12
Enter Herod
Κατ᾿ ἐκεῖνον δὲ τὸν καιρόν, ἐπέβαλεν Ἡρῴδης βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλεν δὲ Ἰάκωβον, τὸν ἀδελφὸν Ἰωάννου, μαχαίρᾳ.* Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων) ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
Enter angel
μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ, προσευχὴ δὲ ἦν ἐκτενὴς§ γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ* αὐτοῦ. Ὅτε δὲ ἔμελλεν προάγειν αὐτὸν Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, «Ἀνάστα ἐν τάχεικαὶ ἐξέπεσον§ αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέν τε* ἄγγελος πρὸς αὐτόν, «Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σουἘποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ, «Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ,§ καὶ οὐκ ᾔδει* ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. 10 Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον§ ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη* ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ἄγγελος ἀπ᾿ αὐτοῦ.
Enter Rhoda
11 Καὶ Πέτρος, γενόμενος ἐν ἑαυτῷ, εἶπεν, «Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν§ Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό* με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων 12 Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν§ Μαρίας, τῆς μητρὸς Ἰωάννου (τοῦ ἐπικαλουμένου Μάρκου), οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι* καὶ προσευχόμενοι. 13 Κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθεν παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. 14 Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. 15 Οἱ δὲ πρὸς αὐτὴν εἶπον, «Μαίνῃ δὲ διισχυρίζετο οὕτως ἔχειν. Οἱ δὲ§ ἔλεγον, « ἄγγελος αὐτοῦ ἐστιν* 16  δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτὸν καὶ ἐξέστησαν. 17 Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν, διηγήσατο αὐτοῖς πῶς Κύριος αὐτὸν ἐξήγαγεν§ ἐκ τῆς φυλακῆς. Εἶπεν δέ,* «Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦταΚαὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
Poor guards
18 Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα Πέτρος ἐγένετο. 19 Ἡρῴδης δέ, ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν.
Herod gets his ‘comeuppance’
20 Ἦν δὲ Ἡρῴδης§ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδόν τε* παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. 21 Τακτῇ δὲ ἡμέρᾳ Ἡρῴδης, ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς. 22  δὲ δῆμος ἐπεφώνει,§ «Θεοῦ φωνὴ* καὶ οὐκ ἀνθρώπου 23 Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου, ἀνθ᾿ ὧν οὐκ ἔδωκεν δόξαν τῷ Θεῷ, καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν.
24  δὲ λόγος τοῦ Θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο.
The Gentile Church
25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς Ἀντιόχειαν,§






πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ* Ἰωάννην, τὸν ἐπικληθέντα Μᾶρκον.
* 12:2 μαχαιρα f35 D [98%] HF,RP,OC,TR,CP ¦ μαχαιρη ℵA,B [2%] NU 12:3 και ιδων f35 D [95%] HF,RP,OC,TR,CP ¦ ~ 2 δε 𝕻45ℵA,B [5%] NU 12:3 αι f35 A,D [50%] HF,RP,OC[NU] ¦ — 𝕻45vℵB [50%] TR,CP § 12:5 εκτενης f35 [98%] HF,RP,OC,TR,CP ¦ εκτενως ℵA,B [2%] NU ¦ εν εκτενεια D * 12:5 υπερ f35 A [95%] HF,RP,OC,TR ¦ περι ℵB,D [5%] CP,NU 12:6 εμελλεν f35 A,D [65%] HF,RP,OC,TR,CP ¦ ημελλεν ℵB [35%] NU 12:6 προαγειν αυτον f35 D [25%] ¦ ~ 21 [58%] HF,RP,OC,TR ¦ προαγαγειν 2 A [2%] CP,NU ¦ προσαγειν 2 ℵ [8%] ¦ προσαγαγειν 2 B [1%] ¦ ~ 2 προαγαγειν [5%] ¦ two other variants [1%] § 12:7 εξεπεσον rell ¦ εξεπεσαν ℵA,B,D [5%] NU ¦ εξεπεσων [3%] * 12:8 τε f35 ℵA [85%] HF,RP,OC,TR,CP ¦ δε B,D [15%] NU 12:8 περιζωσαι f35 [95%] HF,RP,OC,TR,CP ¦ ζωσαι ℵA,B,D [5%] NU 12:9 ηκολουθει rell ¦ ηκολουθη [15%] ¦ ηκολουθι ℵ [1%] § 12:9 αυτω f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,D [3%] NU * 12:9 ηδει rell ¦ ηδη [12%] ¦ ηδι ℵ ¦ two other variants 12:9 γινομενον rell ¦ γενομενον [5%] CP ¦ γεινομενον B,D 12:9 δια rell ¦ υπο A [20%] § 12:10 ηλθον rell ¦ ηλθαν ℵA,B [1%] NU * 12:10 αυτοματη rell ¦ αυτοματι [15%] 12:10 ηνοιχθη f35 [90%] HF,RP,OC,TR,CP ¦ ηνοιγη A [5%] NU ¦ ηνυγη ℵB,D ¦ ηνυχθη [4%] 12:11 γενομενος εν εαυτω f35 [95%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵA,D [5%] NU ¦ ~ 2 αυτω 1 B § 12:11 εξαπεστειλεν f35 ℵA [96%] HF,RP,OC,TR,CP ¦ 1 ο B [4%] [NU] * 12:11 εξειλετο rell ¦ εξειλατο ℵA,B,D [13%] NU ¦ εξηλατο [7%] ¦ εξιλατο [1%] ¦ ερρυσατο [5%] 12:11 της rell ¦ — CP 12:12 τε rell ¦ δε A [15%] ¦ και D ¦ 1 ο πετρος [13%] § 12:12 οικιαν f35 [98%] HF,RP,OC,TR,CP ¦ 1 της ℵA,B,D [2%] NU * 12:12 συνηθροισμενοι rell ¦ 1 αδελφοι [5%] CP 12:13 του πετρου f35 [90%] HF,RP,TR,CP ¦ αυτου ℵA,B,D [10%] OC,NU 12:15 ειπον rell ¦ ειπαν ℵA,B [2%] NU ¦ ελεγον Dv ¦ two other variants [1%] § 12:15 δε rell ¦ δ TR * 12:15 αυτου εστιν f35 D [99%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B [1%] NU 12:16 ειδον rell ¦ ειδαν A,B [1%] NU ¦ ιδον [8%] ¦ και ιδοντες D 12:17 αυτοις f35 B,D [97%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵA [3%] § 12:17 αυτον εξηγαγεν (A) rell ¦ ~ 21 [13%] OC * 12:17 δε f35 D [97%] HF,RP,OC,TR,CP ¦ τε 𝕻45ℵA,B [3%] NU 12:19 δε rell ¦ τε A [5%] CP 12:19 την f35 [90%] HF,RP,OC,TR,CP ¦ — 𝕻45ℵA,B,D [10%] NU § 12:20 ο ηρωδης f35 [85%] HF,RP,TR,CP ¦ 2 [11%] OC ¦ — ℵA,B(D) [4%] NU * 12:20 τε f35 [20%] OC,CP ¦ δε ℵA,B(D) [70%] HF,RP,TR,NU ¦ — [10%] 12:21 και f35 A,D [95%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵB [5%] 12:21 καθισας rell ¦ καθησας [20%] § 12:22 επεφωνει rell ¦ επεφωνη [18%] * 12:22 θεου φωνη f35 ℵA,B(D) [20%] OC,TR,NU ¦ ~ 21 [78%] HF,RP,CP ¦ ~ 2 κυριου [2%] 12:23 εδωκεν f35 D [96%] HF,RP,CP ¦ 1 την ℵA,B [4%] OC,TR,NU 12:23 σκωληκοβρωτος rell ¦ σκωληκωβρωτος CP ¦ σκωλικοβρωτος [9%] ¦ σκολικοβρωτος [5%] ¦ four further spellings D [4%] § 12:25 1) εις αντιοχειαν (f35=27.8%) (5.1%) 2) απο ιερουσαλημ (f35=8.9%) D (10.9%) 3) απο ιερουσαλημ εις αντιοχειαν (f35=12.7%) (7.3%) 4) εξ ιερουσαλημ (f35=1.3%) ℵA (3.6%) OC,TR 5) εξ ιερουσαλημ εις αντιοχειαν (f35=11.4%) (12.2%) CP 6) εις ιερουσαλημ (f35=36.7%) B (60%) RP,HF,NU [15 out of 29 f35 MSS are at M. Lavras!] 7) εις ιερουσαλημ εις αντιοχειαν (f35=1.3%) (0.6%) (one other reading) (0.2%) For a discussion of this set of variants, please see ‘Appendix II’ on page 791. * 12:25 και f35 [98%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [2%] NU ¦ τον D