Enter John the baptizer—26 AD
3
Ἐν ἔτει δὲ* πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος,§ ἐπὶ ἀρχιερέως* Ἄννα (καὶ Καϊάφα), ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν· ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου, λέγοντος·§ «Φωνὴ βοῶντος· ‹Ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ* πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.› »
“Brood of vipers!”
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾿ αὐτοῦ· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ‹Πατέρα ἔχομεν τὸν Ἁβραάμ›· λέγω γὰρ ὑμῖν ὅτι δύναται Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἁβραάμ. Ἤδη δὲ καὶ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται
“What shall we do?”
10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, «Τί οὖν ποιήσομεν 11 Ἀποκριθεὶς δὲ λέγει αὐτοῖς, « ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ἔχων βρώματα ὁμοίως ποιείτω 12 Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι ὑπ᾿ αὐτοῦ§ καὶ εἶπον πρὸς αὐτόν, «Διδάσκαλε, τί ποιήσομεν* 13  δὲ εἶπεν πρὸς αὐτούς, «Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε 14 Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, «Καὶ ἡμεῖς, τί ποιήσομεν Καὶ εἶπεν πρὸς αὐτούς, «Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε,§ καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν
“A greater One is coming”
15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη Χριστός, 16 ἀπεκρίνατο Ἰωάννης ἅπασιν* λέγων· «Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει§ τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ
John is imprisoned—historical aside
18 (Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τῷ λαῷ.* 19  δὲ Ἡρῴδης τετράρχηςἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ Ἡρῳδιάδος, τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν Ἡρῴδης 20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν· καὶ§ κατέκλεισεν τὸν Ἰωάννην ἐν τῇ* φυλακῇ.)
Jesus is baptized
21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ, βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν, «Σὺ εἶ Υἱός μου ἀγαπητός· ἐν σοὶ εὐδόκησα§
Mary’s genealogy
23 (Καὶ αὐτὸς ἦν * Ἰησοῦς, ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὤν (ὡς ἐνομίζετο) υἱὸς Ἰωσήφ, τοῦ Ἠλεί,§ 24 τοῦ Ματθάν,* τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ Ἰαννᾶ, τοῦ Ἰωσήφ, 25 τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλί,§ τοῦ Ναγγαί, 26 τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΐ,* τοῦ Ἰωσήφ, τοῦ Ἰούδα, 27 τοῦ Ἰωαννάν,§ τοῦ Ῥησᾶ, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί,* 28 τοῦ Μελχί, τοῦ Ἀδδί, τοῦ Κωσάμ, τοῦ Ἐλμωδάμ,§ τοῦ Ἤρ, 29 τοῦ Ἰωσῆ,* τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, τοῦ Ματθάτ, τοῦ Λευΐ,§ 30 τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάμ,* τοῦ Ἐλιακείμ, 31 τοῦ Μελεᾶ, τοῦ Μαϊνάν, τοῦ Ματταθᾶ, τοῦ Νάθαν,§ τοῦ Δαυίδ, 32 τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ,* τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, 33 τοῦ Ἀμιναδάβ,§ τοῦ Ἀράμ,* τοῦ Ἰωράμ, τοῦ Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34 τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἁβραάμ, τοῦ Θάρρα, τοῦ Ναχώρ, 35 τοῦ Σερούχ,§ τοῦ Ῥαγάβ,* τοῦ Φάλεκ, τοῦ Ἑβέρ, τοῦ Σαλᾶ, 36 τοῦ Καϊνάν,§ τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37 τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ,* τοῦ Ἰάρεδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν, 38 τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.)
* 3:1 δε rell ¦ — [12%] 3:1 τετραρχουντος f35 B,D,N,W [99.8%] CP,HF,RP,TR,OC ¦ τετρααρχουντος ℵA,C,NU 3:1 τετραρχουντος f35 A,B,D,N,W [99.9%] CP,HF,RP,TR,OC ¦ τετρααρχουντος ℵC,NU § 3:1 τετραρχουντος f35 A,B,D,N,W [99.9%] CP,HF,RP,TR,OC ¦ τετρααρχουντος ℵC,NU * 3:2 επι αρχιερεως f35 ℵA,B,C,D,N,W [96.5%] CP,HF,RP,NU ¦ επ 2 [0.4%] OC ¦ 1 αρχιερεων [2.8%] ¦ επ αρχιερεων [0.3%] TR 3:2 τον f35 ℵA,B,C,D,N,W [82%] CP,HF,RP,OC,NU ¦ 1 του [18%] TR 3:3 την f35 ℵC,D [99.5%] CP,HF,RP,TR,OC[NU] ¦ — A,B,N,W [0.5%] § 3:4 λεγοντος f35 A,C,N [98.2%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [1.8%] NU * 3:5 φαραγξ f35 ℵB,C,D,N,W [75%] CP,HF,RP,TR,OC,NU ¦ φαραξ A [25%] 3:10 ποιησομεν f35 [45%] CP,RP,TR,OC ¦ ποιησωμεν ℵA,B,C(D)N,W [55%] HF,NU (The indicative is correct; they are committing themselves to do what he says.) 3:11 λεγει f35 A,D [97.8%] CP,HF,RP,TR,OC ¦ ελεγεν 𝕻4ℵB,C,N [2.2%] NU ¦ ειπεν W § 3:12 ὑπ αυτου f35 C [40%] CP ¦ — 𝕻4ℵA,B,D,N,W [60%] HF,RP,TR,OC,NU * 3:12 ποιησομεν f35 [43%] CP,RP,TR,OC ¦ ποιησωμεν 𝕻4ℵA,B,C(D)N,W [57%] HF,NU (The indicative continues to be correct.) 3:14 και ημεις τι ποιησομεν f35 A [45%] CP,RP,TR,OC ¦ 123 ποιησωμεν N [53.4%] HF ¦ ~ 3 ποιησωμεν 12 𝕻4vℵB,C,W [1.6%] NU ¦ ~ 3 ποιησωμεν D (Still indicative.) 3:14 προς αυτους f35 ℵA,N,W [99.1%] CP,HF,RP,TR,OC ¦ αυτοις 𝕻4B,C,D [0.9%] NU § 3:14 διασεισητε μηδε συκοφαντησητε rell ¦ ~ 321 OC * 3:16 απασιν f35 A,C [98.2%] CP,HF,RP,TR,OC ¦ πασιν 𝕻4ℵB,N,W [1.8%] NU ¦ — D 3:16 ο ιωαννης απασιν λεγων f35 A,C,N [91.3%] CP,HF,RP,TR,OC ¦ 234 [5.7%] ¦ 34 [0.4%] ¦ ~ 1243 [1.6%] ¦ ~ 4312 𝕻4ℵB,W [0.3%] NU ¦ ~ 3124 [0.6%] ¦ ~ 3412 [0.1%] ¦ — D 3:17 και διακαθαριει f35 A,C,D,N,W [97.9%] CP,HF,RP,TR,OC ¦ διακαθαραι 𝕻4ℵB,NU ¦ 1 καθαριει [1.8%] ¦ one other reading § 3:17 συναξει f35 A,C(D)N,W [99.8%] CP,HF,RP,TR,OC ¦ συναγαγειν 𝕻4ℵB,NU * 3:18 τω λαω f35 [15%] ¦ τον λαον rell [The verb ευαγγελιζω normally takes the dative, although the accusative does occur; evidently there is no difference in meaning.] 3:19 τετραρχης f35 A,B,D,N,W [99.8%] CP,HF,RP,TR,OC ¦ τετρααρχης ℵC,NU 3:19 γυναικος f35 𝕻4,75vℵB,D,N [75%] CP,HF,RP,OC,NU ¦ 1 φιλιππου A,C,W [25%] TR § 3:20 και f35 𝕻75vA,C,N,W [98.2%] CP,HF,RP,TR,OC[NU] ¦ — ℵB,D [1.8%] * 3:20 τη f35 A,C,N,W [86%] CP,HF,RP,TR,OC ¦ — 𝕻4ℵB,D [14%] NU 3:22 ωσει f35 A,N [96.4%] CP,HF,RP,TR,OC ¦ ως 𝕻4ℵB,D,W [3.6%] NU 3:22 λεγουσαν f35 A,N [99.2%] CP,HF,RP,TR,OC ¦ — 𝕻4ℵB,D,W [0.8%] NU § 3:22 ευδοκησα f35 𝕻4ℵB,N [72%] CP,HF,RP,OC,NU ¦ ηυδοκησα A,W [28%] TR ¦ — D * 3:23 ο f35 A,N [97%] CP,HF,RP,TR,OC ¦ — 𝕻4ℵB,D,W [3%] NU 3:23 ωσει ετων τριακοντα αρχομενος f35 A(D)N [98.8%] CP,HF,RP,TR,OC ¦ ~ 4123 𝕻4ℵB,W [1.2%] NU 3:23 ως ενομιζετο υιος f35 A(D)N [98.7%] CP,HF,RP,TR,OC ¦ ~ 312 𝕻4ℵB,W [1.3%] NU § 3:23 ἠλει f35 ℵA,B [60%] ¦ ἠλι 𝕻4N [40%] CP,TR,NU (ἡλι HF,RP,OC) [Codex W omits the whole genealogy, while codex D replaces it with Matthew’s.] * 3:24 ματθαν f35 N [45%] CP,OC ¦ ματθατ A,B [52%] HF,RP,TR ¦ μαθθαθ 𝕻4(ℵ) [alone] ¦ ματθα [1.9%] ¦ ματταθ [0.9%] ¦ three other spellings [0.2%] ¦ μαθθατ [none!] NU (NU serves up a patchwork quilt.) 3:24 μελχι f35 N [66%] CP,HF,RP,TR,OC,NU ¦ μελχει 𝕻4ℵA,B [33.4%] ¦ μελχη [0.6%] 3:24 ιαννα f35 A [87.9%] CP,HF,RP,TR ¦ ιανναι 𝕻4vℵB [1.2%] NU ¦ ιωαννα N [4.8%] OC ¦ ιανναν [1.4%] ¦ αννα [1.1%] ¦ ιωαννε [0.9%] ¦ nine other spellings [2.7%] § 3:25 εσλι f35 [64%] CP,HF,RP,TR,NU ¦ εσλει ℵA,B [28.1%] ¦ εσλιμ N [3.5%] OC ¦ εσλειμ [2.5%] ¦ four other spellings 𝕻4v [1.9%] * 3:26 σεμει f35 [51%] CP,RP,TR ¦ σεμεει A,N [45.4%] HF ¦ σαιμει [2.2%] ¦ σεμεειν 𝕻4ℵB [0.5%] ¦ σεμεη [0.7%] ¦ σεμευ OC ¦ two other spellings [0.2%] ¦ σεμειν [none!] NU (NU serves up another patchwork quilt.) 3:26 ιωσηφ f35 A,N [94.2%] CP,HF,RP,TR ¦ ιωσηχ 𝕻4ℵB [5.7%] OC,NU ¦ two other spellings [0.1%] 3:26 ιουδα f35 A,N [94.7%] CP,HF,RP,TR ¦ ιωδα 𝕻4ℵB [5%] OC,NU ¦ four other spellings [0.3%] § 3:27 ιωανναν f35 [49%] CP,OC ¦ ιωαννα [13%] TR ¦ ιωαναν 𝕻4A,B [18%] HF,RP,NU ¦ ιωναν ℵ [12%] ¦ ιωνναν [2%] ¦ ιαναν [3%] ¦ ιανναν [1.6%] ¦ four other spellings [1.4%] ¦ — N (If we take the letters one by one, we get: ι=100%, ω=a. 94%, α=a. 87%, ν=100%, ν=a. 69%, α=100%, ν=a. 72%; the plurality variant wins all around.) * 3:27 νηρι f35 N [65%] CP,HF,RP,TR,OC,NU ¦ νηρει 𝕻4ℵA,B [34%] ¦ six other spellings [1%] 3:28 μελχι f35 N [65%] CP,HF,RP,TR,OC,NU ¦ μελχει 𝕻4ℵA,B [35%] 3:28 αδδι f35 N [67.5%] CP,HF,RP,TR,OC,NU ¦ αδδει 𝕻4ℵA,B [30%] ¦ seven other spellings [2.5%] § 3:28 ελμωδαμ f35 A [82%] CP,HF,RP,TR,OC ¦ ελμαδαμ ℵB,N [1%] NU ¦ ελμωδαν [7%] ¦ ελμωδαδ [5%] ¦ ελμασαμ 𝕻4 ¦ twelve other spellings [5%] * 3:29 ιωση f35 A,N [95.5%] CP,HF,RP,TR,OC ¦ ιησου 𝕻4ℵB [1.5%] NU ¦ six other spellings [3%] 3:29 ιωρειμ A,B [72%] CP,HF,RP,TR,OC ¦ ιωριμ ℵN [12%] NU ¦ ιωρημ [10%] ¦ eight further spellings [6%] 3:29 ματθατ f35 [76%] CP,HF,RP,TR,OC ¦ μαθθατ 𝕻4B [0.5%] NU ¦ ματταθ A [11%] ¦ μαθθαθ ℵ ¦ ματθαν N [6%] ¦ μαθατ [1.5%] ¦ eleven further spellings [5%] § 3:29 λευι f35 N [80%] CP,HF,RP,TR,OC,NU ¦ λευει 𝕻4ℵA,B [20%] * 3:30 ιωναμ f35 ℵB [25%] NU ¦ ιωναν [48%] CP,HF,RP,TR ¦ ιωνα OC ¦ ιωαναν A [7%] ¦ ιωανναν [12%] ¦ ιωανα N ¦ seven further spellings [8%] 3:30 ελιακειμ rell ¦ ελιακιμ N [1%] NU ¦ ελειακειμ [1%] ¦ ελιακημ [1%] ¦ three other spellings 3:31 μαιναν f35 N [93.5%] CP,HF,RP,TR,OC ¦ μεννα 𝕻4vℵB [1.5%] NU ¦ eight other spellings [5%] ¦ — A § 3:31 ναθαν f35 A,N [99.7%] CP,HF,RP,TR,OC ¦ ναθαμ 𝕻4ℵB,NU * 3:32 ωβηδ f35 N [83%] CP,HF,RP,TR,OC ¦ ιωβηδ A [14%] NU ¦ ιωβηλ ℵB ¦ ωβηλ D ¦ ιωβητ 𝕻4 ¦ five other spellings [3%] 3:32 βοοζ f35 [91%] CP,HF,RP,TR,OC ¦ βοος A,B,D [8%] NU ¦ βαλλς ℵ ¦ four other spellings [1%] ¦ — N 3:32 σαλμων f35 A,N [98%] CP,HF,RP,TR,OC ¦ σαλα 𝕻4ℵB,NU ¦ σαλμαν [1%] ¦ two other variants [0.5%] § 3:33 αμιναδαβ f35 A(D) [76%] CP,HF,RP,TR,OC,NU ¦ αμιναδαμ [15%] ¦ αμηναδαβ [5%] ¦ αδαμ ℵ ¦ five other readings [4%] ¦ — B * 3:33 αραμ f35 A,D [95%] CP,HF,RP,TR,OC ¦ 1 του αρνι N ¦ αδμειν του αρνει B ¦ αδμιν του αρνει ℵ ¦ αδμιν του αρνι NU [There are at least four further variations. The available statements of evidence are confusing, but it appears that αδμιν has about 1%, and αδμειν may have up to 4%.] 3:33 του ιωραμ f35 [80%] HF,OC ¦ — ℵA,B,N [20%] CP,RP,TR,NU (itb gives us overt V century attestation for ‘Joram’, though I have demonstrated, to my own satisfaction at least, that f35 must hark back at least to the III.) 3:34 θαρρα f35 N [40%] CP,HF ¦ θαρα ℵA,B,D [60%] RP,TR,OC,NU § 3:35 σερουχ f35 ℵA,B(D)N [98%] CP,HF,RP,OC,NU ¦ σαρουχ [2%] TR * 3:35 ραγαβ f35 [25%] ¦ ραγαυ ℵA,B,D,N [70%] CP,HF,RP,TR,OC,NU ¦ six other spellings [5%] 3:35 φαλεκ f35 ℵA,B,D,N [50%] CP,HF,TR,OC,NU ¦ φαλεγ A [50%] RP 3:35 ἑβερ f35 CP[?],RP,some TRs ¦ ἐβερ HF,OC,some TRs,NU § 3:36 καιναν f35 A,N [97%] CP,HF,RP,TR,OC ¦ καιναμ ℵB [0.5%] NU ¦ three other spellings [2%] ¦ — D * 3:37 ἐνωχ f35 CP,RP,TR,OC ¦ ἑνωχ HF,NU 3:37 ιαρεδ f35 D,N [90%] CP,HF,RP,TR,OC ¦ ιαρετ 𝕻75vℵB,NU ¦ ιαρεθ A [9.5%] 3:37 καιναν f35 A,B,D,N [99.8%] CP,HF,RP,TR,OC ¦ καιναμ ℵ,NU