6
Jesus is Lord of the Sabbath
Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ* διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον, ψώχοντες ταῖς χερσίν. Τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς,§ «Τί ποιεῖτε οὐκ ἔξεστιν ποιεῖν* ἐν τοῖς σάββασιν Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν Ἰησοῦς· «Οὐδὲ τοῦτο ἀνέγνωτε, ἐποίησεν Δαυὶδ ὁπότε§ ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ ὄντες·* ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν καὶ ἔφαγεν, καὶ ἔδωκεν καὶ§ τοῖς μετ᾿ αὐτοῦοὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς Καὶ ἔλεγεν αὐτοῖς ὅτι* «Κύριός ἐστιν Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ σαββάτου
He heals on the Sabbath
Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος,§ καὶ χεὶρ αὐτοῦ δεξιὰ ἦν ξηρά. Παρετήρουν* δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ τῷ σαββάτῳ θεραπεύσει,§ ἵνα εὕρωσιν κατηγορίαν* αὐτοῦ. Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν καὶ εἶπεν τῷ ἀνθρώπῳ§ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, «Ἔγειραι* καὶ στῆθι εἰς τὸ μέσον δὲ ἀναστὰς ἔστη. Εἶπεν οὖν Ἰησοῦς πρὸς αὐτούς· «Ἐπερωτήσω§ ὑμᾶς τι·* Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι κακοποιῆσαι, ψυχὴν σῶσαι ἀποκτεῖναι,§ 10 Καὶ περιβλεψάμενος πάντας αὐτοὺς* εἶπεν αὐτῷ, «Ἔκτεινον τὴν χεῖρά σου δὲ ἐποίησεν οὕτως καὶ ἀποκατεστάθη§ χεὶρ αὐτοῦ, ὑγιὴς ὡς ἄλλη.*
The rejection
11 Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.
Choosing the Twelve
12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν§ εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. 13 Καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν·* 14 Σίμωνα (ὃν καὶ ὠνόμασεν Πέτρον) καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον,§ 15 Ματθαῖον* καὶ Θωμᾶν, Ἰάκωβον (τὸν τοῦ Ἀλφαίου) καὶ Σίμωνα (τὸν καλούμενον Ζηλωτήν),§ 16 Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην* (ὃς καὶ ἐγένετο προδότης).
A sermon on a level place
17 Καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος§ μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· 18 καὶ οἱ ὀχλούμενοι* ὑπὸ πνευμάτων ἀκαθάρτωνκαὶ ἐθεραπεύοντο. 19 Καὶ πᾶς ὄχλος ἐζήτει§ ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
Blessings
20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· «Μακάριοι οἱ πτωχοί,* ὅτι ὑμετέρα ἐστὶν βασιλεία τοῦ Θεοῦ. 21 Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου. 23 Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
Woes
24 »Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. 25 Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι,§ ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν* οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. 26 Οὐαὶ ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι,§ κατὰ ταῦτα* γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
Instructions
27 »Ἀλλά, ὑμῖν λέγω τοῖς ἀκούουσιν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· 28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε ὑπὲρ§ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 Παντὶ δὲ τῷ* αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33 Καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ§ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34 Καὶ ἐὰν δανείζητε* παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ§ ἁμαρτωλοὶ ἁμαρτωλοῖς* δανείζουσιν, ἵνα ἀπολάβωσιν τὰ ἴσα.
Be compassionate
35 »Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν§ οἰκτίρμονες, καθὼς καὶ* Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.
We get what we give
37 »Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Ἀπολύετε, καὶ ἀπολυθήσεσθε. 38 Δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόνπεπιεσμένον καὶ σεσαλευμένον καὶ§ ὑπερεκχυνόμενον*δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Τῷ γὰρ αὐτῷ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν
39 Εἶπεν δὲ παραβολὴν αὐτοῖς· «Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;§ 40 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ,* κατηρτισμένος δὲ πᾶς ἔσται ὡς διδάσκαλος αὐτοῦ. 41 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 42  πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, ‹Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου,› αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.§
A tree is known by its fruit
43 »Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ* δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν 44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσιν σταφυλήν. 45  ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ πονηρὸς ἄνθρωπος§ ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ* προφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
Two foundations
46 »Τί δέ με καλεῖτε, ‹Κύριε, Κύριε,› καὶ οὐ ποιεῖτε λέγω; 47 Πᾶς ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούςὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς§ ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν. Πλημμύρας* δὲ γενομένης, προσέρρηξεν ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτήν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 49  δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι τὴν§ οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, προσέρρηξεν* ποταμός, καὶ εὐθέως ἔπεσεν· καὶ ἐγένετο τὸ§ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα
* 6:1 δευτεροπρωτω f35 A,C,D (92.1%) CP,HF,RP,TR,OC ¦ δευτερω πρωτω (6%) ¦ — 𝕻4ℵB,W (1.6%) NU ¦ four other variants (0.2%) 6:1 των f35 C,D [88%] CP,HF,RP,TR,OC ¦ — 𝕻4ℵA,B,W [12%] NU 6:1 τους σταχυας και ησθιον f35 A(D)W [98%] CP,HF,RP,TR,OC ¦ ~ 3412 𝕻4,75vB,C [2%] NU ¦ 234 ℵ § 6:2 αυτοις f35 A [97%] CP,HF,RP,TR,OC ¦ αυτω D [1%] ¦ — 𝕻4ℵB,C,W [1.5%] NU ¦ two other variants * 6:2 ποιειν f35 ℵA,C,W [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻4B [0.5%] NU ¦ D is wild ¦ three other variants 6:2 εν f35 A,C [95%] CP,HF,RP,TR,OC ¦ — 𝕻4ℵB,W [5%] NU 6:3 προς αυτους ειπεν ο ιησους f35 𝕻75vC [80%] CP,HF,RP,TR,OC,NU ¦ ~ 45312 A [12%] ¦ ~ 45123 ℵW [4%] ¦ ~ 31245 [1%] ¦ 1235 𝕻4B ¦ ~ 453 αυτους [0.5%] ¦ ~ 45 ελεγεν 12 D ¦ ~ 453 [2%] § 6:3 οποτε f35 A [89%] CP,HF,RP,TR,OC ¦ οτε 𝕻4ℵB,C,D,W [11%] NU * 6:3 οντες f35 A,C [96.5%] CP,HF,RP,TR,OC[NU] ¦ παντες [1%] ¦ — 𝕻4ℵB,D,W [2.5%] 6:4 ως f35 ℵA,C [93%] CP,HF,RP,TR,OC[NU] ¦ πως [7%] ¦ — 𝕻4B,D 6:4 ελαβεν και f35 A [85%] CP,HF,RP,TR,OC ¦ λαβων B,C [0.5%] NU ¦ — ℵD,W [14.5%] § 6:4 και f35 ℵA,D [97.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻4B,W [2.5%] NU * 6:5 οτι f35 A(D) [98%] CP,HF,RP,TR,OC ¦ — 𝕻4ℵB,W [2%] NU 6:5 ο υιος του ανθρωπου και του σαββατου f35 A(D) [99.7%] CP,HF,RP,TR,OC ¦ ~ 671234 ℵB,W [0.3%] NU 6:6 και f35 A [86%] HF,RP,TR,OC ¦ — 𝕻4ℵB,W [14%] CP,NU ¦ D is wild § 6:6 εκει ανθρωπος f35 A [97%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻4ℵB,W [3%] NU ¦ 2 D * 6:7 παρετηρουν f35 ℵ [89%] CP,HF,RP,TR,OC ¦ παρετηρουντο 𝕻4A,B,D [11%] NU 6:7 δε f35 A [93%] CP,HF,RP,OC ¦ 1 αυτον 𝕻4ℵB,D,W [7%] TR,NU 6:7 ει f35 D [25%] ¦ 1 εν 𝕻4ℵA,B,D,W [75%] CP,HF,RP,TR,OC,NU § 6:7 θεραπευσει f35 𝕻4B [97%] CP,HF,RP,TR,OC ¦ θεραπευει ℵA,D,W [3%] NU * 6:7 κατηγοριαν f35 A,W [93%] CP,HF,RP,TR,OC ¦ κατηγορειν 𝕻4ℵB [7%] NU ¦ κατηγορησαι D 6:7 αυτου rell ¦ κατ 1 W [15%] 6:8 και ειπεν f35 A [96.5%] CP,HF,RP,TR,OC ¦ ~ 2 δε 𝕻4ℵB,W [3%] NU ¦ 2 [0.5%] ¦ λεγει D § 6:8 ανθρωπω f35 A,W [97%] CP,HF,RP,TR,OC ¦ ανδρι 𝕻4ℵB [3%] NU ¦ — D * 6:8 εγειραι f35 [55%] CP,HF,RP,TR ¦ εγειρε 𝕻4ℵA,B,W [45%] OC,NU ¦ εγειρου D 6:8 ο δε f35 A [96%] CP,HF,RP,TR,OC ¦ και 𝕻4ℵB,D,W [4%] NU 6:9 ουν f35 A [97.5%] CP,HF,RP,TR,OC ¦ δε 𝕻4ℵB,D,W [2.5%] NU § 6:9 επερωτησω f35 A,D [99.2%] CP,HF,RP,TR,OC ¦ επερωτω 𝕻4ℵB,W [0.4%] NU ¦ ερωτησω [0.4%] * 6:9 τι f35 A [99%] CP,HF,RP,TR,OC ¦ ει 𝕻4ℵB,D,W [1%] NU 6:9 τοις σαββασιν f35 A [99%] CP,HF,RP,TR,OC ¦ τω σαββατω 𝕻4ℵB,D,W [1%] NU 6:9 αποκτειναι f35 A [90%] CP,HF,RP,OC ¦ απολεσαι 𝕻4ℵB,D,W [10%] TR,NU § 6:9 αποκτειναι rell ¦ 1 οι δε εσιωπων D [15%] * 6:10 αυτους rell ¦ 1 εν οργη D [10%] ¦ 1 μετ οργης [1%] 6:10 αυτω f35 𝕻4A,B [90%] CP,HF,RP,OC,NU ¦ τω ανθρωπω ℵD,W [10%] TR 6:10 εποιησεν ουτως f35 [42%] CP,TR ¦ 1 𝕻4A,B [54.5%] HF,RP,OC,NU ¦ εξετεινεν ℵD,W [3.5%] § 6:10 αποκατεσταθη f35 𝕻4B [55%] CP,HF,RP,TR,OC ¦ απεκατεσταθη A,D,W [44%] NU ¦ απεκατεστη ℵ [1%] * 6:10 υγιης ως η αλλη f35 [80%] CP,HF,RP,TR ¦ 234 A,D,Q [18%] OC ¦ 12 και 34 D [1.5%] ¦ 1 W ¦ — 𝕻4,75vℵB [0.5%] NU 6:11 διελαλουν rell ¦ ελαλουν 𝕻4 [15%] ¦ διαλογιζοντο D ¦ one other variant 6:11 ποιησειαν f35 𝕻4 [91%] CP,HF,RP,TR,OC ¦ ποιησαιεν 𝕻75B [6%] NU ¦ ποιησειεν A,W [0.5%] ¦ ποιησιεν ℵ ¦ five other variants D [2%] § 6:12 εξηλθεν f35 Q [97%] CP,HF,RP,TR,OC ¦ εξελθειν αυτον 𝕻4,75ℵA,B,D,W [3%] NU * 6:13 ωνομασεν rell ¦ ονομασε [15%] ¦ εκαλεσε D 6:14 αυτου f35 A,Q [92%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻4,75ℵB,D,W [8%] NU 6:14 ιωαννην f35 A,Q [99%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻4ℵB,D,W [1%] NU § 6:14 βαρθολομαιον f35 A,Q [99%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻4ℵB,D,W [1%] NU * 6:15 ματθαιον f35 A,Q [99%] CP,HF,RP,TR,OC ¦ μαθθαιον 𝕻4ℵB,D [0.5%] NU ¦ μαθθεον W ¦ two other variants 6:15 θωμαν f35 A,B,Q,W [98%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻4ℵ(D) [2%] NU 6:15 τον του f35 A,D,Q [95%] CP,HF,RP,TR,OC ¦ — 𝕻4ℵB,W [2%] NU ¦ 2 [3%] § 6:15 ζηλωτην f35 A [96%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻4,75vℵB,D,Q,W [4%] NU * 6:16 ισκαριωτην f35 A,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ισκαριωθ 𝕻4,75ℵB [0.5%] NU ¦ σκαριωθ D ¦ four other variants 6:16 και f35 A,D,Q [99.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,W [0.5%] NU 6:17 τοπου rell ¦ του [15%] ¦ του 1 [1%] § 6:17 οχλος f35 A [99%] CP,HF,RP,TR,OC ¦ 1 πολυς 𝕻75ℵB,W [1%] NU * 6:18 οχλουμενοι f35 D,Q,W [99%] CP,HF,RP,TR,OC ¦ ενοχλουμενοι 𝕻75ℵA,B,T [1%] NU 6:18 υπο f35 [60%] CP,HF,RP,TR ¦ απο 𝕻75ℵA,B,D,Q,T,W [40%] OC,NU 6:18 και f35 [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵA,B,D,Q,T,W [1.5%] NU § 6:19 εζητει f35 A,D,Q [99%] CP,HF,RP,TR,OC ¦ εζητουν 𝕻75ℵB,T,W [1%] NU * 6:20 πτωχοι rell ¦ 1 τω πνευματι Q [10%] 6:23 χαρητε f35 ℵA,B,D [95%] CP,HF,RP,OC,NU ¦ χαιρετε [5%] TR 6:23 ταυτα f35 ℵA [98.5%] CP,HF,RP,TR ¦ τα αυτα 𝕻75B,D,Q,W [1.5%] OC,NU § 6:25 εμπεπλησμενοι f35 A(D) [85%] CP,HF,RP,TR,OC ¦ 1 νυν 𝕻75ℵB,Q,T(W) [15%] NU * 6:25 υμιν f35 𝕻75A,D,Q [97%] CP,HF,RP,TR,OC ¦ — ℵB,W [3%] NU 6:26 ουαι f35 𝕻75ℵA,B,Q,T [96%] CP,HF,RP,OC,NU ¦ 1 υμιν (D)W [4%] TR 6:26 καλως ειπωσιν υμας f35 ℵA (22%) CP ¦ ~ 132 D,Q,T,W (76.1%) HF,RP,TR,OC ¦ ~ 312 𝕻75B (0.2%) NU ¦ 12 (1.2%) ¦ long omissions (0.4%) ¦ two other variants (0.1%) § 6:26 παντες οι ανθρωποι f35 𝕻75A,B,Q,T (38.3%) TR,OC,NU ¦ ~ 231 ℵ (0.2%) ¦ 23 D (60.5%) CP,HF,RP ¦ 13 W (0.6%) ¦ long omission (0.4%) * 6:26 ταυτα f35 ℵA,T [94%] CP,HF,RP,TR ¦ τα αυτα 𝕻75B,D,W [6%] OC,NU 6:27 αλλα f35 ℵA,B,D,W [73%] CP,OC ¦ αλλ [27%] HF,RP,TR,NU 6:28 υμας f35 ℵA,B,D [45%] NU ¦ υμιν 𝕻75 [46%] CP,HF,RP,OC ¦ 1 και W [1%] ¦ υμιν και [8%] TR § 6:28 υπερ f35 A,D [99%] CP,HF,RP,TR,OC ¦ περι 𝕻75ℵB,W [1%] NU * 6:30 δε τω f35 A,D [93%] CP,HF,RP,TR,OC ¦ 2 [6.5%] ¦ — ℵB,W [0.5%] NU 6:31 και υμεις f35 ℵA,D,W [98%] CP,HF,RP,TR,OC ¦ 2 [1.5%] ¦ — B [0.5%] NU 6:33 και f35 A,D,W [99%] CP,HF,RP,TR,OC ¦ 1 γαρ 𝕻75ℵB,NU ¦ long omission [0.7%] § 6:33 γαρ f35 A,D [98%] CP,HF,RP,TR,OC ¦ — ℵB,W [2%] NU * 6:34 δανειζητε f35 [64%] CP,HF,RP,TR,OC ¦ δανειζετε [26%] ¦ δανιζετε A,D [9%] ¦ δανισητε B [0.2%] NU ¦ δανισηται ℵW ¦ four further variants 6:34 απολαβειν f35 A,D [99%] CP,HF,RP,TR,OC ¦ λαβειν 𝕻75ℵB,W [1%] NU 6:34 εστιν f35 ℵA,D(W) [99.7%] CP,HF,RP,TR,OC[NU] ¦ — 𝕻45v,75B [0.3%] § 6:34 γαρ f35 A,D [73%] CP,HF,RP,OC ¦ 1 οι [25%] TR ¦ 1 και [1.5%] ¦ — 𝕻75ℵB,W [0.5%] NU * 6:34 αμαρτωλοις rell ¦ αμαρτωλους [12%] 6:35 δανειζετε f35 [90%] CP,HF,RP,TR,OC ¦ δανιζετε A,B,D,W [9%] NU ¦ δανιζεται ℵ [1%] 6:35 υιοι f35 ℵA,B,D,W [94%] CP,HF,RP,OC,NU ¦ 1 του [6%] TR § 6:36 ουν f35 A [96%] CP,HF,RP,TR,OC ¦ — 𝕻45,75ℵB,D,W [4%] NU * 6:36 και f35 A,D [96.5%] CP,HF,RP,TR,OC[NU] ¦ — ℵB,W [3.5%] 6:37 κριθητε f35 A,C,D [93%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻75ℵB,W [7%] NU 6:38 και f35 A,C [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [1%] NU § 6:38 και f35 A,C [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻45ℵB,D,W [1.5%] NU * 6:38 υπερεκχυνομενον f35 𝕻75 [96%] CP,HF,RP,TR,OC ¦ υπερεκχυννομενον ℵA,B,C,D,W [4%] NU 6:38 τω γαρ αυτω μετρω ω f35 A,C (91.4%) CP,HF,RP,TR,OC ¦ 1245 (5.9%) ¦ 1345 𝕻45 (0.7%) ¦ 1235 (0.4%) ¦ 1234 (0.3%) ¦ ~ 524 ℵB,D,W (1.1%) NU ¦ four other variants (0.2%) 6:39 δε f35 𝕻45vA [95%] CP,HF,RP,TR,OC ¦ 1 και ℵB,C,D,W [5%] NU § 6:39 πεσουνται f35 ℵA,C [95%] CP,HF,RP,TR,OC ¦ εμπεσουνται B(D,W) [5%] NU * 6:40 αυτου f35 A,C [95%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,D,W [5%] NU 6:41 το rell ¦ τω [23%] 6:42 η πως f35 A,C,D,W [99.2%] CP,HF,RP,TR,OC ¦ 2 𝕻75B,NU ¦ 2 δε ℵ [0.2%] ¦ και 2 [0.4%] § 6:42 εκβαλειν το καρφος το εν τω οφθαλμω του αδελφου σου f35 ℵA,C(D) [98%] CP,HF,RP,TR,OC ¦ ~ 2-10,1 𝕻75B,W [2%] NU * 6:43 ουδε f35 A,C,D [97.5%] CP,HF,RP,TR,OC ¦ 1 παλιν 𝕻75ℵB,W [2.5%] NU 6:44 τρυγωσιν σταφυλην f35 A [96%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75ℵB,C,D,W [2.5%] NU ¦ ~ σταφυλας 1 [1%] ¦ 2 [0.5%] 6:45 αυτου f35 A,C,W [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,D [1%] NU § 6:45 ανθρωπος f35 A,C,W [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,D [1%] NU * 6:45 θησαυρου της καρδιας αυτου f35 A,C [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻75vℵB,D,W [1%] NU 6:45 του f35 C [65%] CP,HF,RP,TR,OC ¦ — ℵA,B,D,W [35%] NU 6:45 της f35 C [86%] CP,HF,RP,TR,OC ¦ — ℵA,B,D,W [14%] NU § 6:48 ος rell ¦ 1 και [0.5%] OC * 6:48 πλημμυρας f35 A,C [98%] CP,HF,RP,TR,OC ¦ πλημυρας D [1.5%] ¦ πλημυρης 𝕻75W ¦ πλημμυρης ℵB [0.5%] NU 6:48 προσερρηξεν f35 𝕻75A,C [99%] CP,HF,RP,TR,OC ¦ προσερηξεν ℵB,D,W [1%] NU 6:48 τεθεμελιωτο γαρ επι την πετραν f35 A,C,D [98.5%] CP,HF,RP,TR,OC ¦ δια το καλως οικοδομησθαι αυτην ℵB,W [1.5%] NU § 6:49 την f35 𝕻75 [30%] ¦ — ℵA,B,C,D,W [70%] CP,HF,RP,TR,OC,NU * 6:49 προσερρηξεν f35 𝕻75ℵA,C(W) [99%] CP,HF,RP,TR,OC ¦ προσερηξεν B [1%] NU ¦ συνερηξεν D 6:49 ευθεως f35 A,W [91%] CP,HF,RP,TR ¦ ευθυς 𝕻45,75ℵB,C [9%] OC,NU ¦ — D 6:49 επεσεν f35 A,C,W [96%] CP,HF,RP,TR,OC ¦ συνεπεσεν 𝕻45,75ℵB,D [4%] NU § 6:49 το rell ¦ — [16%]