16
Paul finds Timothy
Κατήντησεν δὲ* εἰς Δέρβην καὶ Λύστραν. Καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικός τινος§ Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. Τοῦτον ἠθέλησεν Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεσαν* γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην ὑπῆρχεν. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις παρεδίδουν§ αὐτοῖς φυλάσσειν τὰ δόγματατὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν* πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ. Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾿ ἡμέραν.
The ‘Macedonian call’
Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν§ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες* κατὰ τὴν Μυσίαν ἐπείραζον κατὰ τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα.§ Παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
Καὶ ὅραμα διὰ τῆς* νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνήρ τις ἦν Μακεδὼν ἑστώς,§ παρακαλῶν αὐτὸν καὶ λέγων, «Διαβὰς εἰς τὴν* Μακεδονίαν, βοήθησον ἡμῖν 10 Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς Κύριος§ εὐαγγελίσασθαι αὐτούς.
Philippi
11 Ἀναχθέντες οὖν* ἀπὸ τῆς Τρῳάδος, εὐθυδρομήσαμεν εἰς τὴν Σαμοθρᾴκην, τῇ τε§ ἐπιούσῃ εἰς Νεάπολιν·* 12 ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆς μερίδος τῆς§ Μακεδονίας πόλις, κολωνεία.* Ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμόν, οὗ ἐνομίζετο§ προσευχὴ* εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 14 Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων,§ σεβομένη τὸν Θεόν, ἤκουεν,* ἧς Κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. 15 Ὡς δὲ ἐβαπτίσθη αὐτῇ, καὶ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, «Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μείνατε§ Καὶ παρεβιάσατο ἡμᾶς.
Prison
16 Ἐγένετο δέ, πορευομένων ἡμῶν εἰς* προσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη. 17 Αὕτη κατακολουθήσασα§ τῷ Παύλῳ καὶ τῷ Σίλᾳ* ἔκραζεν λέγουσα, «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν§ ὁδὸν σωτηρίας 18 Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ * Παῦλος, καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν, «Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆςΚαὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν§ Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον,* «Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσιν 22 Καὶ συνεπέστη ὄχλος κατ᾿ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια§ ἐκέλευον ῥαβδίζειν. 23 Πολλάς τε ἐπιθέντες αὐτοῖς πληγάς, ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24 ὅς, παραγγελίαν τοιαύτην εἰληφώς,* ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
The Jailor Converts
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο§ δὲ αὐτῶν οἱ δέσμιοι. 26 Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου·* ἀνεῴχθησάν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27 Ἔξυπνος δὲ γενόμενος δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος§ μάχαιραν, ἔμελλεν* ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28 Ἐφώνησεν δὲ φωνῇ μεγάλῃ Παῦλος λέγων, «Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε 29 Αἰτήσας δὲ φῶτα εἰσεπήδησεν§ καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷ* Σίλᾳ. 30 Καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, «Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ 31 Οἱ δὲ εἶπον, «Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ σωθήσῃ, σὺ καὶ οἶκός σου 32 Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσιν§ τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33 Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες* παραχρῆμα. 34 Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιᾶτο, πανοικὶ§ πεπιστευκὼς τῷ Θεῷ.
Magistrates Rebuked
35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, «Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους 36 Ἀπήγγειλεν δὲ δεσμοφύλαξ τοὺς λόγους τούτους* πρὸς τὸν Παῦλον, ὅτι «Ἀπεστάλκασιν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ 37  δὲ Παῦλος ἔφη πρὸς αὐτούς· «Δήραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον§ εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ· ἀλλὰ* ἐλθόντες αὐτοὶ ἐξαγαγέτωσαν 38 Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ἐφοβήθησαν δὲ§ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν· 39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν* τῆς πόλεως. 40 Ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς§ τὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺς* καὶ ἐξῆλθον.
* 16:1 δε f35 ℵC [95%] HF,RP,OC,TR,CP ¦ 1 και 𝕻45A,B [5%] [NU] ¦ — D 16:1 και f35 C,D [96%] HF,RP,OC,TR,CP ¦ 1 εις ℵA,B [4%] NU 16:1 εκει rell ¦ — CP § 16:1 τινος f35 [90%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [10%] NU (OC is in small print) * 16:3 ηδεσαν f35 [22%] ¦ ηδεισαν ℵA,B,C,D [65%] HF,RP,OC,TR,CP,NU ¦ ηδησαν [10%] ¦ two other variants [3%] (Imperfect or Pluperfect? The Imperfect fits the context better.) 16:3 τον πατερα αυτου οτι ελλην f35 𝕻45vD [95%] HF,RP,OC,TR,CP ¦ ~ 45 ο πατηρ 3 ℵA,B,C [5%] NU 16:4 διεπορευοντο rell ¦ επορευοντο [10%] CP ¦ διερχομενοι D § 16:4 παρεδιδουν f35 [95%] HF,RP,OC,TR,CP ¦ παρεδιδοσαν 𝕻45vℵA,B,D [4%] NU ¦ παρεδιδουσαν C ¦ παρεδιδωσαν [1%] * 16:4 των f35 [90%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [10%] NU 16:4 ιερουσαλημ f35 [96%] HF,RP,OC,TR,CP ¦ ιεροσολυμοις ℵA,B,C [4%] NU 16:6 διελθοντες f35 [80%] HF,RP,OC,TR,CP ¦ διηλθον ℵA,B,C,D [20%] NU § 16:6 την f35 [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [5%] NU * 16:7 ελθοντες f35 [80%] HF,RP,OC,TR,CP ¦ 1 δε ℵA,B,C,D [20%] NU 16:7 κατα f35 [90%] HF,RP,OC,TR,CP ¦ εις ℵA,B,C,D [10%] NU 16:7 πορευεσθαι f35 C,D [97%] HF,RP,OC,TR,CP ¦ πορευθηναι ℵA,B [3%] NU § 16:7 πνευμα f35 [94%] HF,RP,OC,TR,CP ¦ 1 ιησου ℵA,B,D [6%] NU ¦ 1 κυριου C * 16:9 της f35 ℵC [98%] HF,RP,OC,TR,CP[NU] ¦ — A,B,D [2%] 16:9 ωφθη τω παυλω f35 A,C,D [94%] HF,RP,OC,TR,CP ¦ ~ 231 ℵB [4%] NU ¦ εφανη 23 [2%] 16:9 τις ην μακεδων f35 [89%] HF,RP,OC,TR,CP ¦ ~ 312 (ℵA)B(C) [4%] NU ¦ 13 [5%] ¦ ~ 31 D [1%] ¦ two other variants [1%] § 16:9 εστως f35 (D) [90%] HF,RP,OC,TR,CP ¦ 1 και ℵA,B,C [10%] NU * 16:9 την f35 [20%] ¦ — ℵA,B,C,D [80%] HF,RP,OC,TR,CP,NU 16:9 μακεδονιαν rell ¦ μακεδωνιαν [6%] CP ¦ μακαιδονιαν A [1%] (CP has the same vowel shift in verses 10 and 12.) 16:10 την f35 [75%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [25%] NU ¦ D is wild § 16:10 κυριος f35 D [95%] HF,RP,OC,TR,CP ¦ θεος ℵA,B,C [5%] NU * 16:11 ουν f35 B,C [95%] HF,RP,OC,TR,CP ¦ δε ℵA [4%] NU ¦ — D [1%] 16:11 της f35 [93%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [7%] NU 16:11 την f35 [20%] ¦ — ℵA,B,C,D [80%] HF,RP,OC,TR,CP,NU § 16:11 τε f35 [90%] HF,RP,TR,CP ¦ δε ℵA,C [10%] OC,NU ¦ δ B ¦ και D * 16:11 νεαπολιν f35 C,D [97%] HF,RP,OC,TR,CP ¦ νεαν πολιν ℵA,B [3%] NU 16:12 εκειθεν τε f35 [90%] HF,RP,OC,TR,CP ¦ κακειθεν ℵA,B(C)D [5%] NU ¦ 1 δε [5%] 16:12 πρωτη της f35 ℵA,C [84%] HF,RP,OC,TR,CP ¦ 1 B [16%] ¦ κεφαλη D ¦ πρωτης [none!] [NU] (NU has a conjecture) § 16:12 μεριδος της rell ¦ 1 ℵA,C [10%] ¦ — D [10%] (homoioteleuton) * 16:12 κολωνεια f35 [82%] HF,RP,CP ¦ κολωνια ℵB,C,D [12%] OC,TR,NU ¦ κωλωνεια [5%] ¦ κωλωνια A ¦ three other variants [1%] 16:12 αυτη f35 [93%] HF,RP,OC,CP ¦ ταυτη ℵA,B,C,D [6%] TR,NU ¦ one other variant 16:13 πολεως f35 [95%] HF,RP,OC,TR,CP ¦ πυλης ℵA,B,C,D [5%] NU § 16:13 ενομιζετο f35 A [96%] HF,RP,OC,TR,CP ¦ ενομιζομεν B [2%] NU ¦ ενομιζαμεν C ¦ ενομιζεν ℵ [1%] ¦ εδοκει D * 16:13 προσευχη f35 A,B,D [84%] HF,RP,OC,TR,CP ¦ προσευχην ℵC [2%] NU ¦ ευχη [14%] 16:13 καθισαντες rell ¦ καθησαντες [10%] ¦ καθεισαντες A 16:14 πορφυροπωλις rell ¦ πορφυροπολις [30%] ¦ πορφυροπωλεις A ¦ πορφυροπολεις [3%] ¦ one other variant § 16:14 θυατειρων rell ¦ θυατηρων [25%] ¦ three other variants [1%] * 16:14 ηκουεν rell ¦ ηκουσεν D [30%] 16:15 αυτη f35 [20%] ¦ — ℵA,B,C,D [80%] HF,RP,OC,TR,CP,NU 16:15 τω κυριω ειναι rell ¦ ~ 312 [5%] CP ¦ 3 [5%] § 16:15 μεινατε f35 [96%] HF,RP,OC,TR,CP ¦ μενετε 𝕻45ℵA,B,D [3%] NU ¦ μινατε C ¦ μενεται [1%] * 16:16 εις f35 D [95%] HF,RP,OC,TR,CP ¦ 1 την 𝕻45ℵA,B,C [5%] NU 16:16 πυθωνος f35 𝕻45 [97%] HF,RP,OC,TR,CP ¦ πυθωνα ℵA,B,C,D [3%] NU 16:16 απαντησαι f35 A,D [96%] HF,RP,OC,TR,CP ¦ υπαντησαι 𝕻45ℵB,C [4%] NU § 16:17 κατακολουθησασα f35 A,C [98%] HF,RP,OC,TR,CP ¦ κατακολουθουσα ℵB,D [2%] NU ¦ κατακολουθουσαν 𝕻45 * 16:17 τω σιλα f35 [40%] OC ¦ ημιν 𝕻45ℵA,B,C(D) [60%] HF,RP,TR,CP,NU (Who was put in prison?) 16:17 εκραζεν rell ¦ εκραξε [17%] CP ¦ εκραζον D 16:17 καταγγελλουσιν rell ¦ καταγγελουσιν [30%] ¦ ευαγγελιζοντες D § 16:17 ημιν f35 A,C [80%] HF,RP,OC,TR,CP ¦ υμιν ℵB(D) [20%] NU * 16:18 ο f35 C,D [98%] HF,RP,OC,TR,CP ¦ — 𝕻45ℵA,B [2%] NU 16:18 παραγγελλω rell ¦ παραγγελω C [18%] 16:18 τω f35 D [93%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [7%] NU § 16:19 τον rell ¦ — C,D [5%] CP * 16:20 ειπον rell ¦ ειπαν ℵA,B [2%] NU 16:21 καταγγελλουσιν rell ¦ καταγγελουσιν [25%] ¦ one other variant 16:22 περιρρηξαντες f35 [82%] HF,RP,OC,TR,CP ¦ περιρηξαντες ℵA,B,C,D [18%] NU § 16:22 αυτων τα ιματια rell ¦ ~ 231 [1%] CP * 16:24 ειληφως f35 [95%] HF,RP,OC,TR,CP ¦ λαβων ℵA,B,C,D [5%] NU 16:24 εσωτεραν rell ¦ εσοτεραν [12%] CP 16:24 αυτων ησφαλισατο f35 (D) [97%] HF,RP,OC,TR,CP ¦ ~ 21 ℵA,B,C [3%] NU § 16:25 επηκροωντο rell ¦ επικροωντο [40%] * 16:26 δεσμωτηριου rell ¦ δεσμοτηριου [14%] 16:26 ανεωχθησαν f35 [95%] HF,RP,OC,TR,CP ¦ ηνεωχθησαν B,C,D [3%] NU ¦ ηνοιχθησαν ℵA [2%] 16:26 δε f35 ℵA,B,D [30%] NU ¦ τε C [70%] HF,RP,OC,TR,CP § 16:27 σπασαμενος f35 ℵA [98%] HF,RP,OC,TR,CP ¦ 1 την B,C,D [2%] [NU] * 16:27 εμελλεν f35 D [85%] HF,RP,OC,TR,CP ¦ ημελλεν ℵA,B,C [15%] NU 16:28 φωνη μεγαλη ο παυλος f35 D (91.3%) HF,RP,OC,TR,CP ¦ ~ 2134 A (0.8%) [NU] ¦ ~ 3412 (3.5%) ¦ ~ 214 [1%] ¦ 124 ℵC (3.1%) ¦ ~ 421 B ¦ three other variants (1%) 16:28 πραξης rell ¦ πραξεις [13%] ¦ one other variant § 16:29 εισεπηδησεν rell ¦ εισεπιδησεν [5%] CP * 16:29 τω f35 ℵA [98%] HF,RP,OC,TR,CP[NU] ¦ — B,C,D [2%] 16:31 ειπον rell ¦ ειπαν ℵA,B,D [3%] NU 16:31 χριστον f35 C,D [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [3%] NU § 16:32 και πασιν f35 [92%] HF,RP,OC,TR,CP ¦ συν 2 A,C,D [6%] NU ¦ συμπασιν 𝕻45ℵ [2%] ¦ συ πασιν B * 16:33 αυτου παντες f35 (A)C,D (89.6%) HF,RP,OC,TR,NU ¦ 1 απαντες ℵB (4.1%) ¦ 1 ολος 𝕻45 ¦ 1 (3.9%) CP ¦ αυτω 2 (1.9%) ¦ one other variant 16:34 αυτου f35 ℵA(D) [80%] HF,RP,OC,TR,CP ¦ — 𝕻45B,C [20%] NU 16:34 ηγαλλιατο f35 C,D [70%] HF,RP,OC ¦ ηγαλλιασατο ℵA,B [30%] TR,CP,NU § 16:34 πανοικι f35 [96%] HF,RP,OC,TR,CP ¦ πανοικει 𝕻45ℵA,B,C [4%] NU ¦ D is wild * 16:36 τουτους f35 ℵA [99%] HF,RP,OC,TR,CP[NU] ¦ — B,C,D [1%] 16:36 απεσταλκασιν f35 D [97%] HF,RP,OC,TR,CP ¦ απεσταλκαν 𝕻45ℵA,B [2%] NU ¦ απεστειλαν C [1%] 16:37 δηραντες f35 [32%] CP ¦ δειραντες A,B,D [67%] HF,RP,OC,TR,NU ¦ διραντες ℵ [1%] § 16:37 εβαλον rell ¦ εβαλαν B,D,NU * 16:37 αλλα rell ¦ αλλ [23%] 16:37 αυτοι f35 [75%] HF,RP ¦ 1 ημας 𝕻45ℵA,B,D [25%] OC,TR,CP,NU 16:38 ανηγγειλαν f35 [65%] HF,RP,OC,TR,CP ¦ απηγγειλαν 𝕻45(ℵ)A,B,D [35%] NU § 16:38 εφοβηθησαν δε f35 𝕻45ℵA,B [20%] NU ¦ ~ και 1 [80%] HF,RP,OC,TR,CP ¦ ~ 21 (D) * 16:39 εξελθειν f35 𝕻45v(D) [96%] HF,RP,OC,TR,CP ¦ απελθειν (ℵ)A,B [4%] NU 16:39 της f35 [93%] HF,RP,OC,TR,CP ¦ απο 1 ℵA,B [5%] NU ¦ εκ 1 D [2%] 16:40 απο f35 ℵB [20%] NU ¦ εκ A,D [80%] HF,RP,OC,TR,CP § 16:40 προς rell ¦ εις [5%] TR * 16:40 τους αδελφους παρεκαλεσαν αυτους f35 (D) [98%] HF,RP,OC,TR,CP ¦ ~ 312 ℵA,B [2%] NU