26
Paul’s defense
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, «Ἐπιτρέπεταί σοι ὑπὲρ* σεαυτοῦ λέγεινΤότε Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα· «Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, Βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον, μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν§ τε καὶ ζητημάτων· διὸ δέομαί σου* μακροθύμως ἀκοῦσαί μου. Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος, τὴν ἀπ᾿ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν§ Ἱεροσολύμοις, ἴσασιν πάντες οἱ* Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. Καὶ νῦν ἐπ᾿ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος, εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενίᾳ§ νύκτα καὶ ἡμέραν λατρεῦον,* ἐλπίζει καταντῆσαι. Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, Βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. Τί ἄπιστον κρίνεται παρ᾿ ὑμῖν εἰ Θεὸς νεκροὺς ἐγείρει;
How he persecuted Christians
»Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10  καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ§ φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουμένων τε* αὐτῶν κατήνεγκα ψῆφον. 11 Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
How Jesus chose him
12 »Ἐν οἷς καὶ πορευόμενος εἰς Δαμασκὸν μετ᾿ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ§ τῶν ἀρχιερέων, 13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον,* βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. 14 Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· ‹Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.› 15 Ἐγὼ δὲ εἶπον,§Τίς εἶ, Κύριε;› δὲ* εἶπεν· ‹Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. 16 Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι, 17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ§ σε ἀποστέλλω·* 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις, πίστει τῇ εἰς ἐμέ.› 19 Ὅθεν, Βασιλεῦ§ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον* καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν, ἀπαγγέλλω·μετανοεῖν§ καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.› 21 Ἕνεκα τούτων με οἱ Ἰουδαῖοι συλλαβόμενοι* ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22 Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος§ μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι* καὶ Μωϋσῆς 23 εἰ παθητὸς Χριστός· εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε§ λαῷ καὶ τοῖς ἔθνεσιν
Festus interrupts
24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη·* «Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει 25  δέ· «Οὐ μαίνομαιφησίν, «κράτιστε Φῆστε· ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26 Ἐπίσταται γὰρ περὶ τούτων βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τι§ τούτων οὐ* πείθομαι οὐδέν, οὐ γὰρ§ ἐν γωνίᾳ πεπραγμένον τοῦτο.* 27 Πιστεύεις, Βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις 28  δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη, «Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι 29  δὲ Παῦλος εἶπεν,§ «Εὐξαίμην* ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σέ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων
30 Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη§ βασιλεύς, καὶ ἡγεμὼν τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι «Οὐδὲν θανάτου ἄξιον δεσμῶν* πράσσει ἄνθρωπος οὗτος 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, «Ἀπολελύσθαι ἐδύνατο ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο§ Καίσαρα
* 26:1 υπερ f35 B [84%] HF,RP,OC,TR,CP ¦ περι ℵA,C [16%] NU 26:1 απελογειτο εκτεινας την χειρα f35 [95%] HF,RP,TR,CP ¦ ~ 2341 (ℵ)A,B,C [5%] OC,NU 26:2 επι σου μελλων απολογεισθαι σημερον f35 [85%] HF,RP,OC,CP ¦ ~ 12354 (ℵ)(A)B,C [15%] NU ¦ ~ 34125 TR ¦ one other variant § 26:3 εθων f35 ℵB [62%] OC,TR,NU ¦ ηθων [37%] HF,RP,CP ¦ εθνων A,C [1%] * 26:3 σου f35 C [88%] HF,RP,OC,TR,CP ¦ — ℵ(A)B [12%] NU 26:4 την f35 ℵA [82%] HF,RP,OC,TR,CP[NU] ¦ — B,C [18%] 26:4 εθνει rell ¦ εθνη [14%] ¦ εθνι ℵ [1%] § 26:4 εν f35 C [97%] HF,RP,OC,TR,CP ¦ 1 τε ℵA,B [3%] NU * 26:4 οι f35 ℵA [75%] HF,RP,OC,TR,CP[NU] ¦ — B,C [25%] 26:6 προς f35 C [90%] HF,RP,OC,TR,CP ¦ εις ℵA,B [10%] NU 26:6 πατερας f35 [78%] HF,RP,OC,TR,CP ¦ 1 ημων ℵA,B,C [22%] NU § 26:7 εκτενια f35 A,C [69%] ¦ εκτενεια ℵB [31%] HF,RP,OC,TR,CP,NU * 26:7 λατρευον rell ¦ λατρευων [16%] 26:7 βασιλευ αγριππα υπο ιουδαιων f35 [87%] HF,RP(CP) ¦ ~ 3412 [9%] ¦ 123 των 4 OC,TR ¦ ~ 341 ℵB,C [3%] NU ¦ 34 A [1%] ¦ one other variant (OC is in small print) 26:10 πολλους f35 B [95%] HF,RP,OC,TR,CP ¦ πολους τε ℵA,C [5%] NU § 26:10 εγω f35 [85%] HF,RP,TR,CP ¦ 1 εν ℵA,B,C [15%] OC,NU * 26:10 τε rell ¦ δε [25%] ¦ one other variant 26:12 και f35 [83%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [17%] NU (OC is in small print) 26:12 εις f35 A [32%] ¦ 1 την ℵB,C [68%] HF,RP,OC,TR,CP,NU § 26:12 παρα f35 C [95%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [5%] NU * 26:13 ειδον rell ¦ ιδον A [16%] ¦ ιδου C ¦ one other variant 26:14 δε f35 C [90%] HF,RP,OC,TR,CP ¦ τε ℵA,B [10%] NU 26:14 λαλουσαν προς με και λεγουσαν f35 (74.6%) HF,RP,OC,TR,CP ¦ λαλουσης 234 λεγουσης (1.4%) ¦ 123 (7.4%) ¦ ~ 523 ℵA,B,C (8.6%) NU ¦ ~ λεγουσης 23 (4.7%) ¦ 5 μοι (2.5%) ¦ three other variants (0.8%) § 26:15 ειπον f35 ℵ [65%] HF,RP,OC,TR,CP ¦ ειπα A,B,C [35%] NU * 26:15 δε f35 [85%] HF,RP,OC,TR,CP ¦ 1 κυριος ℵA,B,C [15%] NU 26:16 ειδες f35 ℵ [87%] HF,RP,OC,TR ¦ 1 με B(C) [4%] [NU] ¦ οιδες CP ¦ ιδες A,C [9%] 26:17 και f35 C [94%] HF,RP,OC,TR,CP ¦ 1 εκ ℵA,B [6%] NU § 26:17 εγω rell ¦ νυν [5%] TR * 26:17 σε αποστελλω f35 [50%] HF,RP,OC,TR,CP ¦ 1 αποστελω [35%] ¦ ~ αποστελω 1 [9%] ¦ ~ 21 ℵA,B [2%] NU ¦ ~ εξαποστελλω 1 C [2%] ¦ ~ εξαποστελω 1 [2%] 26:18 επιστρεψαι f35 ℵB,C [30%] OC,TR,CP,NU ¦ υποστρεψαι [35%] HF,RP ¦ αποστρεψαι A [35%] 26:18 και rell ¦ 1 απο C [20%] § 26:19 βασιλευ rell ¦ βασιλευς [2%] CP * 26:20 πρωτον f35 [98%] HF,RP,OC,TR,CP ¦ 1 τε ℵA,B [2%] NU 26:20 εις f35 [98%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [2%] NU 26:20 απαγγελλω f35 [61%] OC ¦ απαγγελλων [20%] HF,RP,TR ¦ απηγγελλον ℵA,B [9%] CP,NU ¦ απηγγελλων [8%] ¦ three other variants [2%] § 26:20 μετανοειν rell ¦ μετανοιαν CP * 26:21 με οι ιουδαιοι συλλαβομενοι f35 [84%] HF,OC,TR,CP ¦ ~ 2314 [5%] RP ¦ 134 B [5%] NU ¦ ~ 314 [4%] ¦ ~ 2341 A [1%] ¦ 13 συλλαβουμενοι ℵ ¦ two other variants [1%] 26:21 εν f35 A,B [94%] HF,RP,OC,TR,CP ¦ οντα 1 ℵ [6%] [NU] 26:22 παρα f35 [93%] HF,RP,OC,TR,CP ¦ απο ℵA,B [5%] NU ¦ υπο [2%] § 26:22 μαρτυρομενος f35 ℵA,B [75%] HF,RP,OC,CP,NU ¦ μαρτυρουμενος [12%] TR ¦ μαρτυρωμενος [13%] * 26:22 γινεσθαι rell ¦ γενεσθαι [1%] OC 26:22 μωυσης rell ¦ μωσης A,B [13%] TR 26:23 μελλει rell ¦ μελλειν [18%] ¦ μελλιν ℵ ¦ one other variant § 26:23 τε f35 ℵA,B [60%] NU ¦ — [40%] HF,RP,OC,TR,CP * 26:24 εφη f35 [83%] HF,RP,OC,TR,CP ¦ φησιν ℵA,B [15%] NU ¦ ειπεν [2%] 26:25 δε f35 [95%] HF,RP,OC,TR,CP ¦ 1 παυλος ℵA,B [5%] NU 26:25 αλλα rell ¦ αλλ B [12%] TR § 26:26 τι f35 ℵA [96%] HF,RP,OC,TR,CP[NU] ¦ — B [4%] * 26:26 ου rell ¦ — [12%] ¦ ουδεν [2%] 26:26 ουδεν f35 [94%] HF,RP,OC,TR,CP ¦ — A [4%] ¦ ουθεν ℵB [2%] NU 26:26 ου rell ¦ — CP ¦ ουδε [15%] § 26:26 γαρ f35 [75%] HF,RP,CP ¦ 1 εστιν ℵA,B [25%] OC,TR,NU * 26:26 τουτο rell ¦ 1 εστι CP 26:28 εφη f35 [94%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [6%] NU 26:28 γενεσθαι f35 (96.5%) HF,RP,OC,TR,CP ¦ ποιησαι ℵA,B (3.5%) NU § 26:29 ειπεν f35 [94%] HF,RP,OC,TR,CP ¦ — ℵA,B [6%] NU * 26:29 ευξαιμην f35 A,B [60%] HF,RP,OC,TR,CP,NU ¦ ευξαμην f35pt ℵ [40%] 26:29 πολλω f35 [94%] HF,RP,OC,TR,CP ¦ μεγαλω ℵA,B [6%] NU 26:29 καγω f35 ℵA [96%] HF,RP,OC,TR,CP ¦ και εγω B [4%] NU § 26:30 και ταυτα ειποντος αυτου ανεστη f35 [93%] HF,RP,OC,TR,CP ¦ 5 τε ℵA,B [3%] NU ¦ 5 δε [2%] ¦ three other variants [2%] * 26:31 θανατου αξιον η δεσμων f35 [89%] HF,RP,OC,TR,CP ¦ ~ 1342 ℵB [5%] NU ¦ ~ 2134 A [6%] 26:31 πρασσει f35 B [93%] HF,RP,OC,TR,CP ¦ τι 1 ℵA [7%] [NU] 26:32 εδυνατο rell ¦ ηδυνατο [20%] CP ¦ two other variants § 26:32 επεκεκλητο rell ¦ επικεκλητο [20%] CP ¦ three other variants