7
The faith of a centurion
Ἐπεὶ δὲ* ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεν§ τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες* ὅτι ἄξιός ἐστιν παρέξει τοῦτο, «Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς.
Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν πρὸς αὐτὸν ἑκατόνταρχος φίλους§ λέγων αὐτῷ· «Κύριε, μὴ σκύλλου, οὐ γάρ εἰμι ἱκανὸς* ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν. Ἀλλ᾿ εἰπὲ λόγῳ καὶ ἰαθήσεται§ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας. Καὶ λέγω τούτῳ, ‹Πορεύθητι,› καὶ πορεύεται· καὶ ἄλλῳ, ‹Ἔρχου,› καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, ‹Ποίησον τοῦτο,› καὶ ποιεῖ
Ἀκούσας δὲ ταῦτα Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, «Λέγω ὑμῖν, οὐδὲ* ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον 10 Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
A widow’s son raised
11 Καὶ ἐγένετο ἐν τῇ§ ἑξῆς, ἐπορεύετο*, εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ§ οἱ μαθηταὶ αὐτοῦ ἱκανοί,* καὶ ὄχλος πολύς. 12 Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς§ σὺν αὐτῇ. 13 Καὶ ἰδὼν αὐτὴν Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ* καὶ εἶπεν αὐτῇ, «Μὴ κλαῖε 14 Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, «Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι 15 Καὶ ἀνεκάθισεν νεκρὸς καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
16 Ἔλαβεν δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι «Προφήτης μέγας ἐγήγερται ἐν ἡμῖνκαὶ ὅτι «Ἐπεσκέψατο Θεὸς τὸν λαὸν αὐτοῦ§ 17 Καὶ ἐξῆλθεν λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ἐν* πάσῃ τῇ περιχώρῳ.
Messengers from John
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. 19 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ, Ἰωάννης ἔπεμψεν πρὸς τὸν Ἰησοῦν λέγων, «Σὺ εἶ Ἐρχόμενος, ἄλλον προσδοκῶμεν 20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον·§ «Ἰωάννης Βαπτιστὴς ἀπέσταλκεν* ἡμᾶς πρός σε λέγων, ‹Σὺ εἶ Ἐρχόμενος, ἄλλον προσδοκῶμεν;› » 21 Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ§ βλέπειν. 22 Καὶ ἀποκριθεὶς Ἰησοῦς* εἶπεν αὐτοῖς· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσιν,§ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται,* κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται. 23 Καί, μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί
Jesus praises John
24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· «Τί ἐξεληλύθατε§ εἰς τὴν ἔρημον θεάσασθαι, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 Ἀλλὰ τί ἐξεληλύθατε* ἰδεῖν, ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν, προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 Οὗτός ἐστιν περὶ οὗ γέγραπται· ‹Ἰδού, ἐγὼ§ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.› 28 Λέγω γὰρ* ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ Βαπτιστοῦ οὐδείς ἐστιν· δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστιν
29 (Καὶ πᾶς λαὸς ἀκούσας, καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου. 30 Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.)
Inconsistency of the Pharisees
31 «Τίνι§ οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν,*Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.› 33 Ἐλήλυθεν γὰρ Ἰωάννης Βαπτιστὴς μήτε ἄρτον ἐσθίων§ μήτε οἶνον πίνων,* καὶ λέγετε, ‹Δαιμόνιον ἔχει.› 34 Ἐλήλυθεν Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ‹Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.› 35 Καὶ ἐδικαιώθη σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων
A lesson in forgiveness
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν§ τοῦ Φαρισαίου ἀνεκλίθη.* 37 Καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται§ ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, 38 καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω* κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν· καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
39 Ἰδὼν δὲ Φαρισαῖος καλέσας αὐτόν, εἶπεν ἐν ἑαυτῷ λέγων, «Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ γυνὴ ἥτις ἅπτεται αὐτοῦὅτι ἁμαρτωλός ἐστιν 40 Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτόν, «Σίμων, ἔχω σοί τι εἰπεῖν δέ φησίν, «Διδάσκαλε, εἰπέ 41 «Δύο χρεωφειλέται§ ἦσαν δανειστῇ* τινι. εἷς ὤφειλεν δηνάρια πεντακόσια, δὲ ἕτερος πεντήκοντα. 42 Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει§ 43 Ἀποκριθεὶς δὲ * Σίμων εἶπεν, «Ὑπολαμβάνω ὅτι τὸ πλεῖον ἐχαρίσατο δὲ εἶπεν αὐτῷ, «Ὀρθῶς ἔκρινας
44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· «Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν· ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας, αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμαξεν. 45 Φίλημά μοι οὐκ ἔδωκας, αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθον§ οὐ διέλιπεν* καταφιλοῦσά μου τοὺς πόδας. 46 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέν μου τοὺς πόδας. 47 Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ
48 Εἶπεν δὲ αὐτῇ, «Ἀφέωνταί σου αἱ ἁμαρτίαι 49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, «Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν 50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, « πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην
* 7:1 επει δε f35 ℵ [94%] CP,HF,RP,TR,OC ¦ επειδη A,B,C,W [3%] NU ¦ επειδη 2 [2.5%] ¦ οτε 2 [0.5%] ¦ D is wild 7:1 εισηλθεν rell ¦ 1 ο ιησους [12%] 7:1 καπερναουμ f35 A [99%] CP,HF,RP,TR,OC ¦ καφαρναουμ 𝕻75ℵB,C,D,W [1%] NU § 7:2 εμελλεν f35 [60%] CP,HF,RP ¦ ημελλεν 𝕻75ℵA,B,C,D,W [39.5%] TR,OC,NU ¦ two other variants [0.5%] * 7:4 λεγοντες rell ¦ 1 αυτω [16%] 7:4 παρεξει f35 [90%] CP,HF,RP,TR,OC ¦ παρεξη ℵA,B,C,D,W [5%] NU ¦ παρεξεις [5%] 7:6 προς (επ A) αυτον f35 (A)C,D(W) [99%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB [1%] NU § 7:6 ο εκατονταρχος φιλους f35 𝕻45vA,D [96.5%] CP,HF,RP,TR,OC ¦ ~ 312 ℵC [2%] ¦ ~ 31 εκατονταρχης 𝕻75vB,W [0.5%] NU ¦ three other variants [1%] * 7:6 ειμι ικανος f35 A,C,D [99.7%] CP,HF,RP,TR,OC ¦ ~ 21 (μι ℵ) 𝕻75v(ℵ)B,W [0.3%] NU 7:6 μου υπο την στεγην f35 ℵC,D,W [55%] CP,HF ¦ ~ 2341 𝕻75vA,B [45%] RP,TR,OC,NU 7:7 αλλ f35 ℵD [90%] CP,HF,RP,OC ¦ αλλα 𝕻75A,B(C)W [10%] TR,NU § 7:7 ιαθησεται f35 ℵA,C,D,W [99.7%] CP,HF,RP,TR,OC ¦ ιαθητω 𝕻75vB [0.3%] NU * 7:9 ουδε f35 𝕻75ℵA,B,C,W [55%] TR,OC,NU ¦ ουτε [45%] CP,HF,RP ¦ ουδεποτε D 7:10 οι πεμφθεντες εις τον οικον f35 A,C [87%] CP,HF,RP,TR,OC ¦ ~ 34512 𝕻75ℵB,W [10%] NU ¦ ~ 3512 D ¦ two other variants [3%] 7:10 ασθενουντα f35 A,C(D) [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,W [1.5%] NU § 7:11 τη f35 ℵC,D,W [50%] CP,TR ¦ τω 𝕻75A,B [50%] HF,RP,OC,NU * 7:11 επορευετο f35 A,C,D [98%] CP,HF,RP,TR,OC ¦ επορευθη 𝕻75ℵB,W [1.5%] NU ¦ two other variants 7:11 επορευετο rell ¦ 1 ο ιησους [10%] 7:11 ναιν rell ¦ ναειν [20%] ¦ five further spellings [2%] § 7:11 αυτω f35 𝕻75ℵB,C,D,W [85%] CP,HF,RP,TR,OC,NU ¦ — A [15%] * 7:11 αυτου ικανοι f35 A,C (98.4%) CP,HF,RP,TR,OC ¦ 1 𝕻75ℵB,D,W (1%) NU ¦ 2 (0.5%) 7:12 υιος μονογενης f35 A,C,D [99.3%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75vℵB,W [0.7%] NU 7:12 αυτη f35 A,W [89%] CP,HF,RP,TR ¦ 1 ην 𝕻75ℵB,C [11%] OC,NU ¦ ουση D § 7:12 ικανος f35 A,C [94%] CP,HF,RP,TR ¦ 1 ην 𝕻75ℵB,W [6%] some TRs,OC,NU ¦ D is wild * 7:13 αυτη rell ¦ αυτην ℵ [20%] 7:16 παντας f35 𝕻75B,D [86%] CP,HF,RP,OC,NU ¦ απαντας ℵA,C,W [14%] TR 7:16 εγηγερται f35 W [98%] CP,HF,RP,TR,OC ¦ ηγερθη 𝕻75ℵA,B,C [2%] NU ¦ εξηγερθη D § 7:16 αυτου rell ¦ 1 εις αγαθον [17%] * 7:17 εν f35 A,D [98%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,W [2%] NU 7:19 ιησουν f35 ℵA,W [99%] CP,HF,RP,TR,OC ¦ κυριον B [1%] NU ¦ D is wild 7:19 αλλον rell ¦ ετερον ℵB,W [8.5%] OC § 7:20 ειπον rell ¦ ειπαν ℵB,D [0.5%] NU * 7:20 απεσταλκεν f35 A,D [92%] CP,HF,RP,TR,OC ¦ απεστειλεν 𝕻75vℵB,W [8%] NU 7:20 αλλον rell ¦ ετερον ℵD,W [3%] OC 7:21 αυτη δε f35 A,D [94%] CP,HF,RP,TR,OC ¦ 2 [2%] ¦ εκεινη 𝕻75vℵB,W [4%] NU § 7:21 το f35 W [55%] CP,HF,RP,TR,OC ¦ του [3%] ¦ — 𝕻75ℵA,B [42%] NU ¦ D is wild * 7:22 ο ιησους f35 A [99%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [1%] NU 7:22 ειδετε rell ¦ ιδετε [28%] 7:22 οτι f35 A(D) [95%] CP,HF,RP,TR ¦ — 𝕻75vℵB,W [5%] OC,NU § 7:22 αναβλεπουσιν rell ¦ 1 και 𝕻75W [8%] OC * 7:22 καθαριζονται f35 A [84%] CP,HF,RP,TR,OC ¦ 1 και 𝕻75ℵB,D,W [16%] NU 7:24 αγγελων rell ¦ μαθητων [10%] OC 7:24 τοις οχλοις f35 ℵ(D) [78%] CP,HF,RP ¦ προς τους οχλους A,B,W [22%] TR,OC,NU ¦ προς του οχλου 𝕻75 § 7:24 εξεληλυθατε f35 [88%] CP,HF,RP,TR,OC ¦ εξηλθατε 𝕻75A,B,D,W [2.5%] NU ¦ εξηλθετε [9.5%] ¦ εξηλθαται ℵ * 7:25 εξεληλυθατε f35 [85%] CP,HF,RP,TR,OC ¦ εξηλθατε 𝕻75vA,B,D,W [4%] NU ¦ εξηλθετε [11%] ¦ εξηλθαται ℵ 7:26 εξεληλυθατε f35 A,W [92%] CP,HF,RP,TR,OC ¦ εξηλθατε 𝕻75B,D [3%] NU ¦ εξηλθετε [5%] ¦ εξηλθαται ℵ 7:27 ουτος rell ¦ 1 γαρ [20%] § 7:27 εγω f35 A [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [1.5%] NU * 7:28 λεγω γαρ f35 A [96%] CP,HF,RP,TR,OC ¦ 1 𝕻75B [2%] NU ¦ αμην 1 ℵ [1%] ¦ 1 δε D,W [1%] 7:28 προφητης f35 A(D) [86%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,W [14%] NU 7:28 του βαπτιστου f35 A(D) [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,W [1.5%] NU § 7:31 τινι rell ¦ ειπεν δε ο κυριος 1 [0.5%] TR * 7:32 και λεγουσιν f35 A [98%] CP,HF,RP,TR,OC ¦ α λεγει ℵB [0.5%] NU ¦ λεγοντες D [1%] ¦ λεγοντα W 7:32 υμιν f35 A [98%] CP,HF,RP,TR,OC ¦ — ℵB,D,W [2%] NU 7:33 μητε f35 A,D [98.5%] CP,HF,RP,TR,OC ¦ μη ℵB,W [0.5%] NU ¦ μηποτε [1%] § 7:33 αρτον εσθιων f35 A [97%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵW [1%] NU ¦ ~ εσθων 1 B ¦ 2 [2%] ¦ εσθων D * 7:33 οινον πινων f35 (A) [97%] CP,HF,RP,TR,OC ¦ ~ 21 ℵ(B)W [1%] NU ¦ 2 (D) [2%] 7:34 φιλος τελωνων f35 ℵA,B,D,W [93%] CP,HF,RP,OC,NU ¦ ~ 21 [7%] TR 7:35 των τεκνων αυτης παντων f35 A [87%] CP,HF,RP,TR,OC ¦ ~ 4123 B,W [1.5%] NU ¦ ~ 41 εργων 3 ℵ ¦ 123 D [11%] § 7:36 την οικιαν f35 A [96.5%] CP,HF,RP,TR,OC ¦ τον οικον ℵB,D,W [3.5%] NU * 7:36 ανεκλιθη f35 A,W [98%] CP,HF,RP,TR,OC ¦ κατεκλιθη B,D [2%] NU ¦ κατεκειτο ℵ 7:37 εν τη πολει ητις ην f35 A [98%] CP,HF,RP,TR,OC ¦ ~ 45123 ℵ(B) [1%] NU ¦ 123 D ¦ ~ τις 5123 W [1%] 7:37 και f35 ℵA,B,W [55%] OC,NU ¦ — (D) [45%] CP,HF,RP,TR § 7:37 ανακειται f35 [95%] CP,HF,RP,TR,OC ¦ κατακειται ℵA,B(D)W [5%] NU * 7:38 παρα τους ποδας αυτου οπισω f35 [81%] CP,HF,RP,TR ¦ ~ 51234 𝕻82vℵB,D,W [5%] OC,NU ¦ 123 του ιησου 5 A [14%] ¦ two other variants 7:38 ηρξατο βρεχειν τους ποδας αυτου τοις δακρυσιν f35 A [99%] CP,HF,RP,TR,OC ¦ ~ 6712345 ℵB,W [1%] NU ¦ three other variants D 7:40 φησιν διδασκαλε ειπε f35 [98.5%] CP,HF,RP,TR,OC ¦ ~ 231 ℵB [1%] NU ¦ εφη 23 A(D) ¦ ~ 213 W § 7:41 χρεωφειλεται f35 [90%] CP,HF,RP,TR,OC ¦ χρεοφειλεται [6%] NU ¦ χρεοφιλεται ℵA,B,W [4%] ¦ χρεοφιλετε D * 7:41 δανειστη f35 [90%] CP,HF,RP,TR,OC ¦ δανιστη ℵA,B,D,W [10%] NU 7:42 δε f35 ℵA,W [97%] CP,HF,RP,TR,OC ¦ — B,D [3%] NU 7:42 ειπε f35 [97.5%] CP,HF,RP,TR,OC ¦ — ℵBD,W [2.5%] NU ¦ επι A § 7:42 πλειον αυτον αγαπησει f35 A [92%] CP,HF,RP,TR,OC ¦ ~ 132 𝕻75vℵB(W) [1.5%] NU ¦ ~ 213 (D) ¦ 13 [6.5%] * 7:43 δε ο f35 A [95.5%] CP,HF,RP,TR,OC ¦ ~ 21 (W) [1%] ¦ 1 ℵ [3%] ¦ 2 D ¦ — B [0.5%] NU 7:44 επι τους ποδας μου f35 A [98.5%] CP,HF,RP,TR,OC ¦ ~ 4123 ℵ [0.3%] ¦ ~ μοι 123 [0.5%] ¦ ~ μοι 13 B,NU ¦ 13 μοι D ¦ υπο 3 μοι W 7:44 της κεφαλης f35 [78%] CP,HF,RP,TR,OC ¦ — ℵA,B,D,W [22%] NU § 7:45 εισηλθον rell ¦ εισηλθεν [7%] OC * 7:45 διελιπεν f35 B,D [66%] CP,HF,RP,TR,OC,NU ¦ διελειπεν ℵA,W [34%] 7:46 μου τους ποδας f35 ℵ [60%] CP,HF,RP,TR,OC ¦ ~ 231 A,B [40%] NU ¦ — D,W