3
Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, ἐπὶ *⸂ ἀρχιερέως RP f35 TNT2 WH NA NIV SBL ¦ ἀρχιερέων TR ⸂ἀρχιερέως⸃ Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR ⸆ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν *⸋ τὴν RP f35 TR NA NIV ¦ – TNT2 WH SBL ⸋τὴν⸌ περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου, *⸋ λέγοντος RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋λέγοντος,⸌ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς *⸂ εὐθεῖαν RP f35 TR NA27+28 NIV SBL ¦ εὐθεῖας TNT2 WH NA25 ⸂εὐθεῖαν,⸃ καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν *⸂ ποιήσομεν RP f35 TR ¦ ποιήσωμεν TNT2 WH NA NIV SBL ⸂ποιήσομεν;⸃ 11 Ἀποκριθεὶς δὲ *⸂ λέγει RP f35 TR ¦ ἔλεγεν TNT2 WH NA NIV SBL ⸂λέγει⸃ αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. 12 Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, *⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ υπ᾽ αὐτοῦ f35 ⸆ καὶ εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί *⸂ ποιήσομεν RP f35 TR ¦ ποιήσωμεν TNT2 WH NA NIV SBL ⸂ποιήσομεν;⸃ 13 Ὁ δὲ εἶπεν πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14 Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες, *⸂ Καὶ ἡμεῖς τί ποιήσομεν; RP f35 TR ¦ Τί ποιήσωμεν καὶ ἡμεῖς; TNT2 WH NA NIV SBL ⸂Καὶ ἡμεῖς τί ποιήσομεν;⸃ Καὶ εἶπεν *2 πρὸς αὐτούς RP f35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL 2πρὸς αὐτούς,⸃ Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
15 Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός, 16 ἀπεκρίνατο *⸂ ὁ Ἰωάννης, ἅπασιν λέγων RP f35 ¦ ὁ Ἰωάννης, ἅπασι λέγων TR ¦ ὁ Ἰωάνης, ἅπασιν λέγων TNT2 ¦ λέγων πᾶσιν ὁ Ἰωάνης WH ¦ λέγων πᾶσιν ὁ Ἰωάννης NA NIV SBL ⸂ὁ Ἰωάννης, ἅπασιν λέγων,⸃ Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, *⸂ καὶ διακαθαριεῖ RP f35 TR ¦ διακαθαριεῖ TNT2 ¦ διακαθᾶραι WH NA NIV SBL ⸂καὶ διακαθαριεῖ⸃ τὴν ἅλωνα αὐτοῦ, καὶ *2 συνάξει RP f35 TR TNT2 ¦ συναγαγεῖν WH NA NIV SBL 2συνάξει⸃ τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο *⸂ τὸν λαόν RP TR TNT2 WH NA NIV SBL ¦ τῷ λαῷ f35 ⸂τὸν λαόν·⸃ 19 ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς *⸆ – RP f35 TNT2 WH NA NIV SBL ¦ Φιλίππου TR ⸆ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, *⸋ καὶ RP f35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 ⸋καὶ⸌ κατέκλεισεν τὸν Ἰωάννην ἐν *2 τῇ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2τῇ⸌ φυλακῇ.
21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν, 22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει *⸂ ὡσεὶ RP f35 TR ¦ ὡς TNT2 WH NA NIV SBL ⸂ὡσεὶ⸃ περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, *⸋ λέγουσαν RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋λέγουσαν,⸌ Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
23 Καὶ αὐτὸς ἦν *⸋ ὁ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ὁ⸌ Ἰησοῦς *⸉ ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος RP f35 TR ¦ ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα TNT2 WH NA NIV SBL ⸉ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος,⸊ ὢν—*2 ὡς ἐνομίζετο—υἱὸς RP f35 TR ¦ υἱὸς—ὡς ἐνομίζετο— TNT2 WH NA NIV SBL 2ὡς ἐνομίζετο—υἱὸς⸊ Ἰωσήφ, τοῦ Ἡλί, 24 τοῦ Ματθάτ, τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ Ἰαννά, τοῦ Ἰωσήφ, 25 τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλί, τοῦ Ναγγαί, 26 τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΐ, τοῦ Ἰωσήφ, τοῦ Ἰούδα, 27 τοῦ Ἰωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί, 28 τοῦ Μελχί, τοῦ Ἀδδί, τοῦ Κωσάμ, τοῦ Ἐλμωδάμ, τοῦ Ἤρ, 29 τοῦ Ἰωσή, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, τοῦ Ματθάτ, τοῦ Λευΐ, 30 τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάν, τοῦ Ἐλιακείμ, 31 τοῦ Μελεᾶ, τοῦ Μαϊνάν, τοῦ Ματταθά, τοῦ Ναθάν, τοῦ Δαυίδ, 32 τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, 33 τοῦ *⸂ Ἀμιναδάβ τοῦ Ἀράμ RP TR TNT2 NIV ¦ Ἀμιναδάβ τοῦ Ἀράμ τοῦ Ἰωράμ f35 ¦ Ἀδμείν τοῦ Ἀρνεί WH ¦ Ἀμιναδάβ τοῦ Ἀδμίν τοῦ Ἀρνί NA SBL ⸂Ἀμιναδάβ, τοῦ Ἀράμ,⸃ τοῦ Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34 τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, 35 τοῦ Σερούχ, τοῦ Ῥαγαῦ, τοῦ Φάλεγ, τοῦ Ἑβέρ, τοῦ Σαλά, 36 τοῦ Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37 τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰαρέδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν, 38 τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ.

*3:2 ⸂ ἀρχιερέως RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀρχιερέων TR

*3:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR

*3:3 ⸋ τὴν RP f 35 TR NA NIV ¦ – TNT2 WH SBL

*3:4 ⸋ λέγοντος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:5 ⸂ εὐθεῖαν RP f 35 TR NA27+28 NIV SBL ¦ εὐθεῖας TNT2 WH NA25

*3:10 ⸂ ποιήσομεν RP f 35 TR ¦ ποιήσωμεν TNT2 WH NA NIV SBL

*3:11 ⸂ λέγει RP f 35 TR ¦ ἔλεγεν TNT2 WH NA NIV SBL

*3:12 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ υπ᾽ αὐτοῦ f 35

*3:12 ⸂ ποιήσομεν RP f 35 TR ¦ ποιήσωμεν TNT2 WH NA NIV SBL

*3:14 ⸂ Καὶ ἡμεῖς τί ποιήσομεν; RP f 35 TR ¦ Τί ποιήσωμεν καὶ ἡμεῖς; TNT2 WH NA NIV SBL

*3:14 ⸂2 πρὸς αὐτούς RP f 35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL

*3:16 ⸂ ὁ Ἰωάννης, ἅπασιν λέγων RP f 35 ¦ ὁ Ἰωάννης, ἅπασι λέγων TR ¦ ὁ Ἰωάνης, ἅπασιν λέγων TNT2 ¦ λέγων πᾶσιν ὁ Ἰωάνης WH ¦ λέγων πᾶσιν ὁ Ἰωάννης NA NIV SBL

*3:17 ⸂ καὶ διακαθαριεῖ RP f 35 TR ¦ διακαθαριεῖ TNT2 ¦ διακαθᾶραι WH NA NIV SBL

*3:17 ⸂2 συνάξει RP f 35 TR TNT2 ¦ συναγαγεῖν WH NA NIV SBL

*3:18 ⸂ τὸν λαόν RP TR TNT2 WH NA NIV SBL ¦ τῷ λαῷ f 35

*3:19 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Φιλίππου TR

*3:20 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11

*3:20 ⸋2 τῇ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:22 ⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL

*3:22 ⸋ λέγουσαν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:23 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:23 ⸉ ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος RP f 35 TR ¦ ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα TNT2 WH NA NIV SBL

*3:23 ⸉2 ὡς ἐνομίζετο—υἱὸς RP f 35 TR ¦ υἱὸς—ὡς ἐνομίζετο— TNT2 WH NA NIV SBL

*3:33 ⸂ Ἀμιναδάβ τοῦ Ἀράμ RP TR TNT2 NIV ¦ Ἀμιναδάβ τοῦ Ἀράμ τοῦ Ἰωράμ f 35 ¦ Ἀδμείν τοῦ Ἀρνεί WH ¦ Ἀμιναδάβ τοῦ Ἀδμίν τοῦ Ἀρνί NA SBL