2
A Good Soldier of Christ Jesus
1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. 2 Καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 *συ ουν κακοπαθησον 93.3% ¦ συγκακοπαθησον (συν- TH WH) NA SBL 3.9%Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης †ιησου χριστου ¦ χριστου ιησου CTἸησοῦ Χριστοῦ. 4 Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου ‡πραγματειαις ¦ πραγματιαις WHπραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 Νόει §α ¦ ο CTἃ λέγω· *δωη ¦ δωσει CTδῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.
8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος †δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WHΔαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· ‡αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. 11 Πιστὸς ὁ λόγος·
εἰ γὰρ συναπεθάνομεν,
καὶ §συζησομεν ¦ συνζησομεν TH WHσυζήσομεν·
12 εἰ ὑπομένομεν,
καὶ *συμβασιλευσομεν ¦ συνβασιλευσομεν WHσυμβασιλεύσομεν·
εἰ †αρνουμεθα ¦ αρνησομεθα CTἀρνούμεθα,
κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
13 εἰ ἀπιστοῦμεν,
ἐκεῖνος πιστὸς μένει·
‡αρνησασθαι ¦ αρνησασθαι γαρ NA TH WHἀρνήσασθαι ἑαυτὸν οὐ δύναται.
A Faithful Workman of God
14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ §κυριου ¦ θεου NA WHΚυρίου μὴ λογομαχεῖν *εις ¦ επ CTεἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15 Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός· 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες †την ¦ — SBL WHτὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. 19 Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα ‡κυριου ¦ χριστου TRΚυρίου.
20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. 21 Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, §και ¦ — CTκαὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
22 Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. 23 Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. 24 Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, *αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 ἐν †πραοτητι ¦ πραυτητι CTπρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε ‡δω ¦ δωη CTδῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
*2:3 συ ουν κακοπαθησον 93.3% ¦ συγκακοπαθησον (συν- TH WH) NA SBL 3.9%
†2:3 ιησου χριστου ¦ χριστου ιησου CT
‡2:4 πραγματειαις ¦ πραγματιαις WH
§2:7 α ¦ ο CT
*2:7 δωη ¦ δωσει CT
†2:8 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
‡2:9 αλλ ¦ αλλα NA27 SBL TH WH
§2:11 συζησομεν ¦ συνζησομεν TH WH
*2:12 συμβασιλευσομεν ¦ συνβασιλευσομεν WH
†2:12 αρνουμεθα ¦ αρνησομεθα CT
‡2:13 αρνησασθαι ¦ αρνησασθαι γαρ NA TH WH
§2:14 κυριου ¦ θεου NA WH
*2:14 εις ¦ επ CT
†2:18 την ¦ — SBL WH
‡2:19 κυριου ¦ χριστου TR
§2:21 και ¦ — CT
*2:24 αλλ ¦ αλλα NA27 SBL TH WH
†2:25 πραοτητι ¦ πραυτητι CT
‡2:25 δω ¦ δωη CT