10
Jesus the Shepherd
A true shepherd
»Ἀμήν, ἀμὴν λέγω ὑμῖν, μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής. δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. Τούτῳ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖ* κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν,§ ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἐλάλει αὐτοῖς.
The Door
Εἶπεν οὖν πάλιν αὐτοῖς Ἰησοῦς·* «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι θύρα. Δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. 10  κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν.
The Good Shepherd
11 »Ἐγώ εἰμι ποιμὴν καλός. ποιμὴν καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. 12  μισθωτὸς δέ,§ καὶ οὐκ* ὢν ποιμήν, οὗ οὐκ εἰσὶν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα, καὶ φεύγει· καὶ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. 13  δὲ μισθωτὸς φεύγει§ ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει* αὐτῷ περὶ τῶν προβάτων.
14 »Ἐγώ εἰμι ποιμὴν καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. 15 Καθὼς γινώσκει με Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 Καὶ ἄλλα πρόβατα ἔχω οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν·§ καὶ γενήσεται* μία ποίμνη, εἷς ποιμήν.
17 »Διὰ τοῦτο Πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν. 18 Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾿ ἐμοῦ, ἀλλ᾿ ἐγὼ τίθημι αὐτὴν ἀπ᾿ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου
19 Σχίσμα οὖν§ πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· «Δαιμόνιον ἔχει καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε 21 Ἄλλοι ἔλεγον· «Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν*
“My sheep hear my voice”
22 Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν§ ἦν. 23 Καὶ περιεπάτει Ἰησοῦς ἐν τῷ ἱερῷ, ἐν τῇ Στοᾷ* Σολομῶνος. 24 Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· «Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ 25 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· «Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Τὰ ἔργα ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μουταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. 26 Ἀλλ᾿ ὑμεῖς οὐ πιστεύετε, οὐ γάρ§ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν.* 27 Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι. 28 Κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα· καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29  Πατήρ μου, ὃς§ δέδωκέν μοι, μείζων πάντων* ἐστίν· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. 30 Ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν
31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· «Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν§ ἐκ τοῦ Πατρός μου.* Διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με 33 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες, «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· καὶ ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν Θεόν 34 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς·§ «Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν,*Ἐγὼ εἶπα, θεοί ἐστε›; 35 Εἰ ἐκείνους εἶπεν θεούς, πρὸς οὓς λόγος τοῦ Θεοῦ ἐγένετοκαὶ οὐ δύναται λυθῆναι Γραφή 36 ὃν Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτιΒλασφημεῖς,› ὅτι εἶπον, ‹Υἱὸς τοῦ Θεοῦ εἰμι›; 37 Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. 38 Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε,§ ἵνα γνῶτε καὶ πιστεύσητε* ὅτι ἐν ἐμοὶ Πατήρ, κἀγὼ ἐν αὐτῷ
39 Ἐζήτουν οὖν πάλιν πιάσαι αὐτόν,§ καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
The last three months
40 Καὶ ἀπῆλθεν πάλιν* πέραν τοῦ Ἰορδάνου, εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ ἔμεινεν ἐκεῖ. 41 Καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι «Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν 42 Καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.§
* 10:3 καλει f35 [98%] CP,HF,RP,OC,TR ¦ φωνει 𝕻66,75ℵA,B,D,W [2%] NU 10:4 και f35 A,D [95%] CP,HF,RP,OC,TR ¦ ~ δε [3%] ¦ — 𝕻66,75ℵB,W [2%] NU 10:4 προβατα εκβαλλη f35 [50%] ¦ 1 εκβαλη A [45%] CP,HF,RP,OC,TR ¦ 1 εκβαλει [3%] ¦ παντα εκβαλη 𝕻75B,W [2%] NU ¦ εκβαλη παντα 𝕻66 ¦ εκβαλη ℵ [All the verbs in verses 3 and 4 are in the present tense.] § 10:5 ακολουθησωσιν f35 𝕻6v,66,75ℵ,W [97%] CP,HF,RP,OC,TR ¦ ακολουθησουσιν A,B,D [3%] NU * 10:7 παλιν αυτοις ο ιησους f35 D (84.4%) CP,HF,RP,OC,TR ¦ ~ 2134 ℵA (9.2%) ¦ ~ 2341 (1.6%) ¦ 234 𝕻45,66W (3%) ¦ 134 𝕻75 (0.5%) NU ¦ 12 (0.5%) ¦ 14 B (alone) ¦ — (0.2%) ¦ long omissions (0.4%) [homoioteleuton] 10:7 οτι f35 𝕻66ℵA,D,W (73.2%) CP,HF,RP,OC,TR,NU ¦ — 𝕻75B (26.8%) 10:8 ηλθον προ εμου f35 𝕻66A,B,D,W [45%] OC[NU] ¦ ~ 231 [5%] TR ¦ 1 𝕻75ℵ [50%] CP,HF,RP § 10:12 μισθωτος δε f35 A [95%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻66ℵD [3%] ¦ 1 𝕻45,75B,W [2%] NU * 10:12 ουκ rell ¦ ουχ CP 10:12 εισιν f35 D [95%] CP,HF,RP,OC,TR ¦ εστιν 𝕻45,66,75ℵA,B,W [5%] NU 10:12 τα προβατα f35 A [97%] CP,HF,RP,OC,TR ¦ — 𝕻45,66,75ℵB,D,W [3%] NU § 10:13 ο δε μισθωτος φευγει f35 (A) [97%] CP,HF,RP,OC,TR ¦ — 𝕻45,66,75ℵB,D,W [3%] NU * 10:13 μελει rell ¦ μελλει [30%] 10:14 γινωσκομαι υπο των εμων f35 A [99%] CP,HF,RP,OC,TR ¦ γινωσκουσιν με τα εμα 𝕻(45)66(75)(ℵB)W [1%] NU ¦ γεινωσιν εμε τα εμα D 10:16 με δει f35 A [97%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻45,66,75ℵB,D,W [3%] NU § 10:16 ακουσουσιν f35 𝕻66,75B,D (60.9%) CP,HF,RP,OC,TR,NU ¦ ακουσωσιν ℵA,W (38.1%) ¦ ακουουσιν (0.5%) ¦ ακουσονται (0.2%) ¦ four other variants (0.3%) * 10:16 γενησεται f35 𝕻66ℵA (97.9%) CP,HF,RP,OC,TR ¦ γενησονται 𝕻45B,D,W (1.9%) NU ¦ two other variants (0.2%) 10:17 ο πατηρ με f35 A,W [99%] CP,HF,RP,OC,TR ¦ ~ 312 𝕻66,75ℵB,D [1%] NU 10:18 θειναι rell ¦ θηναι [10%] § 10:19 ουν f35 𝕻66A(D) (98.7%) CP,HF,RP,OC,TR ¦ — 𝕻75ℵB,W (1.3%) NU * 10:21 ανοιγειν f35 A(D) [97%] CP,HF,RP,OC,TR ¦ ανοιξαι 𝕻66ℵB,W [3%] NU 10:22 δε f35 𝕻66ℵA(D) [98%] CP,HF,RP,OC,TR ¦ τοτε 𝕻75B,W [1%] NU ¦ — [1%] 10:22 εν f35 𝕻45ℵD [90%] CP,HF,RP ¦ 1 τοις 𝕻66A,B,W [10%] OC,TR,NU § 10:22 και χειμων f35 A [97%] CP,HF,RP,OC,TR ¦ 2 𝕻66,75ℵB,D,W [3%] NU ¦ 2 δε 𝕻45 * 10:23 στοα f35 ℵA,D [85%] CP,HF,RP ¦ 1 του 𝕻66,75B,W [15%] OC,TR,NU 10:23 σολομωνος f35 𝕻45,66ℵB,D [80%] CP,HF,RP,OC,NU ¦ σολομωντος A,W [20%] TR 10:26 αλλ f35 D [95%] CP,HF,RP,OC,TR ¦ αλλα 𝕻66,75ℵA,B,W [5%] NU § 10:26 ου γαρ f35 A [97%] CP,HF,RP,OC,TR ¦ οτι ουκ 𝕻66,75ℵB,D,W [3%] NU * 10:26 καθως ειπον υμιν f35 𝕻66A,D (95.4%) CP,HF,RP,OC,TR ¦ — 𝕻75ℵB,W (4.6%) NU 10:27 ακουει f35 𝕻75A,D [97%] CP,HF,RP,OC,TR ¦ ακουουσιν 𝕻66ℵB,W [3%] NU 10:28 ζωην αιωνιον διδωμι αυτοις f35 𝕻66A,D (98.4%) CP,HF,RP,OC,TR ¦ ~ 3412 𝕻75ℵB,W (1.6%) NU § 10:29 ος f35 𝕻66,75A (97.6%) CP,HF,RP,OC,TR ¦ ο ℵB,D,W (0.7%) NU ¦ ους (1.1%) ¦ ως (0.3%) ¦ long omissions (0.4%) (𝕻66,75 4.8% have εδωκεν.) * 10:29 μειζων παντων f35 (𝕻66) (98%) CP,HF,RP,OC,TR ¦ ~ 21 ℵD,W (0.8%) ¦ μειζον 2 A (0.5%) ¦ ~ 2 μειζον B (0.4%) NU ¦ long omissions (0.3%) (𝕻75 joins ~ 21, but the crucial vowel is missing.) 10:29 μου f35 A,D,W (99.1%) CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB (0.9%) NU 10:31 ουν f35 𝕻66A(D) (98.7%) CP,HF,RP,OC,TR ¦ — (𝕻45)ℵB,W (1.3%) NU § 10:32 καλα εργα εδειξα υμιν f35 𝕻66D (87.7%) CP,HF,RP,OC,TR ¦ 234 W (0.8%) ¦ 134 (1.3%) ¦ ~ 2134 𝕻45vℵA (9.7%) NU ¦ ~ 2341 B (0.2%) ¦ ~ 1342 (0.2%) ¦ ~ 3421 𝕻75v (alone) * 10:32 μου f35 𝕻66A,W (99.4%) CP,HF,RP,OC,TR ¦ — ℵB,D (0.4%) NU ¦ long omissions (0.2%) (Both 𝕻45 & 75 have lacunae, but there is enough space for the pronoun.) 10:32 λιθαζετε με f35 (𝕻66A,W)D (98.9%) CP,HF,RP,OC,TR ¦ ~ εμε 1 𝕻45ℵB (1.1%) NU 10:33 λεγοντες f35 D [90%] CP,HF,RP,OC,TR ¦ — 𝕻45,66ℵA,B,W [10%] NU § 10:34 αυτοις ο ιησους f35 𝕻75ℵA [99.5%] CP,HF,RP,OC,TR[NU] ¦ 13 𝕻45B,W ¦ ~ 3 και ειπεν 1 𝕻66 ¦ 123 και ειπεν D * 10:34 υμων f35 A [98.5%] CP,HF,RP,OC,TR ¦ 1 οτι 𝕻66,75B,W [1%] NU ¦ οτι 𝕻45(ℵ)D [0.5%] 10:34 ειπα f35 𝕻45,66,75ℵB,W [70%] CP,HF,RP,OC,TR,NU ¦ ειπον A,D [30%] 10:38 πιστευητε f35 𝕻45,75B [89%] CP,HF,RP,OC,TR,NU ¦ πιστευετε A [10%] ¦ πιστευεται ℵW [0.5%] ¦ πιστευηται 𝕻66 ¦ θελετε πιστευειν D § 10:38 πιστευσατε f35 𝕻45A [95%] CP,HF,RP,OC,TR ¦ πιστευσαται 𝕻66 ¦ πιστευετε 𝕻75B [5%] NU ¦ πιστευεται ℵD,W * 10:38 πιστευσητε f35 A (94.7%) CP,HF,RP,OC,TR ¦ πιστευητε ℵ (1.3%) ¦ γινωσκητε 𝕻45(66)75B (1.4%) NU ¦ γινωσκετε (W) (0.4%) ¦ — D (0.4%) ¦ long omissions (1.6%) [homoioteleuton] 10:38 αυτω f35 𝕻45A [99%] CP,HF,RP,OC,TR ¦ τω πατρι 𝕻75ℵB,D,W [1%] NU ¦ 1 πατρι 𝕻66 10:39 ουν f35 𝕻66ℵA,W [75%] CP,HF,RP,OC,TR[NU] ¦ δε 𝕻45 ¦ — 𝕻75vB [25%] ¦ ~ και D § 10:39 ουν παλιν πιασαι αυτον f35 (18.9%) OC ¦ ~ 1243 𝕻66 (32.8%) CP,HF,RP,TR ¦ ~ 1423 A,W (12%) NU ¦ ~ 1432 (0.2%) ¦ ~ 2143 (0.2%) ¦ ~ 243 B (30.3%) ¦ ~ 423 (3.4%) ¦ ~ 143 (𝕻45)ℵ (1.2%) ¦ ~ 43 D (0.6%) ¦ six further variants (0.4%) * 10:40 παλιν f35 𝕻45ℵA,B,D,W (89.5%) CP,HF,RP,OC,TR,NU ¦ — 𝕻66 (10.5%) 10:41 σημειον εποιησεν f35 𝕻45,66,75ℵA,B,D (88.4%) CP,HF,RP,OC,TR,NU ¦ ~ 21 W (10.8%) ¦ seven other variants (0.8%) 10:42 επιστευσαν πολλοι f35 A [97%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻45,66,75ℵB,D(W) [3%] NU § 10:42 εκει εις αυτον f35 [90%] CP,HF,RP,OC,TR ¦ ~ 231 𝕻66,75ℵA,B,D,W [10%] NU ¦ 23 𝕻45