11
Lazarus of Bethany
Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. (Ἦν δὲ Μαρία* ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν ἑαυτῆς, ἧς ἀδελφὸς Λάζαρος ἠσθένει.) Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, «Κύριε, ἴδε, ὃν φιλεῖς ἀσθενεῖ
Jesus lets Lazarus die on purpose
Ἀκούσας δὲ Ἰησοῦς εἶπεν, «Αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾿ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ Υἱὸς τοῦ Θεοῦ δι᾿ αὐτῆς (Ἠγάπα δὲ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.) Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας. Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, «Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν
Λέγουσιν αὐτῷ οἱ μαθηταί, «Ῥαββί,§ νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ Ἀπεκρίθη* Ἰησοῦς· «Οὐχὶ δώδεκά ὧραί εἰσιν τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. 10 Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτὶ προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ
11 Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, «Λάζαρος φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν 12 Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ,§ «Κύριε, εἰ κεκοίμηται σωθήσεται 13 Εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 Τότε οὖν εἶπεν αὐτοῖς Ἰησοῦς παρρησίᾳ· «Λάζαρος ἀπέθανεν. 15 Καὶ χαίρω δι᾿ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ. Ἀλλὰ* ἄγωμεν πρὸς αὐτόν 16 Εἶπεν οὖν Θωμᾶς ( λεγόμενος Δίδυμος) τοῖς συμμαθηταῖς, «Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾿ αὐτοῦ
17 Ἐλθὼν οὖν Ἰησοῦς, εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. 18 (Ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε· 19 καὶ πολλοὶ§ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ* Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.§) 20  οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι* Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
Martha
21 Εἶπεν οὖν Μάρθα πρὸς τὸν Ἰησοῦν· «Κύριε, εἰ ἦς ὧδε ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.§ 22 Ἀλλὰ* καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι Θεός 23 Λέγει αὐτῇ Ἰησοῦς, «Ἀναστήσεται ἀδελφός σου 24 Λέγει αὐτῷ Μάρθα, «Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ 25 Εἶπεν αὐτῇ Ἰησοῦς· «Ἐγώ εἰμι ἀνάστασις καὶ ζωή. πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· 26 καὶ πᾶς ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο 27 Λέγει αὐτῷ, «Ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ Χριστός, Υἱὸς τοῦ Θεοῦ, εἰς τὸν κόσμον ἐρχόμενος
Mary
28 Καὶ ταῦτα§ εἰποῦσα, ἀπῆλθεν καὶ ἐφώνησεν Μαρίαν* τὴν ἀδελφὴν αὐτῆς, λάθρᾳ εἰποῦσα, « διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε 29 Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται§ πρὸς αὐτόν. 30 (Οὔπω δὲ ἐληλύθει Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾿ ἦν ἐν* τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρθα. 31 Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾿ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι «Ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.») 32  οὖν Μαρία,§ ὡς ἦλθεν ὅπου ἦν * Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας, λέγουσα αὐτῷ, «Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέν μου ἀδελφός
Jesus is troubled
33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν. 34 Καὶ εἶπεν, «Ποῦ τεθείκατε αὐτόνΛέγουσιν αὐτῷ, «Κύριε, ἔρχου καὶ ἴδε 35 Ἐδάκρυσεν Ἰησοῦς. 36 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, «Ἴδε πῶς ἐφίλει αὐτόν 37 Τινὲς δὲ ἐξ αὐτῶν εἶπον,§ «Οὐκ ἠδύνατο* οὗτος, ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ 38 Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον.
Jesus raises Lazarus from the dead
Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾿ αὐτῷ. 39 Λέγει Ἰησοῦς, «Ἄρατε τὸν λίθονΛέγει αὐτῷ ἀδελφὴ τοῦ τεθνηκότος, Μάρθα, «Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν 40 Λέγει αὐτῇ Ἰησοῦς, «Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψει τὴν δόξαν τοῦ Θεοῦ 41 Ἦραν οὖν τὸν λίθον οὗ ἦν τεθνηκὼς κείμενος.§ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· «Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42 Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας 43 Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασεν, «Λάζαρε, δεῦρο ἔξω 44 Καὶ* ἐξῆλθεν τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς Ἰησοῦς, «Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν
The reaction
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν, καὶ θεασάμενοι § ἐποίησεν Ἰησοῦς,* ἐπίστευσαν εἰς αὐτόν. 46 Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ὅσα ἐποίησεν Ἰησοῦς. 47 Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· «Τί ποιοῦμεν; Ὅτι οὗτος ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ.§ 48 Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως,* πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος
49 Εἷς δέ τις ἐξ αὐτῶν, Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, «Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται 51 (Τοῦτο δὲ ἀφ᾿ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν§ ὅτι ἔμελλεν * Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους· 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾿ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.) 53 Ἀπ᾿ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο§ ἵνα ἀποκτείνωσιν αὐτόν.
A tactical withdrawal
54 Ἰησοῦς οὖν* οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν. Κἀκεῖ διέτριβεν μετὰ τῶν μαθητῶν αὐτοῦ.
The Passover is near
55 Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ᾿§ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, «Τί ὑμῖν δοκεῖ*ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν 57 Δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολήν, ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
* 11:2 μαρια f35 𝕻66ℵA,D,W [99.5%] CP,HF,RP,OC,TR ¦ μαριαμ B [0.5%] NU 11:2 εαυτης f35 [40%] ¦ αυτης 𝕻45,66,75ℵA,B,D,W [60%] CP,HF,RP,OC,TR,NU 11:7 μαθηταις rell ¦ 1 αυτου A,D [20%] CP § 11:8 ραββι f35 𝕻75v [90%] CP,HF,RP,OC,TR,NU ¦ ραββει 𝕻45,66ℵA,B,C,D,W [10%] * 11:9 απεκριθη f35 𝕻66,75ℵA,B,C,D,W [85%] CP,HF,RP,OC,NU ¦ 1 ο 𝕻45 [15%] TR 11:9 ωραι εισιν f35 𝕻66ℵA,B,C,W [60%] CP,NU ¦ ~ 21 [40%] HF,RP,OC,TR ¦ ωρας εχει D 11:11 εξυπνισω rell ¦ εξυπνησω [15%] ¦ εξυπνισαι D § 11:12 οι μαθηται αυτου f35 [90%] CP,HF,RP,OC,TR ¦ 12 αυτω 𝕻66,75B,C [8%] NU ¦ ~ αυτω 12 ℵD,W [2%] ¦ αυτω A * 11:15 αλλα rell ¦ αλλ B [20%] OC,TR 11:16 συμμαθηταις f35 𝕻75 [90%] CP,HF,RP,OC,TR,NU ¦ συνμαθηταις 𝕻66ℵA,B,C,D,W [5%] ¦ μαθηταις [5%] 11:17 τεσσαρας ημερας ηδη f35 [98.5%] CP,HF,RP,OC,TR ¦ ~ 132 𝕻75B,C [1%] NU ¦ ~ 312 𝕻66 ¦ 12 A,D ¦ τεσσαρες 23 ℵ ¦ two other variants § 11:19 και πολλοι f35 A [98%] CP,HF,RP,OC,TR ¦ ~ 2 δε 𝕻66,75ℵB,C,D,W [1%] NU ¦ ~ 2 ουν [1%] * 11:19 τας περι f35 A [99%] HF,RP,OC,TR ¦ την 𝕻66,75vℵB,C,W [1%] CP,NU ¦ — D ¦ one other variant 11:19 μαριαν f35 𝕻66ℵA,W [99%] CP,HF,RP,OC,TR ¦ μαριαμ 𝕻75B,C,D [1%] NU 11:19 παραμυθησωνται rell ¦ παραμυθησονται [15%] § 11:19 αυτων f35 A,C [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻45,66,75ℵB,D,W [1%] NU * 11:20 οτι f35 𝕻45,66,75ℵA,B,C,D,W [90%] CP,HF,RP,NU ¦ 1 ο [10%] OC,TR 11:20 μαρια rell ¦ μαριαμ [1%] NU 11:21 ουν f35 A [60%] CP,HF,RP ¦ 1 η 𝕻66,75ℵB,C,D,W [40%] OC,TR,NU § 11:21 ο αδελφος μου ουκ αν ετεθνηκει f35 [95%] CP,HF,RP,OC,TR ¦ ~ 45 απεθανεν 123 𝕻75ℵB,C,W [0.5%] NU ¦ 12345 απεθανεν 𝕻45,66 [2%] ¦ ~ 451236 A ¦ ~ 45123 απεθανεν D ¦ ~ 45 απεθανεν 312 [1%] ¦ two other variants [1%] * 11:22 αλλα f35 𝕻45,66A,D,W [99%] CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻75ℵB,C [1%] 11:24 αυτω f35 𝕻45,75ℵA,W [85%] HF,RP,OC,TR ¦ 1 η 𝕻66B,C,D [15%] CP,NU 11:27 ει rell ¦ — OC § 11:28 ταυτα f35 𝕻66A,D [99.5%] CP,HF,RP,OC,TR ¦ τουτο 𝕻75vℵB,C,W [0.5%] NU * 11:28 μαριαν f35 𝕻45,66ℵW [95%] CP,HF,RP,OC,TR ¦ μαριαμ 𝕻75vA,B,C(D) [5%] NU 11:29 εκεινη f35 𝕻66A,D [98%] CP,HF,RP,OC,TR ¦ 1 δε 𝕻75ℵB,C,W [2%] NU 11:29 εγειρεται f35 𝕻45,66A [98.5%] CP,HF,RP,OC,TR ¦ ηγερθη 𝕻75ℵB,C,D,W [1.5%] NU § 11:29 ερχεται f35 𝕻45,66A,D [99%] CP,HF,RP,OC,TR ¦ ηρχετο 𝕻75ℵB,C,W [1%] NU * 11:30 ην εν f35 A,D [96.5%] CP,HF,RP,OC,TR ¦ 1 ετι 2 𝕻75ℵB,C,W [2%] NU ¦ 1 ετι επι 𝕻66 [1%] ¦ 1 επι 𝕻45 [0.5%] 11:31 μαριαν f35 𝕻66ℵA,W [99%] CP,HF,RP,OC,TR ¦ μαριαμ 𝕻75B,C,D [1%] NU 11:31 λεγοντες f35 𝕻66A [98%] CP,HF,RP,OC,TR ¦ δοξαντες ℵB,C,D,W [2%] NU ¦ δοξαζοντες 𝕻75v § 11:32 μαρια f35 𝕻45,66ℵA,D,W [99%] CP,HF,RP,OC,TR ¦ μαριαμ 𝕻75B,C [1%] NU * 11:32 ο f35 𝕻45W [95%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵA,B,C,D [5%] NU 11:32 αυτου εις τους ποδας f35 𝕻66A [78%] CP,HF,RP,OC ¦ ~ 2341 [20%] TR ¦ 1 προς 34 ℵB,C,W [2%] NU ¦ ~ προς 341 D 11:32 απεθανεν μου f35 𝕻45vA [99%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻66,75ℵB,C(D)W [1%] NU § 11:37 ειπον f35 𝕻(66)75vB,C(D)W [95%] CP,HF,RP,OC,TR ¦ ειπαν ℵ [alone] NU ¦ ελεγον A [5%] * 11:37 ηδυνατο f35 ℵA [99%] CP,HF,RP,OC,TR ¦ εδυνατο 𝕻66B,C,D,W [1%] NU 11:39 τεθνηκοτος f35 [97%] CP,HF,RP,OC,TR ¦ τετελευτηκοτος ℵA,B,C(D)W [1%] NU ¦ τετελευκοτος 𝕻66 ¦ τελευτηκοτος [2%] 11:40 οψει f35 [70%] CP,HF,RP,OC,TR ¦ οψη 𝕻66ℵA,B,C,D,W [30%] NU § 11:41 ου ην ο τεθνηκως κειμενος f35 [96%] CP,HF,RP,OC,TR ¦ 12 A [2%] ¦ — 𝕻66,75ℵB,C,D,W [2%] NU * 11:44 και f35 𝕻45vℵA,W [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75B,C [0.5%] NU ¦ 1 ευθυς D 11:44 αφετε f35 (ℵ)A,D(W) [99%] CP,HF,RP,OC,TR ¦ 1 αυτον 𝕻45(66)75B,C [1%] NU 11:45 μαριαν f35 𝕻45,66ℵA,W [99.5%] CP,HF,RP,OC,TR ¦ μαριαμ 𝕻6B,C,D [0.5%] NU § 11:45 α rell ¦ οσα CP ¦ ο 𝕻66B,C,D [1%] * 11:45 ο ιησους f35 D [98%] CP,HF,RP,OC,TR ¦ 2 ℵ ¦ — 𝕻6,45,66A,B,C,W [2%] NU 11:46 οσα f35 A [29%] ¦ α 𝕻66ℵB [70%] CP,HF,RP,OC,TR,NU ¦ ο C,D [1%] 11:46 ο f35 ℵA,W [99.5%] CP,HF,RP,OC,TR ¦ — 𝕻6,66B,C,D [0.5%] NU § 11:47 σημεια ποιει f35 D [98%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻45v,66ℵA,B,W [2%] NU * 11:48 ουτως f35 𝕻45,66ℵA,B,D,W [50%] CP,RP,NU (Just for the record, sigma before consonant.) 11:50 διαλογιζεσθε f35 [98%] CP,HF,RP,OC,TR ¦ λογιζεσθε 𝕻66ℵA,B,D,W [2%] NU 11:50 ημιν f35 A,W [98%] CP,HF,RP,OC,TR ¦ υμιν 𝕻45,66B,D [2%] NU ¦ — ℵ § 11:51 προεφητευσεν f35 A,W [99%] CP,HF,RP,OC,TR ¦ επροφητευσεν 𝕻45,66ℵB,D [1%] NU * 11:51 ο f35 [35%] CP,OC,TR ¦ — 𝕻45,66ℵA,B(D,W) [65%] HF,RP,NU 11:52 διεσκορπισμενα rell ¦ διασκορπισμενα CP ¦ εσκορπισμενα 𝕻45,66D 11:52 συναγαγη rell ¦ συναγαγει [1%] CP § 11:53 συνεβουλευσαντο f35 A [98%] CP,HF,RP,OC,TR ¦ εβουλευσαντο 𝕻45,66,75ℵB,D,W [2%] NU * 11:54 ιησους ουν f35 A,D [97%] CP,HF,RP,OC,TR ¦ ~ ο 21 𝕻75vℵB,W [3%] NU ¦ ο δε 1 𝕻66 11:54 διετριβεν f35 (𝕻45)A,D [99%] CP,HF,RP,OC,TR ¦ εμεινεν 𝕻66,75ℵB,W [1%] NU 11:54 αυτου f35 A [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66ℵB,D,W [2%] NU § 11:56 μετ rell ¦ μετα [1%] CP * 11:56 υμιν δοκει f35 [20%] ¦ ~ 21 𝕻45v,66,75vℵA,B,W [80%] CP,HF,RP,OC,TR,NU ¦ δοκειτε D ¦ two other variants 11:57 και f35 D [90%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵA,B,W [10%] NU 11:57 εντολην f35 𝕻66A,D [97%] CP,HF,RP,OC,TR ¦ εντολας ℵB,W [3%] NU