8
Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ* διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων. (Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποιήσαντο κοπετὸν μέγαν ἐπ᾿ αὐτῷ.) Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν· κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλακήν. Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
Philip’s ministry
Φίλιππος δέ, κατελθὼν εἰς§ πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν· προσεῖχον δὲ* οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἐποίει. Πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο,§ πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Καὶ ἐγένετο* χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.
Simon the sorcerer
Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει, μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, 10  προσεῖχον,§ ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, «Οὗτός ἐστιν δύναμις τοῦ Θεοῦ, * μεγάλη 11 Προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. 12 Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ, εὐαγγελιζομένῳ τὰ§ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος,* Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο, ἄνδρες τε καὶ γυναῖκες. 13  δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα, ἐξίστατο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν§ Πέτρον καὶ Ἰωάννην, 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν Πνεῦμα Ἅγιον, 16 οὔπω* γὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός· μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, Ἰησοῦ. 17 Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
18 Θεασάμενος§ δὲ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον,* προσήνεγκεν αὐτοῖς χρήματα, 19 λέγων, «Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ἂν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἅγιον 20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας§ διὰ χρημάτων κτᾶσθαι. 21 Οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίον* τοῦ Θεοῦ. 22 Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἐπίνοια τῆς καρδίας σου· 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα 24 Ἀποκριθεὶς δὲ Σίμων εἶπεν, «Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι§ καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψαν* εἰς Ἱερουσαλήμ· πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.
The Ethiopian treasurer
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησεν πρὸς Φίλιππον, λέγων, «Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος 27 Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού, ἀνὴρ Αἰθίοψ, εὐνοῦχος, δυνάστης Κανδάκης τῆς§ βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει* προσκυνήσων εἰς Ἱερουσαλήμ 28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἡσαΐαν. 29 Εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, «Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ 30 Προσδραμὼν δὲ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν,§ καὶ εἶπεν, «Ἆρά γε γινώσκεις ἀναγινώσκεις 31  δὲ εἶπεν, «Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις* ὁδηγήσῃ μεΠαρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
32  δὲ περιοχὴ τῆς Γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως§ οὐκ ἀνοίγει* τὸ στόμα αὐτοῦ. 33 Ἐν τῇ ταπεινώσει αὐτοῦ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ζωὴ αὐτοῦ 34 Ἀποκριθεὶς δὲ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, «Δέομαί σου, περὶ τίνος προφήτης λέγει τοῦτο, περὶ ἑαυτοῦ περὶ ἑτέρου τινός 35 Ἀνοίξας δὲ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
36 Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν ἦλθον ἐπί τι ὕδωρ, καί φησιν εὐνοῦχος· «Ἰδού, ὕδωρ· τί κωλύει με βαπτισθῆναι§ 38 Καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, τε Φίλιππος καὶ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. 39 Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
* 8:1 δε f35 B,C [88%] HF,RP,OC,CP,NU ¦ τε A [5%] TR ¦ γαρ [5%] ¦ και [2%] ¦ — ℵ 8:2 εποιησαντο f35 [85%] HF,RP,TR,CP ¦ εποιησαν ℵA,B,C,D [15%] OC,NU 8:2 αυτω rell ¦ αυτον [30%] § 8:5 εις f35 C,D [98%] HF,RP,OC,TR,CP ¦ 1 την ℵA,B [2%] [NU] * 8:6 δε f35 ℵA,B,C [30%] OC,NU ¦ τε [70%] HF,RP,TR,CP 8:7 πολλων f35 [97%] HF,RP,OC,TR,CP ¦ πολλοι ℵA,B,C [3%] NU ¦ πολλοις D 8:7 φωνη μεγαλη f35 ℵA,B,C,D [95%] HF,RP,OC,CP,NU ¦ ~ 21 [5%] TR § 8:7 εξηρχετο f35 [85%] HF,RP,OC,TR,CP ¦ εξηρχοντο ℵA,B,C,D [15%] NU * 8:8 και εγενετο f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 2 δε ℵA,B,C [4%] NU ¦ τε 2 (D) 8:8 χαρα μεγαλη f35 (D) [98%] HF,RP,OC,TR,CP ¦ πολλη χαρα ℵA,B,C [2%] NU 8:9 εξιστων f35 [95%] HF,RP,OC,TR,CP ¦ εξιστανων ℵA,B(C) [5%] NU § 8:10 προσειχον f35 [93%] HF,RP ¦ 1 παντες ℵA,B,C,D [7%] OC,TR,CP,NU * 8:10 η f35 (90.4%) HF,RP,OC,TR,CP ¦ 1 καλουμενη ℵA,B,C,D (6.6%) NU ¦ 1 λεγομενη (1.9%) ¦ three other readings (1.1%) 8:11 μαγειαις rell ¦ μαγιαις ℵA,C,D [20%] 8:11 εξεστακεναι rell ¦ εξιστακεναι (A) [20%] ¦ εξεστηκεναι [3%] ¦ εξειστακεναι C § 8:12 τα f35 [96%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [4%] NU * 8:12 ονοματος f35 ℵA,B,C,D [95%] HF,RP,OC,CP,NU ¦ 1 του [5%] TR 8:13 δυναμεις και σημεια f35 [93%] HF,RP,OC ¦ 123 μεγαλα [2%] CP ¦ ~ 321 μεγαλας (ℵ)A,B(C,D) [5%] TR,NU 8:13 γινομενα f35 [95%] HF,RP,OC,CP ¦ γινομενας (ℵA,B,D) [5%] TR,NU ¦ — C § 8:14 τον f35 [93%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [7%] NU * 8:16 ουπω f35 [94%] HF,RP,OC,TR,CP ¦ ουδεπω ℵA,B,C,D [6%] NU 8:16 χριστου f35 [70%] HF,RP ¦ κυριου ℵA,B,C [30%] OC,TR,CP,NU ¦ κυριου ιησου χριστου D 8:17 επετιθουν f35 𝕻45D [96%] HF,RP,OC,TR,CP ¦ επετιθεσαν ℵA [3%] NU ¦ επετιθεισαν C ¦ επετιθοσαν B § 8:18 θεασαμενος f35 [85%] HF,RP,TR,CP ¦ ιδων ℵA,B,C,D [15%] OC,NU * 8:18 το αγιον f35 𝕻45A,C,D (99.6%) HF,RP,OC,TR,CP ¦ — ℵB (alone) NU 8:19 αν f35 D [59%] TR ¦ εαν ℵA,B,C [40%] HF,RP,OC,CP,NU ¦ — [1%] 8:19 λαμβανη rell ¦ λαμβανει [20%] § 8:20 ενομισας rell ¦ ενομησας [15%] ¦ two other variants * 8:21 εναντιον f35 C [20%] ¦ ενωπιον [78%] HF,RP,OC,TR,CP ¦ εναντι ℵA,B,D [2%] NU 8:22 θεου f35 [95%] HF,RP,OC,TR,CP ¦ κυριου ℵA,B,C,D [5%] NU 8:24 κυριον rell ¦ θεον D [12%] OC § 8:25 διαμαρτυραμενοι f35 A,B,C,D [75%] HF,RP,OC,TR,NU ¦ διαμαρτυρομενοι ℵ [25%] CP * 8:25 υπεστρεψαν f35 C [96%] HF,RP,OC,TR,CP ¦ υπεστρεφον ℵA,B,D [4%] NU 8:25 ιερουσαλημ f35 [92%] HF,RP,OC,TR,CP ¦ ιεροσολυμα ℵA,B,C(D) [8%] NU 8:25 ευηγγελισαντο f35 [95%] HF,RP,OC,TR,CP ¦ ευηγγελιζοντο ℵ(A)B,C,D [5%] NU § 8:27 της f35 [97%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C,D [3%] NU * 8:27 εληλυθει (C) rell ¦ εληλυθη [50%] 8:28 και ανεγινωσκεν f35 (B,C) [40%] HF,RP,OC,TR,NU ¦ 2 ℵ [60%] CP ¦ ~ 2 τε A ¦ αναγεινωσκων D 8:30 προσδραμων rell ¦ προδραμων CP § 8:30 τον προφητην ησαιαν f35 [96%] HF,RP,OC,TR,CP ¦ ~ 312 ℵA,B,C [4%] NU * 8:31 τις rell ¦ της CP 8:31 οδηγηση f35 A [85%] HF,RP,OC,TR,CP ¦ οδηγησει ℵ(C) [15%] NU ¦ οδαγησει B 8:32 κειροντος f35 B [66%] RP,OC,TR,CP ¦ κειραντος A,C [25%] HF,NU ¦ κηραντος [8%] ¦ κιραντος ℵ [1%] § 8:32 ουτως f35 ℵA,B,C [65%] HF,RP,OC,TR,CP,NU ¦ ουτος [35%] * 8:32 ανοιγει rell ¦ ανοιγη [2%] CP ¦ ανυγει ℵ [1%] 8:33 αυτου f35 C [98%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵA,B [2%] 8:33 δε f35 [98%] HF,RP,OC,TR,CP ¦ — ℵA,B,C [2%] NU § 8:36 βαπτισθηναι f35 𝕻45ℵA,B,C (88%) HF,RP,CP,NU ¦ βαπτισθηναι 37 ειπεν δε αυτω ει πιστευεις εξ ολης της καρδιας σου εξεστιν αποκριθεις δε ειπεν πιστευω τον υιον του θεου ειναι ιησουν χριστον (8.4%) ¦ βαπτισθηναι 37 ειπεν δε ο φιλιππος ει πιστευεις εξ ολης της καρδιας εξεστιν αποκριθεις δε ειπεν πιστευω τον υιον του θεου ειναι τον ιησουν χριστον (0.6%) OC,TR [actually, only cursive 1883 of the 16th century is identical to OC,TR—OC is in small print] ¦ four variations include ευνουχος and a 2nd αυτω before πιστευω (1.1%) ¦ four further variations (1.9%) (The addition appears in eighteen slightly different forms [the name ‘Philip’ appears in eleven MSS, or 2.3%]. Since Philip’s house in Caesarea seems to have been something of a way-station for travelling Christians, he probably repeated the story hundreds of times; the information given in verse 37 is likely historically correct, but the Holy Spirit didn’t have Luke include it in the inspired account.)