH NA NIV SBL ¦ πνεῦμα ἅγιον ἦν TR 2ἦν ἅγιον⸊ ἐπ᾽ αὐτόν. 26 Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν *⸋ ἢ RP f35 TR WH NA NIV SBL ¦ – TNT2 ⸋ἢ⸌ *⸆ – RP f35 TR ¦ ἂν TNT2 WH NA NIV SBL ⸆ ἴδῃ τὸν χριστὸν κυρίου. 27 Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας *⸋ αὐτοῦ RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋αὐτοῦ,⸌ καὶ εὐλόγησεν τὸν θεόν, καὶ εἶπεν, 29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33 Καὶ ἦν *⸂ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ RP f35 TR ¦ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ TNT2 WH NA NIV SBL ⸂Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ⸃ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 Καὶ εὐλόγησεν αὐτοὺς Συμεών, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, Ἰδού, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον· 35 καὶ σοῦ *⸋ δὲ RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋δὲ⸌ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. 36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ—αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα *⸉ ἔτη μετὰ ἀνδρὸς RP f35 TR ¦ μετὰ ἀνδρὸς ἔτη TNT2 WH NA NIV SBL ⸉ἔτη μετὰ ἀνδρὸς⸊ ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὕτη χήρα *⸂ ὡς RP f35 TR ¦ ἕως TNT2 WH NA NIV SBL ⸂ὡς⸃ ἐτῶν ὀγδοήκοντα τεσσάρων—ἣ οὐκ ἀφίστατο *⸋ ἀπὸ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἀπὸ⸌ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. 38 Καὶ *⸋ αὕτη RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὕτη⸌ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο *⸂ τῷ κυρίῳ RP f35 TR ¦ τῷ θεῷ TNT2 WH NA NIV SBL ⸂τῷ κυρίῳ,⸃ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν *2 ἐν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2ἐν⸌ Ἱερουσαλήμ. 39 Καὶ ὡς ἐτέλεσαν *⸂ ἅπαντα RP f35 TR ¦ πάντα TNT2 WH NA NIV SBL ⸂ἅπαντα⸃ τὰ κατὰ τὸν νόμον κυρίου, *2 ὑπέστρεψαν RP f35 TR ¦ ἐπέστρεψαν TNT2 WH NA NIV SBL 2ὑπέστρεψαν⸃ εἰς τὴν Γαλιλαίαν, εἰς *⸋ τὴν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τὴν⸌ πόλιν ἑαυτῶν Ναζαρέτ.
40 Τὸ δὲ παιδίον ηὔξανεν, καὶ ἐκραταιοῦτο *⸋ πνεύματι RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋πνεύματι,⸌ πληρούμενον *⸂ σοφίας RP f35 TR ¦ σοφίᾳ TNT2 WH NA NIV SBL ⸂σοφίας·⸃ καὶ χάρις θεοῦ ἦν ἐπ᾽ *2 αὐτό RP TR TNT2 WH NA NIV SBL ¦ αὐτῷ f35 2αὐτό.⸃
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα. 42 Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, *⸂ ἀναβάντων RP f35 TR ¦ ἀναβαινόντων TNT2 WH NA NIV SBL ⸂ἀναβάντων⸃ αὐτῶν *⸋ εἰς Ἱεροσόλυμα RP f35 TR TNT2 ¦ – WH NA NIV SBL ⸋εἰς Ἱεροσόλυμα⸌ κατὰ τὸ ἔθος τῆς ἑορτῆς, 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτούς, ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ· καὶ οὐκ *⸂ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ RP f35 TR ¦ ἔγνωσαν οἱ γονεῖς TNT2 WH NA NIV SBL ⸂ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ⸃ αὐτοῦ· 44 νομίσαντες δὲ αὐτὸν *⸉ ἐν τῇ συνοδίᾳ εἶναι RP f35 TR ¦ εἶναι ἐν τῇ συνοδίᾳ TNT2 WH NA NIV SBL ⸉ἐν τῇ συνοδίᾳ εἶναι,⸊ ἦλθον ἡμέρας ὁδόν, καὶ ἀνεζήτουν αὐτὸν *⸂ ἐν τοῖς συγγενέσιν καὶ ἐν τοῖς γνωστοῖς RP f35 ¦ ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς TR ¦ ἐν τοῖς συγγενέσιν καὶ τοῖς γνωστοῖς TNT2 ¦ ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς WH NA NIV SBL ⸂ἐν τοῖς συγγενέσιν καὶ ἐν τοῖς γνωστοῖς·⸃ 45 καὶ μὴ εὑρόντες *⸋ αὐτόν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋αὐτόν,⸌ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, *⸂ ζητοῦντες RP f35 TR ¦ ἀναζητοῦντες TNT2 WH NA NIV SBL ⸂ζητοῦντες⸃ αὐτόν. 46 Καὶ ἐγένετο, μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς. 47 Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν· καὶ *⸉ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν RP f35 ¦ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε TR ¦ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ TNT2 WH NA NIV SBL ⸉πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν,⸊ Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι *⸂ ἐζητοῦμέν RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ ζητοῦμέν WH NA25 ⸂ἐζητοῦμέν⸃ σε. 49 Καὶ εἶπεν πρὸς αὐτούς, Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 Καὶ κατέβη μετ᾽ αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρέτ· καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα *⸋ ταῦτα RP f35 TR TNT2 SBL ¦ – WH NA NIV ⸋ταῦτα⸌ ἐν τῇ καρδίᾳ αὐτῆς.
52 Καὶ Ἰησοῦς προέκοπτεν *⸂ σοφίᾳ καὶ ἡλικίᾳ RP f35 TR NIV73 SBL ¦ ἡλικίᾳ καὶ σοφίᾳ TNT2 ¦ τῇ σοφίᾳ καὶ ἡλικίᾳ WH ¦ ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ NA NIV11 ⸂σοφίᾳ καὶ ἡλικίᾳ,⸃ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.

*2:2 ⸋ ἡ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:3 ⸂ ἰδίαν RP f 35 TR ¦ ἑαυτοῦ TNT2 WH NA NIV SBL

*2:5 ⸂ μεμνηστευμένῃ RP f 35 TR ¦ ἐμνηστευμένῃ TNT2 WH NA NIV SBL

*2:5 ⸋ γυναικί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:7 ⸋ τῇ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:9 ⸋ ἰδού RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*2:12 ⸋ τὸ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11

*2:12 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL

*2:12 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῇ TR

*2:13 ⸂ οὐρανίου RP f 35 TR WH NA NIV SBL ¦ οὐρανοῦ TNT2

*2:14 ⸂ εὐδοκία RP f 35 TR ¦ εὐδοκίας TNT2 WH NA NIV SBL

*2:15 ⸋ καὶ οἱ ἄνθρωποι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*2:15 ⸂ εἶπον RP f 35 TR TNT2 ¦ ἐλάλουν WH NA NIV SBL

*2:17 ⸂ διεγνώρισαν RP f 35 TR ¦ ἐγνώρισαν TNT2 WH NA NIV SBL

*2:20 ⸂ ὑπέστρεψαν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπέστρεψαν TR

*2:21 ⸂ αὐτόν RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ παιδίον TR

*2:24 ⸆ – RP f 35 TR ¦ τῷ TNT2 WH NA NIV SBL

*2:25 ⸉ ἦν ἄνθρωπος RP f 35 TR ¦ ἄνθρωπος ἦν TNT2 WH NA NIV SBL

*2:25 ⸉2 πνεῦμα ἦν ἅγιον RP f 35 TNT2 WH NA NIV SBL ¦ πνεῦμα ἅγιον ἦν TR

*2:26 ⸋ ἢ RP f 35 TR WH NA NIV SBL ¦ – TNT2

*2:26 ⸆ – RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL

*2:28 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*2:33 ⸂ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ RP f 35 TR ¦ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ TNT2 WH NA NIV SBL

*2:35 ⸋ δὲ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH

*2:36 ⸉ ἔτη μετὰ ἀνδρὸς RP f 35 TR ¦ μετὰ ἀνδρὸς ἔτη TNT2 WH NA NIV SBL

*2:37 ⸂ ὡς RP f 35 TR ¦ ἕως TNT2 WH NA NIV SBL

*2:37 ⸋ ἀπὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:38 ⸋ αὕτη RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:38 ⸂ τῷ κυρίῳ RP f 35 TR ¦ τῷ θεῷ TNT2 WH NA NIV SBL

*2:38 ⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:39 ⸂ ἅπαντα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL

*2:39 ⸂2 ὑπέστρεψαν RP f 35 TR ¦ ἐπέστρεψαν TNT2 WH NA NIV SBL

*2:39 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:40 ⸋ πνεύματι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:40 ⸂ σοφίας RP f 35 TR ¦ σοφίᾳ TNT2 WH NA NIV SBL

*2:40 ⸂2 αὐτό RP TR TNT2 WH NA NIV SBL ¦ αὐτῷ f 35

*2:42 ⸂ ἀναβάντων RP f 35 TR ¦ ἀναβαινόντων TNT2 WH NA NIV SBL

*2:42 ⸋ εἰς Ἱεροσόλυμα RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*2:43 ⸂ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ RP f 35 TR ¦ ἔγνωσαν οἱ γονεῖς TNT2 WH NA NIV SBL

*2:44 ⸉ ἐν τῇ συνοδίᾳ εἶναι RP f 35 TR ¦ εἶναι ἐν τῇ συνοδίᾳ TNT2 WH NA NIV SBL

*2:44 ⸂ ἐν τοῖς συγγενέσιν καὶ ἐν τοῖς γνωστοῖς RP f 35 ¦ ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς TR ¦ ἐν τοῖς συγγενέσιν καὶ τοῖς γνωστοῖς TNT2 ¦ ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς WH NA NIV SBL

*2:45 ⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:45 ⸂ ζητοῦντες RP f 35 TR ¦ ἀναζητοῦντες TNT2 WH NA NIV SBL

*2:48 ⸉ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν RP f 35 ¦ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε TR ¦ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ TNT2 WH NA NIV SBL

*2:48 ⸂ ἐζητοῦμέν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ζητοῦμέν WH NA25

*2:51 ⸋ ταῦτα RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV

*2:52 ⸂ σοφίᾳ καὶ ἡλικίᾳ RP f 35 TR NIV73 SBL ¦ ἡλικίᾳ καὶ σοφίᾳ TNT2 ¦ τῇ σοφίᾳ καὶ ἡλικίᾳ WH ¦ ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ NA NIV11