11
A godly jealousy
Ὄφελον* ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὲ μή πως, ὡς ὄφις Εὔαν ἐξηπάτησεν§ ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτως φθαρῇ* τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Εἰ μὲν γὰρ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, πνεῦμα ἕτερον λαμβάνετε οὐκ ἐλάβετε, εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε.
Paul ministered without charge
Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾿ οὐ τῇ γνώσειἀλλ᾿ ἐν παντὶ φανερωθέντες§ ἐν πᾶσιν εἰς ὑμᾶς. ἁμαρτίαν ἐποίησα ἑαυτὸν* ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; Ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν, καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς, οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας. Καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν§ ἐτήρησα, καὶ τηρήσω.
Exposing deceivers
10 Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί· ὅτι καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας. 11 Διὰ τί; Ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Θεὸς οἶδεν. 12  δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. 13 Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. 14 Καὶ οὐ θαυμαστόν,* αὐτὸς γὰρ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. 15 Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
A little ‘necessary’ boasting
16 Πάλιν λέγω, μὴ τίς με δόξῃ ἄφρονα εἶναι. Εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι. 17  λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ᾿ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. 18 Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν§ σάρκα, κἀγὼ καυχήσομαι 19 (ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες.). 20 Ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον* δαίρει. 21 Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν.
Ἐν δ᾿ ἄν τις τολμᾷ (ἐν ἀφροσύνῃ λέγω), τολμῶ κἀγώ. 22 Ἑβραῖοί εἰσιν; Κἀγώ. Ἰσραηλῖταί εἰσιν; Κἀγώ. Σπέρμα Ἁβραάμ§ εἰσιν; Κἀγώ. 23 Διάκονοι Χριστοῦ εἰσιν; (παραφρονῶν λαλῶ) Ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως,* ἐν θανάτοις πολλάκις 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον· 25 τρὶς ἐρραβδίσθην· ἅπαξ ἐλιθάσθην· τρὶς ἐναυάγησα (νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα)— 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 27 ἐν§ κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι 28 χωρὶς τῶν παρεκτός, ἐπισύστασίς* μου καθ᾿ ἡμέραν, μέριμνα πασῶν τῶν ἐκκλησιῶν. 29 Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
When I am weak, then I am strong
30 Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31  Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου§ Ἰησοῦ Χριστοῦ* οἶδεν, ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 Ἐν Δαμασκῷ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων·§ 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
* 11:1 οφελον rell ¦ ωφελον [25%] 11:1 τη αφροσυνη f35 [94%] RP,HF,OC,TR,CP ¦ τι αφροσυνης 𝕻46ℵB [2%] NU ¦ τι 2 [3%] ¦ three other variants [1%] 11:2 θεου ζηλω f35 ℵB [95%] RP,HF,OC,TR,NU ¦ ~ 21 [5%] CP § 11:3 ευαν εξηπατησεν f35 [94%] RP,HF,OC,TR,CP ¦ ~ 21 (ℵ)B [6%] NU * 11:3 ουτως φθαρη f35pt (62.8%) RP,CP ¦ ουτω 2 f35pt (24.2%) HF,OC,TR ¦ 1 φθαρει (8.9%) ¦ ουτω φθαρει (2.2%) ¦ 2 𝕻46ℵB (2%) NU (Note that the final sigma was by no means always dropped before a consonant.) 11:3 απλοτητος f35 (95%) RP,HF,OC,TR,CP ¦ 1 και της αγνοτητος 𝕻46ℵB (5%) [NU] 11:4 ηνειχεσθε f35 [53%] RP,TR ¦ ανειχεσθε ℵ [41%] HF,OC,CP ¦ ανεχεσθε 𝕻46B [1%] NU ¦ ανειχεσθαι [4%] ¦ five other variants [1%] § 11:6 φανερωθεντες f35 (95.5%) RP,HF,OC,TR,CP ¦ φανερωσαντες ℵB (3.9%) NU ¦ two other variants (0.5%) ¦ part of a longer omission 𝕻46 * 11:7 εαυτον f35 [22%] CP ¦ εμαυτον 𝕻46ℵB,C [78%] RP,HF,OC,TR,NU 11:9 ουδενος f35 𝕻46 [97%] RP,HF,OC,TR,CP ¦ ουθενος ℵB [3%] NU 11:9 προσανεπληρωσαν rell ¦ πρωσανεπληρωσαν CP § 11:9 υμιν εμαυτον f35 [96%] RP,HF,OC,TR,CP ¦ ~ 21 (𝕻46)ℵB [3%] NU ¦ 2 [1%] * 11:14 θαυμαστον f35 [96%] RP,HF,OC,TR,CP ¦ θαυμα 𝕻46ℵB [4%] NU 11:16 καγω μικρον τι f35 𝕻46ℵB [90%] RP,HF,OC,CP,NU ¦ ~ 231 [7%] TR ¦ ~ 132 [3%] 11:17 λαλω κατα κυριον f35 [94%] RP,HF,OC,TR,CP ¦ ~ 231 𝕻46ℵB [6%] NU § 11:18 την f35 B [82%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵ [18%] NU * 11:20 υμας εις προσωπον f35 [94%] RP,HF,OC,TR,CP ¦ ~ 231 𝕻46ℵB,I [6%] NU 11:20 δαιρει f35 [40%] CP ¦ δερει 𝕻46(ℵ)B [60%] RP,HF,OC,TR,NU 11:21 ησθενησαμεν f35 [98%] RP,HF,OC,TR,CP ¦ ησθενηκαμεν 𝕻46ℵB [2%] NU § 11:22 ἁβρααμ f35 [40%] ¦ ἀβρααμ [60%] RP,HF,OC,TR,CP,NU * 11:23 εν πληγαις υπερβαλλοντως εν φυλακαις περισσοτερως f35 (95.7%) RP,HF,OC,TR,CP ¦ ~ 456123 𝕻46B (2.2%) NU ¦ ~ 126453 ℵ (0.5%) ¦ long omissions (1.5%) ¦ one other variant 11:24 τεσσαρακοντα f35 [99%] RP,HF,OC,TR,CP ¦ τεσσερακοντα 𝕻46ℵB [1%] NU 11:25 ερραβδισθην f35 [45%] OC ¦ εραβδισθην [55%] RP,HF,TR,CP,NU § 11:27 εν f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [2%] NU * 11:28 επισυστασις f35 [87%] RP,HF,OC,TR,CP ¦ επιστασις 𝕻46ℵB [3%] NU ¦ υποστασις [10%] 11:28 μου f35 [98%] RP,HF,OC,TR,CP ¦ μοι 𝕻46ℵB [2%] NU 11:28 καθ᾿ ἡμεραν rell ¦ καθημέραν f35 [20%] (I include this for the record, and so as not to lose sight of it, but since there is evidently no difference in meaning, I stay with the conventional pointing.) § 11:31 κυριου f35 𝕻46vℵB [60%] RP,HF,CP,NU ¦ 1 ημων [40%] OC,TR * 11:31 χριστου f35 [96%] RP,HF,OC,TR,CP ¦ — ℵB [4%] NU 11:32 ἀρετα rell ¦ ἁρετα NU 11:32 δαμασκηνων πολιν f35 [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵB [3%] NU § 11:32 θελων f35 ℵ [99.5%] RP,HF,OC,TR,CP ¦ — B [0.5%] NU