14
The Way, the Truth, the Life
»Μὴ ταρασσέσθω ὑμῶν καρδία· πιστεύετε εἰς τὸν Θεὸν καὶ εἰς ἐμὲ πιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν (εἰ δὲ μή, εἶπον ἂν ὑμῖν).* Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. Καὶ ὅπου ἐγὼ§ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε*
Thomas’ question
Λέγει αὐτῷ Θωμᾶς, «Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι Λέγει αὐτῷ Ἰησοῦς· «Ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωή. Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ. Εἰ ἐγνώκειτέ§ με, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν·* καὶ ἀπ᾿ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν
Philip’s question
Λέγει αὐτῷ Φίλιππος, «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν Λέγει αὐτῷ Ἰησοῦς· «Τοσοῦτον χρόνον μεθ᾿ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα· καὶ πῶς σὺ λέγεις, ‹Δεῖξον ἡμῖν τὸν Πατέρα›; 10 Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ Πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα ἐγὼ λαλῶ§ ὑμῖν ἀπ᾿ ἐμαυτοῦ οὐ λαλῶ· δὲ Πατὴρ * ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. 11 Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.§
Greater works than these
12 »Ἀμήν, ἀμὴν λέγω ὑμῖν, πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει· καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μου* πορεύομαι. 13 Καί, τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ Πατὴρ ἐν τῷ Υἱῷ. 14 Ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω. 15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε. 16 Καί, ἐγὼ§ ἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα* 17 τὸ Πνεῦμα τῆς Ἀληθείας, κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.
18 »Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. 19 Ἔτι μικρὸν καὶ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με. Ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε.§ 20 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, κἀγὼ* ἐν ὑμῖν. 21  ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ἀγαπῶν με. δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν
Judas’ question
22 Λέγει αὐτῷ Ἰούδας (οὐχ Ἰσκαριώτης), «Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ 23 Ἀπεκρίθη§ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει. Καὶ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν.* 24  μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καί, λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με Πατρός.
The Teacher, the peace; the Father, the enemy
25 »Ταῦτα λελάληκα ὑμῖν παρ᾿ ὑμῖν μένων. 26  δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, πέμψει Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα εἶπον ὑμῖν.
27 »Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν καρδία, μηδὲ δειλιάτω.
28 »Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ‹Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς.› Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον,Πορεύομαι πρὸς τὸν Πατέρα,› ὅτι Πατήρ μου§ μείζων μού ἐστιν. 29 Καὶ νῦν εἴρηκα ὑμῖν, πρὶν γενέσθαι, ἵνα ὅταν γένηται, πιστεύσητε.
30 »Οὐκέτι πολλὰ λαλήσω μεθ᾿ ὑμῶν, ἔρχεται γὰρ τοῦ κόσμου* ἄρχων· καί, ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. 31 Ἀλλ᾿ ἵνα γνῷ κόσμος ὅτι ἀγαπῶ τὸν Πατέρα, καὶ καθὼς ἐνετείλατό μοι Πατήρ, οὕτως ποιῶ.
»Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
* 14:2 υμιν f35 𝕻66(N) [96%] CP,HF,RP,OC,TR ¦ 1 οτι ℵA,B,C,D,W [4%] NU 14:3 και ετοιμασω f35 𝕻66ℵB,C,N [65%] CP,HF,OC,TR,NU ¦ 2 A,W [15%] RP ¦ ετοιμασαι D [20%] 14:3 υμιν τοπον f35 𝕻66A,C,W [90%] CP,HF,RP,OC,TR ¦ ~ 21 ℵB,D,N [10%] NU § 14:4 εγω f35 ℵA,B,C,N,Q [97%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻66D,W [3%] * 14:4 και την οδον οιδατε f35 𝕻66A,D,N [99%] CP,HF,RP,OC,TR ¦ 23 ℵB,C,Q,W [1%] NU 14:5 και f35 ℵA,D,N,Q [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻66B,C,W [0.5%] NU 14:6 ο f35 A,B,C,D,N,Q,W [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻66ℵ [0.5%] § 14:7 εγνωκειτε f35 A,B,C,N,Q [99%] CP,HF,RP,OC,TR ¦ εγνωκατε ℵD [0.5%] NU ¦ εγνωκαται 𝕻66 ¦ εγνωκεται W * 14:7 εγνωκειτε αν f35 A,N,Q [98%] CP,HF,RP,OC,TR ¦ αν ηδειτε B,C [1.5%] ¦ γνωσεσθε 𝕻66 [alone] NU ¦ γνωσεσθαι ℵD,W [Poor NU!] 14:9 τοσουτον χρονον f35 𝕻66A,B,N [99.5%] CP,HF,RP,OC,TR ¦ τοσουτω χρονω ℵD,Q,W [0.5%] NU 14:9 και f35 A,D,N [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB,Q,W [0.5%] NU § 14:10 λαλω f35 𝕻66ℵA,Q,W [99%] CP,HF,RP,OC,TR ¦ λεγω 𝕻75N [0.5%] NU ¦ — B ¦ λελαληκα D * 14:10 ο f35 ℵA,D,N,Q,W [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75B [0.5%] NU 14:10 αυτος ποιει τα εργα f35 A,Q [99%] CP,HF,RP,OC,TR ¦ ~ 2341 𝕻75W [0.5%] ¦ ~ 234 αυτου 𝕻66ℵB,D [0.5%] NU 14:11 εμοι rell ¦ 1 εστιν CP,some TRs § 14:11 μοι f35 A,B,Q [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵD,W [1%] NU * 14:12 μου f35 [95%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵA,B,D,Q,W [5%] NU 14:14 αιτησητε f35 A,D,Q [80%] CP,HF,OC,TR ¦ 1 με 𝕻66ℵB,W [19%] RP,NU ¦ omit whole verse [1%] 14:15 τηρησατε f35 A,D,Q,W [99%] CP,HF,RP,OC,TR ¦ τηρησετε B [0.5%] NU ¦ τηρησητε ℵ ¦ τηρησηται 𝕻66 § 14:16 και εγω f35 A,W [98%] CP,HF,RP,OC,TR ¦ καγω 𝕻66ℵB,D,Q [2%] NU * 14:16 μενη μεθ υμων εις τον αιωνα f35 𝕻66A,W [98%] CP,HF,RP,OC,TR ¦ η 23456 Q [0.5%] ¦ μενει 23456 [1%] ¦ ~ 145623 D ¦ ~ 23456 η 𝕻75B,NU ¦ ~ 23 η 456 ℵ 14:17 αυτο f35 A,Q [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,W [0.5%] NU ¦ αυτον D 14:17 δε f35 A,D [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,Q,W [1%] NU § 14:19 ζησεσθε f35 𝕻66D,Q [99%] CP,HF,RP,OC,TR ¦ ζησετε 𝕻75B,NU ¦ ζησεσθαι ℵA,W [0.5%] * 14:20 καγω f35 𝕻66,75ℵA,B,D,Q,W [80%] CP,HF,OC,TR,NU ¦ και εγω [20%] RP 14:21 και εγω f35 A,W [98%] CP,HF,RP,OC,TR ¦ καγω 𝕻66,75ℵB,D,Q [2%] NU 14:22 και f35 ℵQ,W [95%] CP,HF,RP,OC[NU] ¦ — 𝕻66,75A,B,D [5%] TR § 14:23 απεκριθη rell ¦ 1 ο [15%] TR * 14:23 ποιησομεν f35 A [91.5%] CP,HF,RP,OC,TR ¦ ποιησομεθα 𝕻66,75ℵB,W [3%] NU ¦ ποιησωμεν [5%] ¦ ποιησωμεθα [0.5%] ¦ ποιησομαι D 14:26 υμιν f35 ℵA,D [99.5%] CP,HF,RP,OC,TR ¦ 1 εγω B [0.5%] [NU] 14:28 ειπον f35 [90%] CP,HF,RP,OC,TR ¦ — ℵA,B,D [9%] NU ¦ εγω [1%] § 14:28 μου f35 ℵ [98%] CP,HF,RP,OC,TR ¦ — A,B,D [2%] NU * 14:30 κοσμου rell ¦ 1 τουτου [10%] TR