8
The Light of the world at work
Ἰησοῦς δὲ* ἐπορεύθη εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς λαὸς ἤρχετο πρὸς αὐτόν·§ καὶ καθίσας ἐδίδασκεν αὐτούς.
A dirty deal
Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν* γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην· καὶ στήσαντες αὐτὴν ἐν§ μέσῳ λέγουσιν* αὐτῷ· «Διδάσκαλε, ταύτην εὕρομεν ἐπ᾿ αὐτοφώρῳ§ μοιχευομένην.* Ἐν δὲ τῷ νόμῳ ἡμῶν Μωσῆς ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι.§ Σὺ οὖν τί λέγεις* Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν§ κατηγορίαν κατ᾿* αὐτοῦ.
δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. Ὡς δὲ ἐπέμενον ἐρωτῶντες§ αὐτόν, ἀνακύψας* εἶπεν πρὸς αὐτούς, « ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ᾿ αὐτῇ βαλέτω§ Καὶ πάλιν κάτω κύψας* ἔγραφεν εἰς τὴν γῆν. Οἱ δὲ ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθ᾿ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων.§ Καὶ κατελείφθη μόνος Ἰησοῦς,* καὶ γυνὴ ἐν μέσῳ οὖσα.
10 Ἀνακύψας δὲ Ἰησοῦς καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς εἶπεν αὐτῇ·§ «Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου;* Οὐδείς σε κατέκρινεν 11  δὲ εἶπεν, «Οὐδείς, ΚύριεΕἶπεν δὲ αὐτῇ Ἰησοῦς, «Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου, καὶ ἀπὸ τοῦ νῦν§ μηκέτι ἁμάρτανε*
Jesus dialogs with the Pharisees
12 Πάλιν οὖν αὐτοῖς Ἰησοῦς ἐλάλησεν λέγων· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς 13 Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, «Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· μαρτυρία σου οὐκ ἔστιν ἀληθής 14 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι § ποῦ ὑπάγω. 15 Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. 16 Καὶ ἐὰν κρίνω δὲ ἐγώ, κρίσις ἐμὴ ἀληθής* ἐστιν· ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾿ ἐγὼ καὶ πέμψας με Πατήρ. 17 Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων μαρτυρία ἀληθής ἐστιν· 18 Ἐγώ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με Πατήρ 19 Ἔλεγον οὖν αὐτῷ, «Ποῦ ἐστιν Πατήρ σουἈπεκρίθη Ἰησοῦς· «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου. Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν 20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν Ἰησοῦς§ ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ.
“You will die in your sins”
21 Εἶπεν οὖν πάλιν αὐτοῖς Ἰησοῦς·* «Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε. Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν 22 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, «Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ‹Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν›;» 23 Καὶ εἶπεν αὐτοῖς· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ· ἐγὼ ἐκ τῶν ἄνω εἰμί. Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ· ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 24 Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν 25 Ἔλεγον οὖν αὐτῷ, «Σὺ τίς εἶΚαὶ εἶπεν§ αὐτοῖς Ἰησοῦς· «Τὴν ἀρχὴν τι καὶ λαλῶ ὑμῖν. 26 Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν, ἀλλ᾿ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἤκουσα παρ᾿ αὐτοῦταῦτα λέγω* εἰς τὸν κόσμον 27 Οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν. 28 Εἶπεν οὖν αὐτοῖς Ἰησοῦς· «Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ᾿ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με Πατήρ μου, ταῦτα λαλῶ. 29 Καὶ πέμψας με μετ᾿ ἐμοῦ ἐστιν. Οὐκ ἀφῆκέν με μόνον Πατήρ,§ ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε
“The Truth will make you free”
30 Ταῦτα αὐτοῦ λαλοῦντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. 31 Ἔλεγεν οὖν Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε· 32 καὶ γνώσεσθε τὴν Ἀλήθειαν, καὶ Ἀλήθεια ἐλευθερώσει ὑμᾶς 33 Ἀπεκρίθησαν καὶ εἶπον* αὐτῷ· «Σπέρμα Ἁβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Πῶς σὺ λέγεις ὅτιἘλεύθεροι γενήσεσθε›;» 34 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. 35  δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 Ἐὰν οὖν Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37 Οἶδα ὅτι σπέρμα Ἁβραάμ ἐστε, ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 Ἐγὼ § ἑώρακα παρὰ τῷ Πατρί μου,* λαλῶ, καὶ ὑμεῖς οὖν ἑωράκατε παρὰ τῷ πατρὶ§ ὑμῶν* ποιεῖτε
“Your father is the devil”
39 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, « πατὴρ ἡμῶν Ἁβραάμ ἐστινΛέγει αὐτοῖς Ἰησοῦς· «Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ ἐποιεῖτε·§ 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ. Τοῦτο Ἁβραὰμ οὐκ ἐποίησεν. 41 Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶνΕἶπον οὖν* αὐτῷ, «Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα Πατέρα ἔχομεντὸν Θεόν 42 Εἶπεν οὖν αὐτοῖς Ἰησοῦς· «Εἰ Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾿ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾿ ἐκεῖνός με ἀπέστειλεν. 43 Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε;—ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ§ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ* τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ πατὴρ αὐτοῦ. 45 Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ δὲ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 47  ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ
48 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, «Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης§ εἶ σὺ καὶ δαιμόνιον ἔχεις 49 Ἀπεκρίθη Ἰησοῦς· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω· ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ζητῶν καὶ κρίνων. 51 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν* τηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ, εἰς τὸν αἰῶνα
“Before Abraham was, I AM”
52 Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· «Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἁβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ‹Ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.› 53 Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραάμ, ὅστις ἀπέθανεν; Καὶ οἱ προφῆται ἀπέθανον. Τίνα σεαυτὸν σὺ§ ποιεῖς 54 Ἀπεκρίθη Ἰησοῦς· «Ἐὰν ἐγὼ δοξάζω* ἐμαυτόν, δόξα μου οὐδέν ἐστιν. Ἔστιν Πατήρ μου δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτιΘεὸς ἡμῶν ἐστιν.› 55 Καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. Καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν,§ ψεύστης, ἀλλ᾿ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56 Ἁβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καί, εἶδεν καὶ ἐχάρη
57 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας 58 Εἶπεν* αὐτοῖς Ἰησοῦς, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγώ εἰμι 59 Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.
* 8:1 ιησους δε f35 M1,2,3,5 D,CP,RP,OC,TR,NU ¦ ~ και 1 M4 ¦ ~ και ο 1 M6 HF 8:2 παλιν f35 M1,2,3,4,5 D,CP,RP,OC,TR,NU ¦ 1 βαθεως M6 HF 8:2 παρεγενετο f35 M1,2,3,5 (D)CP,RP,OC,TR,NU ¦ ηλθεν ο ιησους M6 HF ¦ ηλθεν M4 § 8:2 προς αυτον rell ¦ — M5 RP * 8:3 προς αυτον f35 M1pt,3pt,5,6pt CP,HF,RP,TR ¦ — M1pt,2,3pt,4,6pt D,OC,NU 8:3 επι f35 M1,2,3,4,6 (D)CP,HF,OC,NU ¦ εν M5 RP,TR 8:3 κατειλημμενην rell ¦ καταληφθησαν M5 RP § 8:3 εν f35 M1,2,5 D,CP,RP,OC,TR,NU ¦ 1 τω M3,4,6 HF * 8:4 λεγουσιν f35 M1,2,5 D,CP,RP,OC,TR,NU ¦ ειπον M3,4,6 HF 8:4 αυτω f35 M1,2,3,4,6 CP,HF,OC,TR,NU ¦ 1 πειραζοντες M5 (D)RP 8:4 ταυτην ευρομεν f35 M6 CP,HF ¦ αυτη η γυνη κατεληφθη M5 RP,TR ¦ αυτη η γυνη ειληπται M2,3,4 ¦ αυτη η γυνη κατειληπται M1 D,OC,NU § 8:4 αυτοφωρω f35 D [40%] HF,OC,TR,NU ¦ αυτοφορω [60%] CP,RP (This split cuts across party lines—33% of f35 reads -φορω—and so is not diagnostic.) * 8:4 μοιχευομενην f35 M6 CP,HF ¦ μοιχευομενη M1,2,3,4,5 D,RP,OC,TR,NU 8:5 εν δε rell ¦ ~ και 1 OC 8:5 ημων μωσης f35 M2,3pt,6 CP,HF ¦ 1 μωυσης OC ¦ ~ 2 ημιν M1pt,5 RP,TR ¦ ημιν 2 M3pt,4 NU ¦ 1 (D) § 8:5 λιθοβολεισθαι f35 M1pt,5 CP,RP,TR ¦ λιθαζειν M1pt,2,3,4,6 D,HF,OC,NU * 8:5 λεγεις f35 M1pt,5,6pt CP,RP,OC,TR,NU ¦ 1 περι αυτης M1pt,2,3,4,6pt D,HF 8:6 ελεγον rell ¦ ειπον OC 8:6 πειραζοντες rell ¦ εκπειραζοντες OC § 8:6 εχωσιν rell ¦ σχωσιν OC * 8:6 κατηγοριαν κατ f35 M2,3,4,6 CP,HF,OC ¦ κατηγορειν M1,5 RP,TR,NU ¦ — D 8:6 εγραφεν rell ¦ κατεγραφεν M2pt D,NU 8:6 μη προσποιουμενος f35 M1pt,5,6pt CP,RP ¦ — M1pt,2,3,4,6pt D,HF,OC,TR,NU § 8:7 ερωτωντες f35 M1,2pt,3,4,5 D,CP,RP,OC,TR,NU ¦ επερωτωντες M2pt,6 HF * 8:7 ανακυψας f35 M1pt,5 CP,RP,TR ¦ ανεκυψεν και M2,3,4 D,OC,NU ¦ αναβλεψας M6 HF 8:7 προς αυτους f35 M5 CP,RP,TR ¦ αυτοις M1,2,3,4,6 D,HF,OC,NU 8:7 πρωτος rell ¦ πρωτον M5pt RP § 8:7 τον λιθον επ αυτη βαλετω f35 CP,TR ¦ ~ 3 αυτην 125 M5 RP ¦ ~ 253 αυτην M6 HF ¦ ~ 3 αυτην 52 M1pt,2pt,4 D,NU ¦ ~ 34512 M2pt,3 ¦ ~ 34125 M1pt ¦ ~ 523 αυτην OC (The reading of OC is found in 90 MSS and 270 lectionaries, as collated by Robinson—it dominates the lectionaries.) * 8:8 κατω κυψας rell ¦ κατακυψας D,NU 8:9 και υπο της συνειδησεως ελεγχομενοι f35 M5,6pt CP,RP,TR ¦ — M1,2,3,6pt (D)HF,OC,NU ¦ 1 (M4) 8:9 καθ᾿ εἱς rell ¦ καθέις f35 CP (I include this information for the record and so as not to lose sight of it, but since the theta indicates the presence of aspiration (rough breathing) there is no ambiguity. I stay with the conventional pointing.) § 8:9 εως των εσχατων f35 M1pt,2,3,4,6 CP,HF,TR ¦ — M1pt,5 RP,OC,NU ¦ D is wild * 8:9 μονος ο ιησους f35 M2,5,6pt CP,HF,RP,TR ¦ ~ 231 M1pt,6pt ¦ 23 M3,4 OC ¦ 1 D,NU 8:9 ουσα rell ¦ εστωσα M1pt TR 8:10 και μηδενα θεασαμενος πλην της γυναικος f35 M5 CP,RP,TR ¦ ειδεν αυτην και M3,4,6 HF ¦ — M1,2 D,OC,NU § 8:10 αυτη f35 M5 CP,RP ¦ γυναι M3pt,6 HF ¦ 1 γυναι M1pt,2,3pt,4 OC,NU ¦ 1 η γυνη TR ¦ D is wild * 8:10 εκεινοι οι κατηγροι σου f35 M5,6pt CP,RP,TR ¦ 234 M1,2pt,3,4,6pt HF ¦ — M2pt D,OC,NU 8:11 ειπεν δε αυτη ο ιησους f35 M1pt,6 CP,HF,TR ¦ 1245 M2,5 RP,OC,NU ¦ ~ 42513 M3,4 ¦ ~ 421 D 8:11 κατακρινω rell ¦ κρινω M5 RP § 8:11 και απο του νυν f35 M1,2,3,6 CP,HF,OC[NU] ¦ 1 M4pt,5 RP,TR ¦ — M4pt ¦ 234 D * 8:11 7:53-8:11 f35 D (85%) CP,HF,RP«OC»TR[[NU]] ¦ — 𝕻66,75ℵB,N,T,W (15%) 8:12 αυτοις ο ιησους ελαλησεν f35 [87%] CP,HF,RP,OC ¦ ~ 2314 [5%] TR ¦ ~ 1423 𝕻66ℵ(W) [5%] NU ¦ ~ 143 𝕻75vB ¦ ~ 4123 D [2%] ¦ ~ 2341 [1%] ¦ 12341 N 8:12 περιπατηση rell ¦ περιπατησει D [30%] TR § 8:14 η f35 𝕻39,66,75cB,D(N)T [40%] CP,OC,NU ¦ και 𝕻75ℵW [50%] HF,RP,TR ¦ omit whole clause [10%] * 8:16 αληθης f35 𝕻66ℵN (97.6%) CP,HF,RP,OC,TR ¦ αληθινη 𝕻75B,D,T,W (1%) NU ¦ αληθεια (0.2%) ¦ δικαια (1%) ¦ various omissions (0.3%) [homoioteleuton] 8:19 απεκριθη f35 𝕻66,75B,D [85%] HF,RP,OC,NU ¦ 1 ο ℵN,W [15%] CP,TR 8:19 ηδειτε αν f35 (ℵ) [98%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻39v,66,75B(N)W [2%] NU ¦ 1 D § 8:20 ο ιησους f35 (N) [97%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,D,W [3%] NU * 8:21 ο ιησους f35 N (98%) CP,HF,RP,OC,TR ¦ — 𝕻39,66,75ℵB,D,T,W (1.7%) NU ¦ omit clause (0.3%) 8:23 και ειπεν f35 [97%] CP,HF,RP,OC,TR ¦ 1 ελεγεν 𝕻75B,D,N,W [3%] NU ¦ ελεγεν ουν 𝕻66ℵ 8:23 του κοσμου τουτου f35 ℵD,N (95.8%) CP,HF,RP,OC,TR ¦ ~ 312 𝕻66,75B,T,W (0.7%) NU ¦ 12 (2%) ¦ various long omissions (1.5%) [homoioteleuton] § 8:25 και ειπεν f35 N [90%] CP,HF,RP,OC,TR ¦ 2 𝕻66,75B,W [9.5%] NU ¦ ~ 2 ουν ℵD [0.5%] * 8:26 λεγω f35 [80%] CP,HF,RP,OC,TR ¦ λαλω 𝕻66,75ℵB,D,N,W [20%] NU 8:28 αυτοις f35 𝕻75N (97%) CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻66B,T,W (0.8%) ¦ 1 παλιν (ℵ)D (0.9%) ¦ παλιν 1 (1%) ¦ long omissions (0.2%) 8:28 μου f35 B [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵD,N,W [2%] NU § 8:29 ο πατηρ f35 N [96%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,D,W [4%] NU * 8:33 και ειπον f35 [30%] ¦ — 𝕻66,75ℵB,D,N,W [70%] CP,HF,RP,OC,TR,NU 8:33 αυτω f35 [99%] CP,HF,RP,OC,TR ¦ προς αυτον 𝕻66,75ℵB(D)W [1%] NU ¦ 1 οι ιουδαιοι N 8:33 ἁβρααμ f35 [50%] ¦ ἀβρααμ rell § 8:38 εγω ο f35 (92.7%) CP,HF,RP,OC,TR ¦ ~ α 1 𝕻66,75ℵB,C,W (0.6%) NU ¦ 1 α D,N (4.8%) ¦ 1 (1.4%) ¦ 1 οσα (0.1%) ¦ various omissions (0.4%) [homoioteleuton] * 8:38 μου f35 ℵ(D)N (97.8%) CP,HF,RP,OC,TR ¦ — 𝕻66,75B,C(W) (1.1%) NU ¦ three other variants (0.2%) ¦ various long omissions (0.9%) [homoioteleuton] 8:38 ο f35 [90%] CP,HF,RP,OC,TR ¦ α 𝕻66,75ℵB,C,D,N,W [10%] NU 8:38 εωρακατε f35 𝕻66ℵD,N (86.8%) CP,HF,RP,OC,TR ¦ ηκουσατε 𝕻75B,C,W (10%) NU ¦ εορακατε (2.4%) ¦ three other variants (0.2%) ¦ long omissions (0.7%) [homoioteleuton] § 8:38 τω πατρι f35 D,N (89.5%) CP,HF,RP,OC,TR ¦ του πατρος 𝕻66,75ℵB,C,W (9.8%) NU ¦ long omissions (0.7%) [homoioteleuton] * 8:38 υμων f35 ℵC(D)N (98.2%) CP,HF,RP,OC,TR ¦ ημων (0.4%) ¦ μου (0.2%) ¦ — 𝕻66,75B,W (0.6%) NU ¦ long omissions (0.7%) [homoioteleuton] 8:39 ειπον f35 W [99%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻66,75ℵB,C,D,N [1%] NU 8:39 ητε f35 C,N,W [99%] CP,HF,RP,OC,TR ¦ εστε 𝕻66,75ℵB,D [1%] NU § 8:39 εποιειτε f35 𝕻75ℵD,W [50%] CP,HF,RP,OC,NU ¦ 1 αν C,N [50%] TR ¦ ποιειτε 𝕻66B [0.5%] * 8:41 ουν f35 𝕻66,75C,D,N [99%] CP,HF,RP,OC,TR[NU] ¦ — ℵB,W [1%] 8:42 ουν f35 ℵD [70%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75B,C,N,W [30%] NU 8:44 του rell ¦ — [20%] TR § 8:44 ουχ f35 𝕻75C [90%] CP,HF,RP,OC,TR ¦ ουκ 𝕻66ℵB(D)N,W [10%] NU [In consequence, NU has the Imperfect of the verb, rather than the Perfect, and this choice is reflected in many translations.] * 8:44 λαλη rell ¦ λαλει N [20%] 8:46 δε f35 [95%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,C,N,W [5%] NU ¦ D omits verse 46 8:48 ουν f35 [95%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,C,D,N,W [5%] NU § 8:48 σαμαρειτης f35 𝕻75B,C,D [99%] CP,HF,RP,OC,TR ¦ σαμαριτης 𝕻66ℵN,W [1%] NU * 8:51 τον λογον τον εμον f35 𝕻66N [99%] CP,HF,RP,OC,TR ¦ ~ 142 𝕻75ℵB,C,D,W [1%] NU 8:52 ουν f35 𝕻75D,N [99%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻66ℵB,C,W [1%] 8:52 ου μη γευσηται (γευσητε [5%]) θανατου f35 𝕻66,75A,C,D,N,W [85%] CP,HF,RP,OC,NU ¦ 12 γευσεται 4 [15%] TR ¦ 123 ℵ ¦ ~ θανατον 12 θεωρηση B § 8:53 συ f35 [75%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵA,B,C,D,N,W [25%] NU * 8:54 δοξαζω f35 𝕻66A,N [95%] CP,HF,RP,OC,TR ¦ δοξασω 𝕻75ℵB,C,D,W [5%] NU 8:54 ημων f35 𝕻66,75A,C,N,W [70%] HF,RP,NU ¦ υμων ℵB,D [30%] CP,OC,TR 8:55 και εαν f35 𝕻66A,C,N [99.5%] CP,HF,RP,OC,TR ¦ καν 𝕻75ℵB,D,W [0.5%] NU § 8:55 ομοιος υμων f35 ℵC,N (93.3%) CP,HF,RP,OC,TR ¦ ομοιως 2 (1.5%) ¦ ~ 21 𝕻66 (0.8%) ¦ 1 υμιν 𝕻75A,B(D)W (3.5%) NU ¦ three other variants (0.2%) ¦ long omissions (0.6%) [homoioteleuton] * 8:58 ειπεν rell ¦ 1 ουν D,N [20%] 8:58 ο f35 𝕻66ℵA,D,N,W [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻75B,C [0.5%] NU 8:59 (+και N 3%) διελθων (−δ. 1%) δια μεσου αυτων (+επορευετο C,N 2.4%) και (−κ. 1.3%) παρηγεν ουτως (−ο. 1%) f35 A(C)(N) (99%) CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,D,W (1%) NU