6
Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.
False Teachers and the Love of Money
Ταῦτα δίδασκε καὶ παρακάλει. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις, τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί, *διαπαρατριβαι ¦ παραδιατριβαι ANT TRδιαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. αφιστασο απο των τοιουτων 92.5% ¦ — CT 2.9%Ἀφίστασο ἀπὸ τῶν τοιούτων. Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δηλον ¦ — CTδῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. 10 Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
Fight the Good Fight
11 Σὺ δέ, ὦ ἄνθρωπε §του ¦ — CTτοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, *πραοτητα ¦ πραυπαθιαν NA SBL WH ¦ πραυπαθειαν THπρᾳότητα. 12 Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ην ¦ ην και ANT PCK TRἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. 13 Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιουντος ¦ ζωογονουντος CTζῳοποιοῦντος τὰ πάντα, καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου §πιλατου ¦ πειλατου WHΠιλάτου τὴν καλὴν ὁμολογίαν, 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, *ανεπιληπτον ¦ ανεπιλημπτον CTἀνεπίληπτον, μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15 ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, 16 ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.
17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε, μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ᾽ εν τω θεω τω ζωντι 77.2% ¦ επι τω θεω τω ζωντι MSS 7.1% ¦ επι τω θεω MSS 5.9% ¦ επι θεω CT 1%ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν παντα πλουσιως ¦ πλουσιως παντα TRπάντα πλουσίως εἰς ἀπόλαυσιν· 18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, 19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς §αιωνιου ¦ οντως CTαἰωνίου ζωῆς.
20 Ὦ Τιμόθεε, τὴν *παραθηκην ¦ παρακαταθηκην ANT TRπαραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως· 21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.
Ἡ χάρις μετα σου ¦ μεθ υμων CTμετὰ σοῦ. αμην ¦ — CTἈμήν.§The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τιμόθεον πρώτη ἐγράφη ἀπὸ Λαοδικείας, ἥτις ἐστὶ μητρόπολις Φρυγίας τῆς Πακατιανῆς.

*6:5 διαπαρατριβαι ¦ παραδιατριβαι ANT TR

6:5 αφιστασο απο των τοιουτων 92.5% ¦ — CT 2.9%

6:7 δηλον ¦ — CT

§6:11 του ¦ — CT

*6:11 πραοτητα ¦ πραυπαθιαν NA SBL WH ¦ πραυπαθειαν TH

6:12 ην ¦ ην και ANT PCK TR

6:13 ζωοποιουντος ¦ ζωογονουντος CT

§6:13 πιλατου ¦ πειλατου WH

*6:14 ανεπιληπτον ¦ ανεπιλημπτον CT

6:17 εν τω θεω τω ζωντι 77.2% ¦ επι τω θεω τω ζωντι MSS 7.1% ¦ επι τω θεω MSS 5.9% ¦ επι θεω CT 1%

6:17 παντα πλουσιως ¦ πλουσιως παντα TR

§6:19 αιωνιου ¦ οντως CT

*6:20 παραθηκην ¦ παρακαταθηκην ANT TR

6:21 μετα σου ¦ μεθ υμων CT

6:21 αμην ¦ — CT

§6:21 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τιμόθεον πρώτη ἐγράφη ἀπὸ Λαοδικείας, ἥτις ἐστὶ μητρόπολις Φρυγίας τῆς Πακατιανῆς.