The last night
13
Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς Ἰησοῦς ὅτι ἐλήλυθεν* αὐτοῦ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
Jesus washes the disciples’ feet
Καὶ δείπνου γενομένου (τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ), εἰδὼς Ἰησοῦς§ ὅτι πάντα δέδωκεν* αὐτῷ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ἦν διεζωσμένος.
Simon Peter
Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ ἐκεῖνος, «Κύριε, σύ μου νίπτεις τοὺς πόδας Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, « ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα Λέγει αὐτῷ§ Πέτρος, «Οὐ μὴ νίψῃς τοὺς πόδας μου* εἰς τὸν αἰῶναἈπεκρίθη αὐτῷ Ἰησοῦς, «Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾿ ἐμοῦ Λέγει αὐτῷ Σίμων Πέτρος, «Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν 10 Λέγει αὐτῷ Ἰησοῦς, « λελουμένος οὐ χρείαν ἔχει§ τοὺς πόδας* νίψασθαι, ἀλλ᾿ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾿ οὐχὶ πάντες 11 (ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, «Οὐχὶ πάντες καθαροί ἐστε.»)
Jesus explains His action
12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ§ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν* πάλιν, εἶπεν αὐτοῖς· «Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 Ὑμεῖς φωνεῖτέ με Διδάσκαλος,› καὶ Κύριος,› καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, Κύριος καὶ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15 Ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.§
16 »Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
18 »Οὐ περὶ πάντων ὑμῶν λέγωἐγὼ* οἶδα οὓς ἐξελεξάμην. Ἀλλ᾿ ἵνα Γραφὴ πληρωθῇ· ‹ τρώγων μετ᾿ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾿ ἐμὲ τὴν πτέρναν αὐτοῦ.› 19 Ἀπ᾿ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε§ ὅτι ἐγώ εἰμι. 20 Ἀμήν, ἀμὴν λέγω ὑμῖν, λαμβάνων ἐάν* τινα πέμψω ἐμὲ λαμβάνει· δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με
The traitor is identified
21 Ταῦτα εἰπὼν Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με 22 Ἔβλεπον δὲ πρὸς§ ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει. 23 Ἦν δὲ* ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα Ἰησοῦς. 24 Νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 25 Ἐπιπεσὼν δὲ§ ἐκεῖνος* ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, «Κύριε, τίς ἐστιν 26 Ἀποκρίνεται Ἰησοῦς, «Ἐκεῖνός ἐστιν ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω§ Καὶ ἐμβάψας* τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ. 27 Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον Σατανᾶς. Λέγει οὖν αὐτῷ Ἰησοῦς, « ποιεῖς, ποίησον τάχιον 28 (Τοῦτο δὲ§ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. 29 Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν * Ἰούδας, ὅτι λέγει αὐτῷ Ἰησοῦς, «Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν τοῖς πτωχοῖς ἵνα τι δῷ.) 30 Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, εὐθέως ἐξῆλθεν. Ἦν δὲ νύξ.
A new commandment
31 Ὅτε§ ἐξῆλθεν, λέγει * Ἰησοῦς· «Νῦν ἐδοξάσθη Υἱὸς τοῦ Ἀνθρώπου, καὶ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 32 Εἰ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
33 »Τεκνία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτιὍπου ὑπάγω ἐγώ,§ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,› καὶ ὑμῖν λέγω ἄρτι.
34 »Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶςἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις
Jesus warns Peter
36 Λέγει αὐτῷ Σίμων Πέτρος, «Κύριε, ποῦ ὑπάγειςἈπεκρίθη αὐτῷ* Ἰησοῦς, «Ὅπου ἐγὼ ὑπάγω οὐ δύνασαί μοι§ νῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι* 37 Λέγει αὐτῷ Πέτρος· «Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω 38 Ἀπεκρίθη αὐτῷ§ * Ἰησοῦς· «Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμήν, ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀπαρνήσῃ με τρίς.
* 13:1 εληλυθεν f35 [90%] CP,HF,RP,OC,TR ¦ ηλθεν ℵA,B,W [10%] NU ¦ ηκει 𝕻66 ¦ παρην D 13:2 γενομενου f35 (𝕻66)A,D [99.5%] CP,HF,RP,OC,TR ¦ γινομενου B [0.3%] NU ¦ γεινομενου ℵW 13:2 ιουδα σιμωνος ισκαριωτου ινα αυτον παραδω f35 A [96.5%] CP,HF,RP,OC,TR ¦ 23456 [1%] ¦ ~ 4 παραδοι 5 ιουδας 2 ισκαριωτης ℵB ¦ ~ 465 ιουδας 23 [2%] ¦ ~ 4 παραδοι 5 ιουδας 23 [none!] NU ¦ ~ 465 ιουδας σιμωννος ισκαριωτης 𝕻66 ¦ ~ 465 ιδας 2 ισκαριωτη W ¦ two further variants D [NU serves up a lovely patchwork quilt.] § 13:3 ο ιησους f35 A [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB,D,W [1%] NU ¦ δε 12 [1%] * 13:3 δεδωκεν f35 𝕻66A,D [97%] CP,HF,RP,OC,TR ¦ εδωκεν ℵB,W [3%] NU 13:6 και f35 ℵA,W [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻66B,D [0.5%] NU 13:6 εκεινος f35 A,D,W [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻66(ℵ)B [0.5%] NU § 13:8 αυτω rell ¦ 1 ο [15%] * 13:8 νιψης τους ποδος μου f35 ℵA [97%] CP,HF,RP,OC,TR ¦ ~ 1423 𝕻66B,C,W [1%] NU ¦ ~ 4123 D [2%] 13:8 αυτω ο ιησους f35 ℵ [94%] CP,HF,RP,OC,TR ¦ ~ 31 A,B,C [0.5%] NU ¦ 13 𝕻66W [5%] ¦ 3 D [0.5%] 13:8 ουκ rell ¦ ουχ CP § 13:10 ου χρειαν εχει f35 D [99%] CP,HF,RP,OC,TR ¦ ~ ουκ 32 𝕻66ℵA,B,C,W [1%] NU * 13:10 η τους ποδας f35 A [96%] CP,HF,RP,OC,TR ¦ ει μη 23 B,C,W [3%] NU ¦ ει μη 23 μονον 𝕻66(D) ¦ 23 [0.5%] ¦ — ℵ 13:11 ειπεν f35 ℵA [99%] CP,HF,RP,OC,TR ¦ 1 οτι 𝕻66B,C,W [1%] NU ¦ — D 13:12 αυτων rell ¦ των μαθητων [15%] § 13:12 και f35 B,C,D,W [99%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻66ℵA [1%] * 13:12 αναπεσων f35 D [99%] CP,HF,RP,OC,TR ¦ και ανεπεσεν ℵB,C,W [0.5%] NU ¦ και 1 𝕻66 [0.5%] ¦ — A 13:15 δεδωκα f35 𝕻66ℵA [35%] CP,OC ¦ εδωκα B,C,D,W [65%] HF,RP,TR,NU 13:15 καθως f35 [25%] ¦ 1 εγω 𝕻66ℵA,B,C,D,W [75%] CP,HF,RP,OC,TR,NU § 13:15 ποιητε rell ¦ ποιειτε D [30%] * 13:18 εγω rell ¦ 1 γαρ ℵA [15%] 13:18 ους f35 𝕻66A,D,W [98%] CP,HF,RP,OC,TR ¦ τινας ℵB,C [2%] NU 13:18 μετ εμου f35 𝕻66ℵA,D,W [99.5%] CP,HF,RP,OC,TR ¦ μου B,C [0.5%] NU § 13:19 οταν γενηται πιστευσητε f35 A [98%] CP,HF,RP,OC,TR ¦ 12 πιστευσηται D,W [1%] ¦ 12 πιστευητε C ¦ ~ 312 [0.5%] NU ¦ ~ πιστευσηται 12 𝕻66ℵ ¦ ~ πιστευητε 12 B * 13:20 εαν f35 D [97%] CP,HF,RP,OC,TR ¦ αν 𝕻66ℵB,C,W [3%] NU ¦ α A 13:21 ο f35 A,C,D,W [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻66ℵB [0.5%] 13:22 δε f35 [20%] ¦ ουν 𝕻66(ℵ)A,D,W [79.5%] CP,HF,RP,OC,TR ¦ — B,C [0.5%] NU § 13:22 προς f35 [25%] ¦ εις 𝕻66ℵA,B,C,D,W [75%] CP,HF,RP,OC,TR,NU * 13:23 δε f35 𝕻66ℵA,D,W [99.5%] CP,HF,RP,OC,TR ¦ — B,C [0.5%] NU 13:23 εις f35 [90%] CP,HF,RP,TR ¦ 1 εκ 𝕻66ℵA,B,C,D,W [10%] OC,NU 13:25 επιπεσων f35 ℵA,D,W [95%] CP,HF,RP,OC,TR ¦ αναπεσων 𝕻66B,C [5%] NU § 13:25 δε f35 A [96%] CP,HF,RP,OC,TR ¦ ουν 𝕻66ℵ,D,W [4%] NU ¦ — B,C * 13:25 εκεινος f35 ℵA,D,W [50%] CP,OC,TR ¦ 1 ουτως 𝕻66B,C [45%] HF,RP,NU ¦ 1 ουτος [5%] 13:26 ο f35 ℵA,C,D [97%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻66B,W [3%] 13:26 βαψας f35 𝕻66ℵ [95%] CP,HF,RP,OC,TR ¦ βαψω B,C [1%] NU ¦ εμβαψας A(D,W) [4%] § 13:26 επιδωσω f35 𝕻66ℵA,D [98%] CP,HF,RP,OC,TR ¦ και δωσω αυτω B,C [0.5%] NU ¦ δωσω (W) ¦ two other variants * 13:26 και εμβαψας f35 A(W) [99%] CP,HF,RP,OC,TR ¦ ~ βαψας ουν ℵB,C [0.5%] NU ¦ 1 βαψας D [0.5%] ¦ 1 ψας 𝕻66 13:26 ψωμιον f35 𝕻66ℵA,D,W [98%] CP,HF,RP,OC,TR ¦ 1 λαμβανει και B,C [2%] [NU] 13:26 ισκαριωτη f35 𝕻66A,W [98%] CP,HF,RP,OC,TR ¦ ισκαριωτου ℵB,C [2%] NU ¦ απο καρυωτου D § 13:28 δε f35 𝕻66ℵA,C,D [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ — B,W [0.5%] * 13:29 ο f35 𝕻66C,D [95%] CP,HF,RP,OC,TR ¦ — ℵA,B,W [5%] NU 13:29 ο f35 𝕻66A,C,D,W [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ — ℵB [0.5%] 13:30 ευθεως εξηλθεν f35 A [97%] CP,HF,RP,OC,TR ¦ ~ 2 ευθυς 𝕻66ℵB,C,D,W [1%] NU ¦ ~ 2 ευθεως [2%] § 13:31 οτε f35 A [75%] CP,HF,RP,TR ¦ 1 ουν 𝕻66ℵB,C,D,W [25%] OC,NU * 13:31 ο f35 A,C,D,W [95%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB [5%] NU 13:32 ει ο θεος εδοξασθη εν αυτω f35 A [98%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻66ℵB,C,D,W [2%] 13:32 εαυτω f35 A,C,D,W [99.5%] CP,HF,RP,OC,TR ¦ αυτω 𝕻66ℵB [0.5%] NU § 13:33 υπαγω εγω f35 [80%] CP,HF,RP,OC,TR ¦ ~ 21 ℵA,B,C,D [19.5%] NU ¦ 1 𝕻66W [0.5%] * 13:36 αυτω f35 𝕻66ℵA,D,W [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ — B,C [0.5%] 13:36 ο f35 ℵ,D,W [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66A,B,C [1%] NU 13:36 εγω f35 ℵ,D [45%] CP,OC ¦ — 𝕻66A,B,C,W [55%] HF,RP,TR,NU § 13:36 μοι rell ¦ με [1%] CP * 13:36 υστερον δε ακολουθησεις μοι f35 [97%] CP,HF,RP,OC,TR ¦ ~ 1243 D ¦ 123 A [1%] ¦ ~ 321 𝕻66ℵB,C,W [2%] NU 13:37 αυτω f35 ℵA,C,D [80%] CP,HF,RP ¦ 1 ο 𝕻66B,W [20%] OC,TR,NU 13:38 απεκριθη f35 (D) [97%] CP,HF,RP,OC,TR ¦ αποκρινεται 𝕻66ℵA(B)C,W [3%] NU § 13:38 αυτω f35 (D) [90%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵA,B,C,W [10%] NU * 13:38 ο f35 W [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵA,B,C,D [2%] NU 13:38 φωνηση f35 𝕻66ℵA,B,W [70%] CP,HF,RP,NU ¦ φωνησει C,D [30%] OC,TR 13:38 απαρνηση f35 ℵA,C(W) [99%] CP,HF,RP,OC,TR ¦ αρνηση 𝕻66B,D [1%] NU