ΠΑΥΛΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ
ΦΙΛΗΜΟΝΑ
1
Greeting
1 Παῦλος, δέσμιος *ιησου χριστου 54.5% ¦ χριστου ιησου ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴛʀ 45.2%Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν 2 καὶ Ἀπφίᾳ τῇ †αγαπητη 93.4% ¦ αδελφη ᴄᴛ 5.4% ἀγαπητῇ καὶ Ἀρχίππῳ τῷ ‡συστρατιωτη 90.8% ¦ συνστρατιωτη ᴛʜ ᴡʜ 4% συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Philemon’s Love and Faith
4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις §προς 97.3% ¦ εις ᴡʜ 1.6% πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν *ημιν 64.4% ¦ υμιν ᴘᴄᴋ ᴛʀ 34.7% ἡμῖν εἰς Χριστὸν †ιησουν 96.6% ¦ — ᴄᴛ 2.1% Ἰησοῦν. 7 ‡χαριν γαρ εχομεν πολλην 65.1% ¦ χαριν εχομεν πολλην ᴍꜱꜱ 11.1% ¦ χαραν γαρ εχομεν πολλην ᴇʟᴢ ꜱᴄʀ 4.8% ¦ χαραν γαρ πολλην εσχον ᴄᴛ 4.1% χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
Paul’s Appeal for Onesimus
8 Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, 9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος §ιησου χριστου 91.9% ¦ χριστου ιησου ᴄᴛ 6.1% Ἰησοῦ Χριστοῦ— 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς *μου 97.3% ¦ — ᴄᴛ 2.5% μου, Ὀνήσιμον, 11 τόν ποτέ σοι ἄχρηστον, νυνὶ †δε 91.4% ¦ δε και ɴᴀ 7.5% δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· 12 ‡συ δε 93.1% ¦ σοι ᴄᴛ 0.7% σὺ δὲ αὐτόν, τοῦτ᾽ ἔστι τὰ ἐμὰ σπλάγχνα, §προσλαβου 91.6% ¦ — ᴄᴛ 0.9% προσλαβοῦ, 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ *διακονη μοι 80% ¦ μοι διακονη ᴄᴛ 12.7% διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου. 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. 15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16 οὐκέτι ὡς δοῦλον †αλλ 96.1% ¦ αλλα ꜱʙʟ ᴡʜ 2.8% ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ.
17 Εἰ οὖν ‡με 80.4% ¦ εμε ᴛʀ 16.1% με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18 εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ §ελλογει 92.2% ¦ ελλογα ᴄᴛ 2.1% ἐλλόγει. 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω (ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις). 20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν *κυριω 74.4% ¦ χριστω ᴄᴛ 20.3% Κυρίῳ.
21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ †ο 93.9% ¦ α ᴄᴛ 4% ὃ λέγω ποιήσεις. 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
Final Greetings
23 ‡ασπαζονται 72.8% ¦ ασπαζεται ᴀɴᴛ ᴄᴛ 25.5% Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, 24 Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
25 Ἡ χάρις τοῦ Κυρίου §ημων 89.4% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 6.7% ἡμῶν Ἰησοῦ *χριστου 80% ¦ — ᴘᴄᴋ 15.9% Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.
†αμην 91.2% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 2.3% Ἀμήν.

*1:1 ιησου χριστου 54.5% ¦ χριστου ιησου ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴛʀ 45.2%

†1:2 αγαπητη 93.4% ¦ αδελφη ᴄᴛ 5.4%

‡1:2 συστρατιωτη 90.8% ¦ συνστρατιωτη ᴛʜ ᴡʜ 4%

§1:5 προς 97.3% ¦ εις ᴡʜ 1.6%

*1:6 ημιν 64.4% ¦ υμιν ᴘᴄᴋ ᴛʀ 34.7%

†1:6 ιησουν 96.6% ¦ — ᴄᴛ 2.1%

‡1:7 χαριν γαρ εχομεν πολλην 65.1% ¦ χαριν εχομεν πολλην ᴍꜱꜱ 11.1% ¦ χαραν γαρ εχομεν πολλην ᴇʟᴢ ꜱᴄʀ 4.8% ¦ χαραν γαρ πολλην εσχον ᴄᴛ 4.1%

§1:9 ιησου χριστου 91.9% ¦ χριστου ιησου ᴄᴛ 6.1%

*1:10 μου 97.3% ¦ — ᴄᴛ 2.5%

†1:11 δε 91.4% ¦ δε και ɴᴀ 7.5%

‡1:12 συ δε 93.1% ¦ σοι ᴄᴛ 0.7%

§1:12 προσλαβου 91.6% ¦ — ᴄᴛ 0.9%

*1:13 διακονη μοι 80% ¦ μοι διακονη ᴄᴛ 12.7%

†1:16 αλλ 96.1% ¦ αλλα ꜱʙʟ ᴡʜ 2.8%

‡1:17 με 80.4% ¦ εμε ᴛʀ 16.1%

§1:18 ελλογει 92.2% ¦ ελλογα ᴄᴛ 2.1%

*1:20 κυριω 74.4% ¦ χριστω ᴄᴛ 20.3%

†1:21 ο 93.9% ¦ α ᴄᴛ 4%

‡1:23 ασπαζονται 72.8% ¦ ασπαζεται ᴀɴᴛ ᴄᴛ 25.5%

§1:25 ημων 89.4% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 6.7%

*1:25 χριστου 80% ¦ — ᴘᴄᴋ 15.9%

†1:25 αμην 91.2% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 2.3%