5
Do Not Submit Again to a Yoke of Slavery
1 Τῇ ἐλευθερίᾳ *ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ουν χριστος ημας ηλευθερωσε στηκετε ᴍꜱꜱ 7.2% ¦ ουν η χριστος υμας ηλευθερωσε στηκετε ᴍꜱꜱ 5% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν ᴄᴛ 1% οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 κατηργήθητε ἀπὸ †του ¦ — ᴄᴛ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ‡εξεπεσατε ¦ εξεπεσετε ʜꜰ ᴘᴄᴋ ἐξεπέσατε. 5 ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς §ενεκοψε ¦ ανεκοψε ᴛʀ ἐνέκοψε *τη ¦ — ᴡʜ τῇ ἀληθείᾳ μὴ πείθεσθαι; 8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις †αν ¦ εαν ᴄᴛ ἂν ᾖ. 11 ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ‡πληρουται ¦ πεπληρωται ᴄᴛ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς §εαυτον ¦ σεαυτον ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ἑαυτόν. 15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ *υπο ¦ υπ ᴀɴᴛ ᴄᴛ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.
The Fruit of the Spirit and the Works of the Flesh
16 Λέγω δέ, Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα †δε ¦ γαρ ᴄᴛ δὲ ‡αντικειται αλληλοις ¦ αλληλοις αντικειται ᴄᴛ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ §αν ¦ εαν ᴄᴛ ἂν θέλητε ταῦτα ποιῆτε. 18 εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι *μοιχεια ¦ — ᴄᴛ μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 †ειδωλολατρια ¦ ειδωλολατρεια ʜꜰ ʀᴘ ᴛʜ ᴛʀ εἰδωλολατρία, ‡φαρμακεια ¦ φαρμακια ᴡʜ φαρμακεία, ἔχθραι, §ερεις ¦ ερις ᴄᴛ ᴘᴄᴋ ἔρεις, *ζηλοι ¦ ζηλος ᴄᴛ ζῆλοι, θυμοί, †εριθειαι ¦ εριθιαι ᴡʜ ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι, ‡φονοι ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς §και ¦ — ᴄᴛ καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. 22 ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 *πραοτης ¦ πραυτης ᴄᴛ πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 οἱ δὲ τοῦ †χριστου ¦ χριστου ιησου ɴᴀ ᴛʜ ᴡʜ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
25 Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. 26 μὴ ‡γινωμεθα ¦ γεινωμεθα ᴛʜ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

*5:1 ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ουν χριστος ημας ηλευθερωσε στηκετε ᴍꜱꜱ 7.2% ¦ ουν η χριστος υμας ηλευθερωσε στηκετε ᴍꜱꜱ 5% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν ᴄᴛ 1%

†5:4 του ¦ — ᴄᴛ

‡5:4 εξεπεσατε ¦ εξεπεσετε ʜꜰ ᴘᴄᴋ

§5:7 ενεκοψε ¦ ανεκοψε ᴛʀ

*5:7 τη ¦ — ᴡʜ

†5:10 αν ¦ εαν ᴄᴛ

‡5:14 πληρουται ¦ πεπληρωται ᴄᴛ

§5:14 εαυτον ¦ σεαυτον ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ

*5:15 υπο ¦ υπ ᴀɴᴛ ᴄᴛ

†5:17 δε ¦ γαρ ᴄᴛ

‡5:17 αντικειται αλληλοις ¦ αλληλοις αντικειται ᴄᴛ

§5:17 αν ¦ εαν ᴄᴛ

*5:19 μοιχεια ¦ — ᴄᴛ

†5:20 ειδωλολατρια ¦ ειδωλολατρεια ʜꜰ ʀᴘ ᴛʜ ᴛʀ

‡5:20 φαρμακεια ¦ φαρμακια ᴡʜ

§5:20 ερεις ¦ ερις ᴄᴛ ᴘᴄᴋ

*5:20 ζηλοι ¦ ζηλος ᴄᴛ

†5:20 εριθειαι ¦ εριθιαι ᴡʜ

‡5:21 φονοι ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ

§5:21 και ¦ — ᴄᴛ

*5:23 πραοτης ¦ πραυτης ᴄᴛ

†5:24 χριστου ¦ χριστου ιησου ɴᴀ ᴛʜ ᴡʜ

‡5:26 γινωμεθα ¦ γεινωμεθα ᴛʜ