26
The Plot to Kill Jesus
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς *παντας ¦ — PCKπάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
Τότε συνήχθησαν οἱ ἀρχιερεῖς και οι γραμματεις ¦ — CTκαὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δολω κρατησωσι ¦ κρατησωσι δολω TRδόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
Jesus Anointed at Bethany
Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ §αλαβαστρον μυρου εχουσα ¦ εχουσα αλαβαστρον μυρου CTἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ *την κεφαλην ¦ της κεφαλης CTτὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. Ἰδόντες δὲ οἱ μαθηταὶ αυτου ¦ — CTαὐτοῦ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη; ηδυνατο ¦ εδυνατο CTἨδύνατο γὰρ τοῦτο §το μυρον ¦ — CTτὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι *πτωχοις ¦ τοις πτωχοις ANT PCK RPmgπτωχοῖς. 10 Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν ειργασατο ¦ ηργασατο CTεἰργάσατο εἰς ἐμέ. 11 παντοτε γαρ τους πτωχους ¦ τους πτωχους γαρ παντοτε ANT HF RPmgΠάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
Judas Agrees to Betray Jesus
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, 15 εἶπε, Τί θέλετέ μοι δοῦναι, §καγω ¦ και εγω ANT PCK RPmgκἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια, 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
The Passover with the Disciples
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες *αυτω ¦ — CTαὐτῷ, Ποῦ θέλεις ετοιμασομεν ¦ ετοιμασωμεν ANT CT RPmg TRἑτοιμάσομέν σοι φαγεῖν τὸ Πάσχα; 18 Ὁ δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ, Ὁ διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου. 19 Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δωδεκα ¦ δωδεκα μαθητων SBL WHδώδεκα. 21 Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ §εκαστος αυτων ¦ εις εκαστος CTἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι, Κύριε; 23 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ὁ ἐμβάψας μετ᾽ ἐμοῦ *εν τω τρυβλιω την χειρα ¦ την χειρα εν τω τρυβλιω CTἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. 24 Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε, Μήτι ἐγώ εἰμι, ραββι ¦ ραββει TH WHῥαββί; Λέγει αὐτῷ, Σὺ εἶπας.
The Institution of the Lord's Supper
26 Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τον ¦ — CTτὸν ἄρτον, καὶ §ευχαριστησας ¦ ευλογησας CT PCK TRεὐχαριστήσας ἔκλασε καὶ *εδιδου τοις μαθηταις και ¦ δους τοις μαθηταις CTἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. 27 Καὶ λαβὼν το ¦ — CTτὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς, λέγων, Πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου, το της καινης ¦ της CTτὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν §εκχυνομενον ¦ εκχυννομενον CTἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 Λέγω δὲ ὑμῖν *οτι ¦ — CTὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γεννηματος ¦ γενηματος ANT CT PCKγεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
Jesus Predicts Peter's Denial
31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθησεται ¦ διασκορπισθησονται ANT CTδιασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. 32 Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ §παντες ¦ και παντες PCK TRπάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ *δε ¦ — CT PCK RPmg TRδὲ οὐδέποτε σκανδαλισθήσομαι. 34 Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. 35 Λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε απαρνησωμαι ¦ απαρνησομαι ANT CT RPmg TRἀπαρνήσωμαι. Ὁμοίως δε ¦ — CT TRδὲ καὶ πάντες οἱ μαθηταὶ §ειπον ¦ ειπαν NA SBL WHεἶπον.
Jesus Prays in the Garden of Gethsemane
36 Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον *γεθσημανη ¦ γεθσημανι NA SBL ¦ γεθσημανει TH WHΓεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν προσευξωμαι εκει ¦ εκει προσευξωμαι CTπροσεύξωμαι ἐκεῖ. 37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 Τότε λέγει αὐτοῖς ο ιησους ¦ — CT TRὁ Ἰησοῦς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. 39 Καὶ §προσελθων ¦ προελθων ANT NA PCK SBL TR WHπροσελθὼν μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστι, *παρελθετω ¦ παρελθατω CTπαρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. 40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; 41 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο το ποτηριον ¦ — CTτὸ ποτήριον παρελθεῖν απ εμου ¦ — CTἀπ᾽ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 Καὶ ἐλθὼν §ευρισκει αυτους παλιν ¦ ευρεν αυτους παλιν PCK ¦ παλιν ευρεν αυτους CTεὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 Καὶ ἀφεὶς αὐτοὺς *απελθων παλιν ¦ παλιν απελθων CTἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον ειπων ¦ ειπων παλιν NA SBL WHεἰπών. 45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αυτου ¦ — CTαὐτοῦ, καὶ λέγει αὐτοῖς, Καθεύδετε §το ¦ — WHτὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, *ηγγικεν ¦ — PCKἤγγικεν ὁ παραδιδούς με.
Jesus Arrested
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθε καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον, λέγων, Ὃν αν ¦ εαν PCKἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. 49 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε, Χαῖρε, ραββι ¦ ραββει TH WHῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ᾽ §ω ¦ ο CTᾧ πάρει; Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. 51 Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψόν *σου την μαχαιραν ¦ την μαχαιραν σου CTσου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαιρα ¦ μαχαιρη CTμαχαίρᾳ αποθανουνται ¦ απολουνται CT TRἀποθανοῦνται. 53 Ἢ δοκεῖς ὅτι οὐ δύναμαι §αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι ¦ παρακαλεσαι τον πατερα μου και παραστησει μοι αρτι CTἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι *πλειους η ¦ πλειω NA SBL WH ¦ πλειους THπλείους ἢ δώδεκα λεγεωνας ¦ λεγιωνας CTλεγεῶνας ἀγγέλων; 54 Πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτω δεῖ γενέσθαι;
55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις, Ὡς ἐπὶ λῃστὴν εξηλθετε ¦ εξηλθατε CTἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾽ ἡμέραν §προς υμας ¦ — CTπρὸς ὑμᾶς *εκαθεζομην διδασκων εν τω ιερω ¦ εκαθεζομην εν τω ιερω διδασκων PCK ¦ εν τω ιερω εκαθεζομην διδασκων CTἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. 56 Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
Jesus Faces the Sanhedrin
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως· καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος. 59 Οἱ δὲ ἀρχιερεῖς και οι πρεσβυτεροι ¦ — CTκαὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατωσωσιν αυτον ¦ αυτον θανατωσωσι CT TRθανατώσωσιν αὐτόν, 60 καὶ οὐχ εὗρον. §και πολλων ψευδομαρτυρων προσελθοντων ουχ ευρον ¦ πολλων προσελθοντων ψευδομαρτυρων CTΚαὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. 61 Ὕστερον δὲ προσελθόντες δύο *ψευδομαρτυρες ¦ — CTψευδομάρτυρες ειπον ¦ ειπαν NA SBL WHεἶπον, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αυτον ¦ — CTαὐτόν. 62 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν; 63 Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ §αποκριθεις ¦ — CTἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ. 64 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 Τότε ὁ ἀρχιερεὺς *διερρηξε ¦ διερηξε WHδιέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων οτι ¦ — CTὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αυτου ¦ — CTαὐτοῦ. 66 Τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες §ειπον ¦ ειπαν NA SBL WHεἶπον, Ἔνοχος θανάτου ἐστί. 67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ *ερραπισαν ¦ εραπισαν CTἐρράπισαν, 68 λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;
Peter Denies Jesus
69 Ὁ δὲ Πέτρος εξω εκαθητο ¦ εκαθητο εξω CTἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. 70 Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αυτων ¦ — CT TRαὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. 71 Ἐξελθόντα δὲ §αυτον ¦ — CTαὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει *αυτοις ¦ τοις CT TRαὐτοῖς ἐκεῖ, και ¦ — CTΚαὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. 72 Καὶ πάλιν ἠρνήσατο μεθ ¦ μετα CTμεθ᾽ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. 74 Τότε ἤρξατο §καταθεματιζειν ¦ καταναθεματιζειν TRκαταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ *ευθεως ¦ ευθυς TH WHεὐθέως ἀλέκτωρ ἐφώνησε. 75 Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος του ¦ — ANT CT PCKτοῦ Ἰησοῦ εἰρηκότος αυτω ¦ — CTαὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.

*26:1 παντας ¦ — PCK

26:3 και οι γραμματεις ¦ — CT

26:4 δολω κρατησωσι ¦ κρατησωσι δολω TR

§26:7 αλαβαστρον μυρου εχουσα ¦ εχουσα αλαβαστρον μυρου CT

*26:7 την κεφαλην ¦ της κεφαλης CT

26:8 αυτου ¦ — CT

26:9 ηδυνατο ¦ εδυνατο CT

§26:9 το μυρον ¦ — CT

*26:9 πτωχοις ¦ τοις πτωχοις ANT PCK RPmg

26:10 ειργασατο ¦ ηργασατο CT

26:11 παντοτε γαρ τους πτωχους ¦ τους πτωχους γαρ παντοτε ANT HF RPmg

§26:15 καγω ¦ και εγω ANT PCK RPmg

*26:17 αυτω ¦ — CT

26:17 ετοιμασομεν ¦ ετοιμασωμεν ANT CT RPmg TR

26:20 δωδεκα ¦ δωδεκα μαθητων SBL WH

§26:22 εκαστος αυτων ¦ εις εκαστος CT

*26:23 εν τω τρυβλιω την χειρα ¦ την χειρα εν τω τρυβλιω CT

26:25 ραββι ¦ ραββει TH WH

26:26 τον ¦ — CT

§26:26 ευχαριστησας ¦ ευλογησας CT PCK TR

*26:26 εδιδου τοις μαθηταις και ¦ δους τοις μαθηταις CT

26:27 το ¦ — CT

26:28 το της καινης ¦ της CT

§26:28 εκχυνομενον ¦ εκχυννομενον CT

*26:29 οτι ¦ — CT

26:29 γεννηματος ¦ γενηματος ANT CT PCK

26:31 διασκορπισθησεται ¦ διασκορπισθησονται ANT CT

§26:33 παντες ¦ και παντες PCK TR

*26:33 δε ¦ — CT PCK RPmg TR

26:35 απαρνησωμαι ¦ απαρνησομαι ANT CT RPmg TR

26:35 δε ¦ — CT TR

§26:35 ειπον ¦ ειπαν NA SBL WH

*26:36 γεθσημανη ¦ γεθσημανι NA SBL ¦ γεθσημανει TH WH

26:36 προσευξωμαι εκει ¦ εκει προσευξωμαι CT

26:38 ο ιησους ¦ — CT TR

§26:39 προσελθων ¦ προελθων ANT NA PCK SBL TR WH

*26:39 παρελθετω ¦ παρελθατω CT

26:42 το ποτηριον ¦ — CT

26:42 απ εμου ¦ — CT

§26:43 ευρισκει αυτους παλιν ¦ ευρεν αυτους παλιν PCK ¦ παλιν ευρεν αυτους CT

*26:44 απελθων παλιν ¦ παλιν απελθων CT

26:44 ειπων ¦ ειπων παλιν NA SBL WH

26:45 αυτου ¦ — CT

§26:45 το ¦ — WH

*26:46 ηγγικεν ¦ — PCK

26:48 αν ¦ εαν PCK

26:49 ραββι ¦ ραββει TH WH

§26:50 ω ¦ ο CT

*26:52 σου την μαχαιραν ¦ την μαχαιραν σου CT

26:52 μαχαιρα ¦ μαχαιρη CT

26:52 αποθανουνται ¦ απολουνται CT TR

§26:53 αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι ¦ παρακαλεσαι τον πατερα μου και παραστησει μοι αρτι CT

*26:53 πλειους η ¦ πλειω NA SBL WH ¦ πλειους TH

26:53 λεγεωνας ¦ λεγιωνας CT

26:55 εξηλθετε ¦ εξηλθατε CT

§26:55 προς υμας ¦ — CT

*26:55 εκαθεζομην διδασκων εν τω ιερω ¦ εκαθεζομην εν τω ιερω διδασκων PCK ¦ εν τω ιερω εκαθεζομην διδασκων CT

26:59 και οι πρεσβυτεροι ¦ — CT

26:59 θανατωσωσιν αυτον ¦ αυτον θανατωσωσι CT TR

§26:60 και πολλων ψευδομαρτυρων προσελθοντων ουχ ευρον ¦ πολλων προσελθοντων ψευδομαρτυρων CT

*26:61 ψευδομαρτυρες ¦ — CT

26:61 ειπον ¦ ειπαν NA SBL WH

26:61 αυτον ¦ — CT

§26:63 αποκριθεις ¦ — CT

*26:65 διερρηξε ¦ διερηξε WH

26:65 οτι ¦ — CT

26:65 αυτου ¦ — CT

§26:66 ειπον ¦ ειπαν NA SBL WH

*26:67 ερραπισαν ¦ εραπισαν CT

26:69 εξω εκαθητο ¦ εκαθητο εξω CT

26:70 αυτων ¦ — CT TR

§26:71 αυτον ¦ — CT

*26:71 αυτοις ¦ τοις CT TR

26:71 και ¦ — CT

26:72 μεθ ¦ μετα CT

§26:74 καταθεματιζειν ¦ καταναθεματιζειν TR

*26:74 ευθεως ¦ ευθυς TH WH

26:75 του ¦ — ANT CT PCK

26:75 αυτω ¦ — CT