3
Be Ready for Every Good Work
Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς *και ¦ — CTκαὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραοτητα ¦ πραυτητα CTπρᾳότητα πρὸς πάντας ἀνθρώπους. Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισουντες ¦ μεισουντες THμισοῦντες ἀλλήλους. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ §ων ¦ α CTὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ *τον αυτου ελεον ¦ το αυτου ελεος CTτὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσιας ¦ παλινγενεσιας TH WHπαλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενωμεθα ¦ γενηθωμεν CTγενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου. Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες §θεω ¦ τω θεω ANT PCK TRΘεῷ. Ταῦτά ἐστι *τα ¦ — CTτὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ερεις ¦ ερις PCK ¦ εριν WHἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
Final Instructions and Greetings
12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ απολλω ¦ απολλων CTἈπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
15 Ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.
Ἡ χάρις μετὰ πάντων ὑμῶν. §αμην ¦ — CTἈμήν.*The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τίτον τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας.

*3:1 και ¦ — CT

3:2 πραοτητα ¦ πραυτητα CT

3:3 μισουντες ¦ μεισουντες TH

§3:5 ων ¦ α CT

*3:5 τον αυτου ελεον ¦ το αυτου ελεος CT

3:5 παλιγγενεσιας ¦ παλινγενεσιας TH WH

3:7 γενωμεθα ¦ γενηθωμεν CT

§3:8 θεω ¦ τω θεω ANT PCK TR

*3:8 τα ¦ — CT

3:9 ερεις ¦ ερις PCK ¦ εριν WH

3:13 απολλω ¦ απολλων CT

§3:15 αμην ¦ — CT

*3:15 The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τίτον τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Νικοπόλεως τῆς Μακεδονίας.