4
Preach the Word
1 Διαμαρτύρομαι *ουν εγω 83.5% ¦ — ᴄᴛ 9% οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ †του κυριου ιησου χριστου ¦ χριστου ιησου ᴄᴛ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς ‡κατα ¦ και ᴄᴛ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, 2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς §επιθυμιας τας ιδιας 69.7% ¦ ιδιας επιθυμιας ᴄᴛ 30.2% ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, 4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. 5 σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς *εμης αναλυσεως ¦ αναλυσεως μου ᴄᴛ ἐμῆς ἀναλύσεως ἐφέστηκε. 7 τὸν †αγωνα τον καλον ¦ καλον αγωνα ᴄᴛ ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Personal Instructions
9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με ‡εγκατελιπεν ¦ εγκατελειπεν ᴛʜ ᴡʜ ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, §κρισκης ¦ κρησκης ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ Κρίσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστι μόνος μετ᾽ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν *φαιλονην ¦ φελονην ᴇʟᴢ ᴘᴄᴋ ʀᴘ ꜱᴄʀ ᴛʜ ᴡʜ φαιλόνην ὃν †απελιπον ¦ απελειπον ᴛʜ ᴡʜ ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ‡αποδωη ¦ αποδωσει ᴄᴛ ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ §ανθεστηκε ¦ αντεστη ᴄᴛ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι *συμπαρεγενετο ¦ παρεγενετο ᴄᴛ συμπαρεγένετο, ἀλλὰ πάντες με †εγκατελιπον ¦ εγκατελειπον ᴛʜ ᴡʜ ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. 17 ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ‡ακουση ¦ ακουσωσι ᴄᴛ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ §ερρυσθην ¦ ερυσθην ᴛʜ ᴡʜ ἐρρύσθην ἐκ στόματος λέοντος. 18 *και ¦ — ᴄᴛ καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Final Greetings
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ †απελιπον ¦ απελειπον ᴡʜ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
22 Ὁ Κύριος ‡ιησους χριστος ¦ — ᴄᴛ Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ᾽ ὑμῶν.
§αμην ¦ — ᴄᴛ Ἀμήν.

*4:1 ουν εγω 83.5% ¦ — ᴄᴛ 9%

†4:1 του κυριου ιησου χριστου ¦ χριστου ιησου ᴄᴛ

‡4:1 κατα ¦ και ᴄᴛ

§4:3 επιθυμιας τας ιδιας 69.7% ¦ ιδιας επιθυμιας ᴄᴛ 30.2%

*4:6 εμης αναλυσεως ¦ αναλυσεως μου ᴄᴛ

†4:7 αγωνα τον καλον ¦ καλον αγωνα ᴄᴛ

‡4:10 εγκατελιπεν ¦ εγκατελειπεν ᴛʜ ᴡʜ

§4:10 κρισκης ¦ κρησκης ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ

*4:13 φαιλονην ¦ φελονην ᴇʟᴢ ᴘᴄᴋ ʀᴘ ꜱᴄʀ ᴛʜ ᴡʜ

†4:13 απελιπον ¦ απελειπον ᴛʜ ᴡʜ

‡4:14 αποδωη ¦ αποδωσει ᴄᴛ

§4:15 ανθεστηκε ¦ αντεστη ᴄᴛ

*4:16 συμπαρεγενετο ¦ παρεγενετο ᴄᴛ

†4:16 εγκατελιπον ¦ εγκατελειπον ᴛʜ ᴡʜ

‡4:17 ακουση ¦ ακουσωσι ᴄᴛ

§4:17 ερρυσθην ¦ ερυσθην ᴛʜ ᴡʜ

*4:18 και ¦ — ᴄᴛ

†4:20 απελιπον ¦ απελειπον ᴡʜ

‡4:22 ιησους χριστος ¦ — ᴄᴛ

§4:22 αμην ¦ — ᴄᴛ