12
A visit to the third heaven
Καυχᾶσθαι δὴ* οὐ συμφέρει μοι. Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρωνεἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, Θεὸς οἶδενἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπονεἴτε ἐν σώματι, εἴτε ἐκτὸς§ τοῦ σώματος οὐκ οἶδα, Θεὸς οἶδεν ὅτι ἡρπάγη εἰς τὸν Παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.* Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ βλέπει με ἀκούει τι ἐξ ἐμοῦ.
The ‘thorn in the flesh’
Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι,§ ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατᾶν* ἵνα με κολαφίζῃἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ. Καὶ εἴρηκέν μοι, «Ἀρκεῖ σοι χάρις μου, γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ§ ἐπ᾿ ἐμὲ δύναμις τοῦ Χριστοῦ. 10 Διό, εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν* στενοχωρίαις, ὑπὲρ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
Apostolic signs were produced
11 Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ᾿ ὑμῶν συνίστασθαι, οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. 12 Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις§ καὶ τέρασιν καὶ δυνάμεσιν. 13 Τί γάρ ἐστιν ἡττήθητε,* ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
Still not burdening
14 Ἰδού, τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν.§ Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ᾿* ὑμᾶςοὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλ᾿ οἱ γονεῖς τοῖς τέκνοις. 15 Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν,§ ἧττον* ἀγαπῶμαι. 16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλ᾿ ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον.› 17 Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾿ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 Παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόνμήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν, οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
A little veiled threatening
19 Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατενώπιον τοῦ§ Θεοῦ, ἐν Χριστῷ, λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. 20 Φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετεμή πως ἔρις,* ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι 21 μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ§ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ἔπραξαν.
* 12:1 δη f35 [62%] RP,HF,OC,TR,CP ¦ δει 𝕻46B [37%] NU ¦ δε ℵ [1%] 12:1 συμφερει μοι f35 (96.5%) RP,HF,OC,TR,CP ¦ συμφερον μεν 𝕻46ℵB (2.3%) NU ¦ συμφερον 2 (0.5%) ¦ three other variants (0.7%) 12:1 γαρ f35 [98%] RP,HF,OC,TR,CP ¦ δε 𝕻46ℵ [2%] NU ¦ δε και B § 12:3 εκτος f35 ℵ [99.5%] RP,HF,OC,TR,CP ¦ χωρις 𝕻46B [0.5%] NU * 12:5 μου f35 ℵ [98.5%] RP,HF,OC,TR,CP ¦ — 𝕻46B [1.5%] NU 12:6 τι f35 𝕻46 [98%] RP,HF,OC,TR,CP[NU] ¦ — ℵB,I [2%] 12:7 αποκαλυψεων f35 𝕻46 [98%] RP,HF,OC,TR,CP ¦ 1 διο ℵA,B [2%] NU § 12:7 υπεραιρωμαι f35 ℵ [50%] RP,HF,OC,TR,CP,NU ¦ υπεραιρομεν 𝕻46 [44%] ¦ υπεραιρομαι [4%] ¦ υπερερωμαι A,B [2%] ¦ two other variants * 12:7 σαταν f35 [98%] RP,HF,OC,TR,CP ¦ σατανα 𝕻46ℵA,B [2%] NU 12:9 μου f35 [98.5%] RP,HF,OC,TR,CP ¦ — 𝕻46vℵA,B [1.5%] NU 12:9 τελειουται f35 [98.5%] RP,HF,OC,TR,CP ¦ τελειται ℵB [1%] NU ¦ τελειτε A [0.5%] § 12:9 επισκηνωση rell ¦ επισκηνωσει [18%] ¦ two other variants * 12:10 εν f35 A [98%] RP,HF,OC,TR,CP ¦ και 𝕻46ℵB [1.5%] NU ¦ και 1 [0.5%] 12:11 καυχωμενος f35 (83.9%) RP,HF,OC,TR,CP ¦ καυχομενος (5.7%) ¦ — 𝕻46ℵA,B (10.4%) NU 12:12 κατειργασθη rell ¦ κατειργασται CP § 12:12 εν σημειοις f35 (92%) RP,HF,OC,TR,CP ¦ 2 τε 𝕻46ℵ(B) (4.5%) NU ¦ 2 A (2.3%) ¦ και 12 (0.5%) ¦ και 2 (0.5%) ¦ one other variant * 12:13 ηττηθητε f35 A [85%] RP,HF,OC,TR,CP ¦ ητγηθητε [13%] ¦ ησσωθητε 𝕻46ℵB [1%] NU ¦ four other variants [1%] 12:14 τριτον f35 [75%] RP,HF,OC,TR ¦ 1 τουτου 𝕻46ℵA,B [25%] CP,NU 12:14 καταναρκησω rell ¦ κατεναρκησα CP § 12:14 υμων f35 [87%] RP,HF,OC,TR,CP ¦ υμιν [7%] ¦ υμας [3.5%] ¦ — 𝕻46ℵA,B [2.5%] NU * 12:14 αλλ f35 [45%] TR ¦ αλλα 𝕻46ℵA,B,C [55%] RP,HF,OC,CP,NU 12:14 αλλ rell ¦ αλλα 𝕻46ℵA [3%] NU 12:15 και f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵA,B [1.5%] NU ¦ two other variants § 12:15 αγαπων f35 𝕻46 B [95%] RP,HF,OC,TR,CP[NU] ¦ αγαπω ℵA [5%] * 12:15 ηττον f35 [97%] RP,HF,OC,TR,CP ¦ ησσον 𝕻46ℵA,B [3%] NU 12:16 αλλ rell ¦ αλλα 𝕻46ℵA,B [10%] NU 12:19 παλιν f35 (96%) RP,HF,OC,TR,CP ¦ παλαι ℵ(A)B (3.8%) NU ¦ ου παλαι 𝕻46 (alone) § 12:19 κατενωπιον του f35 [97%] RP,HF,OC,TR,CP ¦ κατεναντι 𝕻46ℵA,B [3%] NU * 12:20 ερις f35 𝕻46ℵA [45%] CP,NU ¦ ερεις B [55%] RP,HF,OC,TR 12:20 ζηλοι f35 ℵ [98%] RP,HF,OC,TR,CP ¦ ζηλος 𝕻46A,B [2%] NU 12:21 ελθοντα με f35 (97.8%) RP,HF,OC,TR,CP ¦ ελθοντος μου 𝕻46ℵA,B (2.2%) NU § 12:21 ταπεινωση f35 (46.5%) OC,TR ¦ ταπεινωσει (49.2%) RP,HF,CP ¦ 1 με ℵA (0.5%) ¦ ταπεινωσει με 𝕻46B (3.8%) NU