9
The man born blind
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.* Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, «Ῥαββί, τίς ἥμαρτεν, οὗτος οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ Ἀπεκρίθη Ἰησοῦς· «Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ , φῶς εἰμι τοῦ κόσμου
The man is healed
Ταῦτα εἰπών, ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν§ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ.* Καὶ εἶπεν αὐτῷ, «Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ» ( ἑρμηνεύεται, Ἀπεσταλμένος). Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν ἔλεγον, «Οὐχ οὗτός ἐστιν καθήμενος καὶ προσαιτῶν Ἄλλοι ἔλεγον ὅτι «Οὗτός ἐστιν»· ἄλλοι δὲ ὅτι «Ὅμοιος§ αὐτῷ ἐστινἘκεῖνος ἔλεγεν ὅτι «Ἐγώ εἰμι
10 Ἔλεγον οὖν αὐτῷ, «Πῶς* ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί 11 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· «Ἄνθρωπος§ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι,*Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι.› Ἀπελθὼν δὲ καὶ νιψάμενος, ἀνέβλεψα 12 Εἶπον οὖν§ αὐτῷ, «Ποῦ ἐστιν ἐκεῖνοςΛέγει, «Οὐκ οἶδα
The man is excommunicated
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. 14 (Ἦν δὲ σάββατον ὅτε* τὸν πηλὸν ἐποίησεν Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.) 15 Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. δὲ εἶπεν αὐτοῖς, «Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω 16 Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, «Οὗτος ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖἌλλοι§ ἔλεγον, «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖνΚαὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 Λέγουσιν οὖν* τῷ τυφλῷ πάλιν, «Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέν σου τοὺς ὀφθαλμούς δὲ εἶπεν ὅτι «Προφήτης ἐστίν
18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν§ καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος. 19 Καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· «Οὗτός ἐστιν υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει* 20 Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· «Οἴδαμεν ὅτι οὗτός ἐστιν υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη. 21 Πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν. Αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.§ Αὐτὸς περὶ ἑαυτοῦ* λαλήσει 22 Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. 23 Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι «Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε§
24 Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον* ὃς ἦν τυφλὸς καὶ εἶπον αὐτῷ· «Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν 25 Ἀπεκρίθη οὖν§ ἐκεῖνος καὶ εἶπεν·* «Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα. Ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω 26 Εἶπον δὲ αὐτῷ πάλιν· «Τί ἐποίησέν σοι; Πῶς ἀνέῳξέν§ σου τοὺς ὀφθαλμούς 27 Ἀπεκρίθη αὐτοῖς· «Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ* γενέσθαι 28 Ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· «Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωσέως§ ἐσμὲν μαθηταί. 29 Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ* λελάληκεν Θεός· τοῦτον δέοὐκ οἴδαμεν πόθεν ἐστίν 30 Ἀπεκρίθη ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· «Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστινὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξέν μου τοὺς ὀφθαλμούς. 31 Οἴδαμεν δὲ§ ὅτι ἁμαρτωλῶν Θεὸς οὐκ ἀκούει· ἀλλ᾿ ἐάν τις θεοσεβὴς καὶ τὸ θέλημα αὐτοῦ ποιῇ*, τούτου ἀκούει. 32 Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. 33 Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν 34 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, «Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως,§ καὶ σὺ διδάσκεις ἡμᾶςΚαὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω·* καὶ εὑρὼν αὐτόν, εἶπεν αὐτῷ, «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ 36 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, «Καὶ τίς ἐστιν, Κύριε,§ ἵνα πιστεύσω εἰς αὐτόν 37 Εἶπεν δὲ* αὐτῷ Ἰησοῦς, «Καὶ ἑώρακας αὐτὸν καὶ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν 38  δὲ ἔφη, «Πιστεύω, ΚύριεΚαὶ προσεκύνησεν αὐτῷ. 39 Καὶ εἶπεν Ἰησοῦς, «Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται
40 Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦ§ καὶ εἶπον αὐτῷ, «Μὴ καὶ ἡμεῖς* τυφλοί ἐσμεν 41 Εἶπεν αὐτοῖς Ἰησοῦς· «Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτιΒλέπομεν,› οὖν ἁμαρτία ὑμῶν μένει.
* 9:1 γενετης rell ¦ γεννετης [5%] ¦ γεννητης [15%] ¦ γενητης N [5%] ¦ γεννητοις [10%] 9:3 απεκριθη rell ¦ 1 ο D,N [15%] TR 9:4 εμε f35 A,C,N (99.3%) CP,HF,RP,OC,TR ¦ ημας 𝕻66,75ℵB(D)(W) (0.5%) NU ¦ long omission (0.2%) [homoioteleuton] § 9:6 επεχρισεν f35 W [97%] CP,HF,RP,OC,TR ¦ 1 αυτου 𝕻66(75)ℵ(A)(D)N [2%] NU ¦ επεθηκεν C [1%] ¦ επεθηκεν αυτου B * 9:6 του τυφλου f35 A,C,W [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB [2%] NU ¦ αυτου D,N 9:8 τυφλος f35 [90%] CP,HF,RP,OC,TR ¦ προσαιτης 𝕻66,75ℵA,B,C,D,N,W [10%] NU 9:9 δε οτι f35 A,D [98%] CP,HF,RP,OC,TR ¦ 1 ℵ [1%] ¦ — 𝕻66,75B,C,W [1%] NU ¦ 2 N § 9:9 ομοιος f35 A,D,N [98%] CP,HF,RP,OC,TR ¦ ελεγον ουχι αλλα 1 𝕻66ℵC,W [0.5%] NU ¦ ελεγον ουχι αλλ 1 𝕻75B [0.5%] ¦ ουχι αλλ 1 [1%] * 9:10 πως f35 𝕻75A,B,W [99%] CP,HF,RP,OC,TR ¦ 1 ουν 𝕻66ℵC,D,N [1%] [NU] 9:10 ανεωχθησαν f35 A [75%] CP,HF,RP,OC,TR ¦ ηνεωχθησαν 𝕻66,75ℵB,C,D,N,W [25%] NU 9:10 σου rell ¦ σοι [15%] some TRs ¦ — 𝕻66 § 9:11 και ειπεν ανθρωπος f35 A,N [98%] CP,HF,RP,OC,TR ¦ ο 3 ο 𝕻66ℵB [1.5%] NU ¦ 3 ο 𝕻75C [0.5%] ¦ 3 D,W * 9:11 μοι f35 𝕻75A,D,N,W [99.5%] CP,HF,RP,OC,TR ¦ 1 οτι 𝕻66ℵB [0.5%] NU 9:11 την κολυμβηθραν του f35 A,N (97.6%) CP,HF,RP,OC,TR ¦ τον 𝕻66,75ℵB,D,W (2.1%) NU ¦ — (0.4%) 9:11 δε f35 A [97%] CP,HF,RP,OC,TR ¦ ουν 𝕻66,75ℵB,D,N,W [3%] NU § 9:12 ειπον ουν f35 N [97.5%] CP,HF,RP,OC,TR ¦ ειπαν 2 𝕻66D ¦ 1 A ¦ ~ και 1 𝕻75 [2%] ¦ ~ και ειπαν ℵB,W [alone] NU * 9:14 οτε f35 A,D,N (99.1%) CP,HF,RP,OC,TR ¦ εν η ημερα 𝕻66,75ℵB,W (0.9%) NU 9:15 επεθηκεν μου (μοι N CP) επι τους οφθαλμους f35 𝕻66,75ℵB(N) [95%] (CP)HF,RP,OC,NU ¦ ~ 13452 D [5%] TR ¦ ~ 21345 A 9:16 ουτος ο ανθρωπος ουκ εστιν παρα του (−τ. A) θεου f35 (A) [95%] CP,HF,RP,OC,TR ¦ ~ 4516823 𝕻66,75ℵB,D,N,W [5%] NU § 9:16 αλλοι f35 𝕻66,75A,N [97%] CP,HF,RP,OC,TR ¦ 1 δε ℵB,D,W [3%] [NU] * 9:17 ουν f35 𝕻66,75ℵA,B(D)N,W [30%] CP,NU ¦ — [70%] HF,RP,OC,TR 9:17 συ τι f35 𝕻75A,D,N,W [99.5%] CP,HF,RP,OC,TR ¦ ~ 21 ℵB [0.5%] NU ¦ — 𝕻66 9:17 ηνοιξεν f35 𝕻66ℵA [88%] CP,HF,RP,OC,TR ¦ ηνεωξεν 𝕻75B,W [2%] NU ¦ ανεωζεν [10%] ¦ ηνυζεν D ¦ ανεωξεν N § 9:18 τυφλος ην f35 A [99%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻66,75ℵB,N,W [1%] NU ¦ — D * 9:19 αρτι βλεπει f35 𝕻66A(N) (98.6%) CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻75ℵB,D,W (1%) NU ¦ five other variants (0.4%) 9:20 δε f35 A,N [85%] CP,HF,RP,OC ¦ ουν 𝕻66,75ℵB [5%] NU ¦ — D,W [10%] TR 9:20 αυτοις f35 A,D,N [95%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,W [5%] NU § 9:21 αυτος ηλικιαν εχει αυτον ερωτησατε f35 A(N) [98%] CP,HF,RP,OC,TR ¦ 123 𝕻75ℵ ¦ ~ 4523 𝕻66B(D) [2%] NU ¦ 23 W * 9:21 εαυτου rell ¦ αυτου D [20%] TR 9:22 ειπον rell ¦ ειπαν ℵ [alone] NU 9:23 ειπον f35 𝕻66A,N,W [98.5%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻75ℵB,D [0.5%] NU ¦ — [1%] § 9:23 ερωτησατε f35 A [99.5%] CP,HF,RP,OC,TR ¦ επερωτησατε 𝕻66,75ℵB,W [0.5%] NU ¦ ερωτατε D ¦ ερωτησαται N * 9:24 εκ δευτερου τον ανθρωπον f35 A,N [99%] CP,HF,RP,OC,TR ¦ ~ 3412 𝕻66,75ℵB,W [1%] NU ¦ ~ αυτον 12 D 9:24 ειπον f35 A [99%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻66,75ℵB,D,N,W [1%] NU 9:24 ο ανθρωπος ουτος f35 A,D,N [99.5%] CP,HF,RP,OC,TR ¦ ~ 312 𝕻66,75(ℵ)B,W [0.5%] NU § 9:25 ουν rell ¦ — [15%] * 9:25 και ειπεν f35 N [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵA,B,D,W [2%] NU 9:26 δε f35 A [95%] CP,HF,RP,OC,TR ¦ ουν 𝕻66,75B,D,N,W [5%] NU ¦ — ℵ 9:26 παλιν f35 𝕻66A [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻75ℵB,D,W [0.5%] NU § 9:26 ανεωξεν f35 [30%] CP ¦ ηνεωξεν 𝕻66v,75N,W [2%] ¦ ηνοιξεν A,B [63%] HF,RP,OC,TR,NU ¦ ηνυξεν ℵD [5%] * 9:27 αυτου μαθηται rell ¦ ~ 21 𝕻66ℵD [30%] 9:28 ελοιδορησαν f35 𝕻66A [92%] CP,HF,RP,OC ¦ και 1 𝕻75ℵB,W [0.5%] NU ¦ 1 ουν [5%] TR ¦ οι δε 1 D,N [2.5%] 9:28 ει μαθητης εκεινου f35 [98%] CP,HF,RP,OC,TR ¦ ~ 213 𝕻75ℵA,B(N)W [1.5%] NU ¦ ~ 231 𝕻66D [0.5%] § 9:28 μωσεως f35 A,B,N [98%] CP,HF,RP,TR ¦ μωυσεως 𝕻75ℵD,W [2%] OC,NU * 9:29 μωσει f35 A,N [50%] CP,HF ¦ μωση [48%] RP,TR ¦ μωυσει 𝕻66,75ℵB,D,W [1%] OC,NU ¦ μωυση [1%] 9:30 γαρ τουτω f35 A [97%] CP,HF,RP,OC,TR ¦ ~ 21 το 𝕻(66)75ℵB,N,W [1%] NU ¦ 1 τουτο [2%] ¦ ~ 2 ουν D 9:30 ανεωξεν f35 A [99%] CP,HF,RP,OC,TR ¦ ηνοιξεν 𝕻66,75ℵB,D [0.5%] NU ¦ ηνεωξεν N,W [0.5%] § 9:31 δε f35 A,N,W [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,D [2%] NU * 9:31 ποιη rell ¦ ποιει [15%] 9:32 ηνοιξεν f35 𝕻66ℵA [98%] CP,HF,RP,OC,TR ¦ ηνεωξεν B,N,W [0.5%] NU ¦ ανεωξεν 𝕻75 [1.5%] ¦ ηνυξε D 9:34 ειπον f35 A [99%] CP,HF,RP,OC,TR ¦ ειπαν 𝕻66,75ℵB(D)W [1%] NU § 9:34 ολως f35 [25%] ¦ ολος 𝕻75ℵA,B,D,W [75%] CP,HF,RP,OC,TR,NU ¦ ο λογος 𝕻66 * 9:35 ηκουσεν ο ιησους οτι εξεβαλον αυτον εξω f35 𝕻66A,D,W (88.3%) CP,HF,RP,OC,TR ¦ 134567 𝕻75ℵB (0.4%) NU ¦ two other variations (0.2%) ¦ — (11%) [The omission is an obvious case of homoioteleuton—the last three words are identical.] 9:35 αυτω f35 𝕻66A (99.4%) CP,HF,RP,OC,TR ¦ — 𝕻75ℵB,D,W (0.6%) NU 9:35 θεου f35 A (99.6%) CP,HF,RP,OC,TR ¦ ανθρωπου 𝕻66,75ℵB,D,W (0.4%) NU § 9:36 απεκριθη εκεινος και ειπεν και τις εστιν κυριε f35 [97.5%] CP,HF,RP,OC,NU ¦ 1234678 [2%] TR ¦ 567 εφη 8 𝕻75B,W ¦ 12678 A ¦ ~ 1234867 ℵ ¦ 12567 εφη 8 𝕻66 * 9:37 δε f35 A [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75(ℵ)B(D)W [1%] NU 9:37 εωρακας f35 ℵA,D [80%] CP,HF,RP,OC,TR,NU ¦ εορακας 𝕻66,75B,W [20%] ¦ two other spellings 9:40 και f35 A [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,W [1%] NU ¦ ~ δε D ¦ ~ ουν [1%] § 9:40 οντες μετ αυτου f35 A [97%] CP,HF,RP,OC,TR ¦ ~ 231 𝕻66,75ℵB,D,W [3%] NU * 9:40 ημεις rell ¦ υμεις CP 9:41 η ουν f35 A [95%] CP,HF,RP,OC,TR ¦ 1 ℵB [3%] NU ¦ και 1 𝕻75 ¦ 1 αι 𝕻66 ¦ αι D,W [1%] ¦ 121 [1%]