6
Bear One Another's Burdens
Ἀδελφοί, ἐὰν καὶ *προληφθη ¦ προλημφθη CTπροληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραοτητος ¦ πραυτητος CTπρᾳότητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως αναπληρωσατε ¦ αναπληρωσετε NA SBL THἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, §εαυτον φρεναπατα ¦ φρεναπατα εαυτον CTἑαυτὸν φρεναπατᾷ· τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Τὸ δὲ καλὸν ποιοῦντες μὴ *εκκακωμεν ¦ εγκακωμεν NA SBL TH ¦ ενκακωμεν WHἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι. 10 Ἄρα οὖν ὡς καιρὸν εχομεν ¦ εχωμεν WHἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
Final Warning and Benediction
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μη τω σταυρω του χριστου ¦ τω σταυρω του χριστου μη NA SBL TH ¦ τω σταυρω του χριστου ιησου μη WHμὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13 Οὐδὲ γὰρ οἱ §περιτετμημενοι ¦ περιτεμνομενοι NA SBL TR WH ¦ περιτετμνημενοι THπεριτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ *τω ¦ — CTτῷ κόσμῳ. 15 εν γαρ χριστω ιησου ουτε 95.5% ¦ ουτε γαρ CT 2.7%Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ισχυει ¦ εστιν CTἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.
17 Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ §κυριου ¦ — CTΚυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν.*The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Γαλάτας ἐγράφη ἀπὸ Ῥώμης.

*6:1 προληφθη ¦ προλημφθη CT

6:1 πραοτητος ¦ πραυτητος CT

6:2 αναπληρωσατε ¦ αναπληρωσετε NA SBL TH

§6:3 εαυτον φρεναπατα ¦ φρεναπατα εαυτον CT

*6:9 εκκακωμεν ¦ εγκακωμεν NA SBL TH ¦ ενκακωμεν WH

6:10 εχομεν ¦ εχωμεν WH

6:12 μη τω σταυρω του χριστου ¦ τω σταυρω του χριστου μη NA SBL TH ¦ τω σταυρω του χριστου ιησου μη WH

§6:13 περιτετμημενοι ¦ περιτεμνομενοι NA SBL TR WH ¦ περιτετμνημενοι TH

*6:14 τω ¦ — CT

6:15 εν γαρ χριστω ιησου ουτε 95.5% ¦ ουτε γαρ CT 2.7%

6:15 ισχυει ¦ εστιν CT

§6:17 κυριου ¦ — CT

*6:18 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Γαλάτας ἐγράφη ἀπὸ Ῥώμης.