ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β
1
Greeting
Παῦλος, ἀπόστολος *ιησου χριστου ¦ χριστου ιησου ANT CT HFἸησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ᾽ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
Paul's Charge to Timothy
Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, ὑπόμνησιν λαμβανων ¦ λαβων CTλαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου ευνικη ¦ ευνεικη PCK STΕὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Δι᾽ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ §συγκακοπαθησον ¦ συνκακοπαθησον TH WHσυγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ *κατ ¦ κατα CTκατ᾽ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν ιησου χριστου ¦ χριστου ιησου NA WHἸησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος εθνων 98.1% ¦ — CT 0.9%ἐθνῶν. 12 Δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. 13 Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. 14 Τὴν καλὴν §παραθηκην ¦ παρακαταθηκην TRπαραθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι *φυγελος ¦ φυγελλος ANT PCK TRΦύγελος καὶ Ἑρμογένης. 16 Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ επαισχυνθη ¦ επησχυνθη PCK TRἐπαισχύνθη, 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαιοτερον 91.6% ¦ σπουδαιως CT 3.1%σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε— 18 δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ—καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

*1:1 ιησου χριστου ¦ χριστου ιησου ANT CT HF

1:5 λαμβανων ¦ λαβων CT

1:5 ευνικη ¦ ευνεικη PCK ST

§1:8 συγκακοπαθησον ¦ συνκακοπαθησον TH WH

*1:9 κατ ¦ κατα CT

1:10 ιησου χριστου ¦ χριστου ιησου NA WH

1:11 εθνων 98.1% ¦ — CT 0.9%

§1:14 παραθηκην ¦ παρακαταθηκην TR

*1:15 φυγελος ¦ φυγελλος ANT PCK TR

1:16 επαισχυνθη ¦ επησχυνθη PCK TR

1:17 σπουδαιοτερον 91.6% ¦ σπουδαιως CT 3.1%