3
Hard Times in the Last Days
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ *ενδυνοντες ¦ ενδυοντες PCKἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αιχμαλωτευοντες ¦ αιχμαλωτιζοντες ANT CT PCKαἰχμαλωτεύοντες γυναικαρια ¦ τα γυναικαρια TRγυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν §μωυση ¦ μωυσει ANT CT HF TRΜωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. Ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.
Continue in What You Have Learned
10 Σὺ δὲ *παρηκολουθηκας ¦ παρηκολουθησας CTπαρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι εγενετο ¦ εγενοντο ANTἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ερρυσατο ¦ ερυσατο WHἐρρύσατο ὁ Κύριος. 12 Καὶ πάντες δὲ οἱ θέλοντες §ευσεβως ζην ¦ ζην ευσεβως SBL TH WHεὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. 13 Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 Σὺ δὲ μένε ἐν οἷς ἔμαθες *και ¦ και οις PCKκαὶ ἐπιστώθης, εἰδὼς παρὰ τινος ¦ τινων CTτίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους τα ¦ — SBL WHτὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. 16 Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς §ελεγχον ¦ ελεγμον CTἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

*3:6 ενδυνοντες ¦ ενδυοντες PCK

3:6 αιχμαλωτευοντες ¦ αιχμαλωτιζοντες ANT CT PCK

3:6 γυναικαρια ¦ τα γυναικαρια TR

§3:8 μωυση ¦ μωυσει ANT CT HF TR

*3:10 παρηκολουθηκας ¦ παρηκολουθησας CT

3:11 εγενετο ¦ εγενοντο ANT

3:11 ερρυσατο ¦ ερυσατο WH

§3:12 ευσεβως ζην ¦ ζην ευσεβως SBL TH WH

*3:14 και ¦ και οις PCK

3:14 τινος ¦ τινων CT

3:15 τα ¦ — SBL WH

§3:16 ελεγχον ¦ ελεγμον CT