Jesus takes the offensive
8
Women provide for Jesus
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ· καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ* πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν· Μαρία ( καλουμένη Μαγδαληνή) ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει· καὶ Ἰωάννα γυνὴ Χουζᾶ, ἐπιτρόπου Ἡρῴδου· καὶ Σωσάννα, καὶ ἕτεραι πολλαίαἵτινες διηκόνουν αὐτῷ§ ἀπὸ* τῶν ὑπαρχόντων αὐταῖς.
Parable of the soils
Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπεν διὰ παραβολῆς· «Ἐξῆλθεν σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. Καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. Καὶ ἕτερον ἔπεσεν εἰς§ τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίοναΤαῦτα λέγων ἐφώνει, « ἔχων ὦτα ἀκούειν, ἀκουέτω
The purpose of parables
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες,* «Τίς εἴη παραβολὴ αὕτη 10  δὲ εἶπεν· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵναβλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν.›
The parable of the soils explained
11 »Ἔστιν δὲ αὕτη παραβολή· σπόρος ἐστὶν λόγος τοῦ Θεοῦ. 12 Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούοντες· εἶτα ἔρχεται διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον· καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν·§ οὗτοί εἰσιν οἱ ἀκούσαντες,* καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν. 15 Τὸ δὲ ἐν τῇ καλῇ γῇ· οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον, κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ
All will be exposed
16 Ταῦτα λέγων ἐφώνει· « ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Οὐδεὶς δὲ λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν,§ ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. 17 Οὐ γάρ ἐστιν κρυπτὸν οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον οὐ γνωσθήσεται* καὶ εἰς φανερὸν ἔλθῃ. 18 Βλέπετε οὖν πῶς ἀκούετε· Ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἐὰν§ μὴ ἔχῃ,* καὶ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ
Relationships redefined
19 Παρεγένοντο δὲ πρὸς αὐτὸν μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἐδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 Καὶ ἀπηγγέλη§ αὐτῷ λεγόντων,* « μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες 21  δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, «Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν
Jesus stills a storm
22 Καὶ ἐγένετο§ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη* εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ εἶπεν πρὸς αὐτούς, «Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνηςΚαὶ ἀνήχθησαν. 23 Πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. Καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. 24 Καὶ προσελθόντες διήγειραν αὐτὸν λέγοντες, «Ἐπιστάτα, Ἐπιστάτα,§ ἀπολλύμεθα δὲ ἐγερθεὶς* ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατοςκαὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25 Εἶπεν δὲ αὐτοῖς, «Ποῦ ἐστιν§ πίστις ὑμῶνΦοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· «Τίς ἄρα οὗτός ἐστιν; ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ
Jesus handles demon infestation
26 Καὶ κατέπλευσαν* εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας. 27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν αὐτῷ§ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχεν* δαιμόνια ἐκ χρόνων ἱκανῶνκαὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. 28 Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ§ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν· «Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς 29 Παρήγγειλεν* γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου (πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος· καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος§ εἰς τὰς ἐρήμους). 30 Ἐπηρώτησεν δὲ αὐτὸν Ἰησοῦς λέγων,* «Τί σοί ἐστιν ὄνομα δὲ εἶπεν, «Λεγεών» (ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν§ εἰς αὐτόν). 31 Καὶ παρεκάλει* αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν Ἄβυσσον ἀπελθεῖν.
32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν, καὶ ἐπέτρεψεν αὐτοῖς. 33 Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον§ εἰς τοὺς χοίρουςκαὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον* ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν· καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν. 36 Ἀπήγγειλαν δὲ αὐτοῖς καὶ§ οἱ ἰδόντες πῶς ἐσώθη δαιμονισθείς. 37 Καὶ ἠρώτησαν* αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν.
38 Ἐδέετο§ δὲ αὐτοῦ ἀνὴρ ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν Ἰησοῦς* λέγων, 39 «Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέν σοι Θεός Καὶ ἀπῆλθεν καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς.
A desperate father
40 Ἐγένετο δὲ ἐν τῷ ὑποστρέψαι§ τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 Καὶ ἰδού, ἦλθεν ἀνὴρ ὄνομα Ἰάειρος,* καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὕτη§ ἀπέθνησκεν.
A desperate woman
Ἐν δὲ τῷ ὑπάγειν αὐτόν, οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 Καὶ γυνήοὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον,* οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν Ἰησοῦς, «Τίς ἁψάμενός μουἈρνουμένων δὲ πάντων, εἶπεν Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ· «Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, καὶ λέγεις, ‹Τίς ἁψάμενός μου;› »§ 46  δὲ Ἰησοῦς εἶπεν, «Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν* ἀπ᾿ ἐμοῦ 47 Ἰδοῦσα δὲ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48  δὲ εἶπεν αὐτῇ· «Θάρσει§ θύγατερ,* πίστις σου σέσωκέν σε. Πορεύου εἰς εἰρήνην
Jesus raises a dead girl
49 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ ὅτι «Τέθνηκεν θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον 50  δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων,§ «Μὴ φοβοῦ· μόνον πίστευε* καὶ σωθήσεται 51 Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον,§ καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν· δὲ εἶπεν, «Μὴ κλαίετε· οὐκ* ἀπέθανεν, ἀλλὰ καθεύδει 53 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, « παῖς, ἐγείρου 55 Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
* 8:2 απο rell ¦ 1 νοσων και μαστιγων και [3%] OC 8:2 μαγδαληνη rell ¦ μαγδαλινη [18%] ¦ four further spellings 8:3 σωσαννα f35 [35%] CP,HF ¦ σουσαννα ℵA,B,D,W [65%] RP,TR,OC,NU ¦ three other spellings § 8:3 αυτω f35 ℵA [50%] CP,TR,OC ¦ αυτοις B,D,W [50%] HF,RP,NU * 8:3 απο f35 [90%] CP,HF,RP,TR,OC ¦ εκ ℵA,B,D,W [10%] NU 8:5 αυτου f35 ℵB,D,W [76%] HF,RP,TR,OC,NU ¦ εαυτου A [24%] CP 8:6 επεσεν f35 ℵA,D,W [99.5%] CP,HF,RP,TR,OC ¦ κατεπεσεν 𝕻75B [0.5%] NU § 8:8 εις f35 𝕻75ℵA,B [90%] CP,HF,RP,OC,NU ¦ επι D,W [10%] TR * 8:9 λεγοντες f35 A [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,W [1.5%] NU ¦ το D 8:9 ειη η παραβολη αυτη f35 A [98%] CP,HF,RP,TR,OC ¦ ~ 4123 𝕻75ℵW [0.5%] NU ¦ ~ 413 B ¦ ει 234 [0.5%] ¦ ~ 1423 [1%] 8:12 ακουοντες f35 A,W [97.5%] CP,HF,RP,TR ¦ ακουσαντες 𝕻75ℵB [2.5%] OC,NU ¦ ακολουθουντες D § 8:14 πεσον rell ¦ πεσων [22%] ¦ εμπεσον [4.5%] ¦ εμπεσων [1.5%] * 8:14 ακουσαντες rell ¦ ακουοντες [20%] 8:16 ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω f35 [55%] CP ¦ — 𝕻75ℵA,B,D,W [45%] HF,RP,TR,OC,NU 8:16 λυχνιας rell ¦ την λυχνιαν ℵD [14%] ¦ λυχνιαν [5%] § 8:16 επιτιθησιν f35 A,W [86%] CP,HF,RP,TR,OC ¦ τιθησιν 𝕻75ℵB [14%] NU ¦ τιθι D * 8:17 γνωσθησεται f35 A,W [98.5%] CP,HF,RP,TR,OC ¦ μη γνωσθη 𝕻75ℵB(D) [1.5%] NU 8:18 ος γαρ εαν f35 A [66%] CP,HF,RP,OC ¦ 12 αν D [34%] TR ¦ ~ 1 αν 2 ℵB [0.5%] NU ¦ 12 W ¦ οσον 2 𝕻75 8:18 εχη rell ¦ εχει [24%] § 8:18 εαν f35 W [80%] CP,HF,RP,OC ¦ αν 𝕻75ℵA,B,D [20%] TR,NU * 8:18 εχη rell ¦ εχει [21%] 8:19 παρεγενοντο f35 ℵA,W [99%] CP,HF,RP,TR,OC ¦ παρεγενετο 𝕻75B,D [1%] NU 8:19 εδυναντο f35 [48%] CP ¦ ηδυναντο 𝕻75ℵA,B,D,W [51%] HF,RP,TR,OC,NU ¦ four other variants [1%] § 8:20 και απηγγελη f35 A [74%] CP,HF,RP,TR,OC ¦ 1 απηγγελλη [9%] ¦ 1 απηγγελλει [4%] ¦ 1 απηγγελει [9%] ¦ 1 απηγγελθη W ¦ ~ 2 δε ℵB,D [2.5%] NU ¦ απηγγελλη δε 𝕻75 [0.5%] ¦ five other variants [1%] * 8:20 λεγοντων f35 A [96%] CP,HF,RP,TR,OC ¦ — 𝕻75B,W [0.5%] NU ¦ οτι ℵD [2.5%] ¦ 1 οτι [1%] 8:20 σε θελοντες f35 ℵA,W [99.5%] CP,HF,RP,TR,OC ¦ ~ 21 𝕻75B,NU ¦ ζητουντες 1 D 8:21 αυτον f35 [78%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵA,B,D,W [22%] NU § 8:22 και εγενετο f35 [80%] CP,HF,RP,TR,OC ¦ ~ 2 δε 𝕻75ℵA,B,D,W [20%] NU * 8:22 ενεβη rell ¦ ανεβη 𝕻75 [21%] ¦ αναβηναι D 8:22 εις rell ¦ 1 το W [11%] 8:24 και προσελθοντες f35 [32%] CP ¦ ~ 2 δε 𝕻75vℵA,B,D,W [68%] HF,RP,TR,OC,NU § 8:24 επιστατα rell ¦ — W [10%] ¦ κυριε D * 8:24 εγερθεις f35 A,D,W [97%] CP,HF,RP,TR,OC ¦ διεγερθεις 𝕻75ℵB [3%] NU 8:24 επαυσαντο rell ¦ επαυσατο ℵW [25%] 8:24 γαληνη rell ¦ 1 μεγαλη [23%] § 8:25 εστιν f35 D [93%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵA,B,W [7%] NU * 8:26 κατεπλευσαν rell ¦ κατεπλευσεν W [1%] OC ¦ καταπλευσαντες [1%] ¦ κατεπαυσαν ℵ ¦ two other variants 8:26 γαδαρηνων f35 A,W [90%] CP,HF,RP,TR,OC ¦ γερασηνων 𝕻75B,D [0.3%] NU ¦ γεργεσηνων ℵ [2%] ¦ γαδαρινων [7%] 8:26 αντιπεραν f35 [33%] CP,HF,RP,TR ¦ αντιπερα 𝕻75ℵA,B,D,W [60%] OC,NU ¦ περαν [7%] § 8:27 αυτω f35 A,D [97%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB,W [3%] NU * 8:27 ος ειχεν f35 A,D,W [99%] CP,HF,RP,TR,OC ¦ εχων 𝕻75ℵB [1%] NU 8:27 εκ χρονων ικανων και f35 A,W (98.6%) CP,HF,RP,TR,OC ¦ 12 πολλων 4 (0.4%) ¦ ~ 4 χρονω ικανω 𝕻75ℵB (0.7%) NU ¦ ~ 4 χρονω πολλω (0.2%) ¦ απο 23 ος D 8:27 ιματιον ουκ ενεδιδυσκετο f35 A(D)W [99%] CP,HF,RP,TR,OC ¦ ~ 2 ενεδυσατο 1 𝕻75ℵB [1%] NU § 8:28 και f35 A [98%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB(D)W [2%] NU * 8:29 παρηγγειλεν f35 𝕻75B [77%] HF,RP,TR,OC,NU ¦ παρηγγελλε ℵA,C,W [20%] CP ¦ παρηγγελεν [2.5%] ¦ ελεγεν D ¦ two other variants 8:29 εδεσμειτο f35 A,C(D)W [99%] CP,HF,RP,TR,OC ¦ εδεσμευετο 𝕻75vℵB [1%] NU 8:29 διαρρησσων rell ¦ διαρησσων 𝕻75B,C [12%] § 8:29 δαιμονος f35 A,W [96%] CP,HF,RP,TR,OC ¦ δαιμονιου 𝕻75ℵB,C,D [1%] NU ¦ δαιμονων [3%] * 8:30 λεγων f35 A,C,D,W [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB [1.5%] NU 8:30 σοι εστιν ονομα f35 A,W [97.5%] CP,HF,RP,TR,OC ¦ ~ 132 𝕻75vℵB,D [2%] NU ¦ ~ 31 C ¦ two other variants 8:30 λεγεων f35 𝕻75A,C,W [99.5%] CP,HF,RP,TR,OC ¦ λεγιων ℵD [0.3%] NU ¦ λεγειων B § 8:30 δαιμονια πολλα εισηλθεν f35 A,W [91.5%] CP,HF,RP,TR,OC ¦ ~ 312 𝕻75ℵB [1%] NU ¦ ~ 213 [5%] ¦ 12 εισηλθον C [2.5%] ¦ 2 γαρ ησαν 1 D * 8:31 παρεκαλει f35 A [86%] CP,HF,RP,TR,OC ¦ παρεκαλουν 𝕻75ℵB,C(D) [14%] NU ¦ — W 8:32 βοσκομενων f35 A,C,W [82%] CP,HF,RP,TR,OC ¦ βοσκομενη 𝕻75ℵB,D [18%] NU 8:32 παρεκαλουν f35 ℵA(D)W [91.5%] CP,HF,RP,TR,OC ¦ παρεκαλεσαν 𝕻75B,C [1.5%] NU ¦ παρεκαλει [7%] § 8:33 εισηλθον f35 𝕻75ℵA,B,C [82%] CP,HF,RP,OC,NU ¦ εισηλθεν W [18%] TR ¦ ωρμησαν D * 8:34 γεγενημενον f35 [82%] HF,RP,TR,OC ¦ γενομενον [3%] CP ¦ γεγονος 𝕻75ℵA,B,C,D [12%] NU ¦ γεγονως W [3%] 8:34 και f35 𝕻75ℵA,B,C,W [99%] HF,RP,OC,NU ¦ 1 απελθοντες [1%] CP,TR 8:35 εξεληλυθει f35 A,C,W [99.5%] CP,HF,RP,TR,OC ¦ εξηλθεν 𝕻75ℵB [0.5%] NU ¦ D is wild § 8:36 και f35 A,W [94%] CP,HF,RP,TR ¦ — 𝕻75ℵB,C,D [6%] OC,NU * 8:37 ηρωτησαν f35 (D)W [76%] CP,HF,RP,TR,OC ¦ ηρωτησεν ℵA,B,C [23%] NU ¦ three other variants [1%] 8:37 γαδαρηνων f35 A,W [96%] CP,HF,RP,TR,OC ¦ γερασηνων 𝕻75B,C,D,NU ¦ γεργεσηνων ℵ [3.5%] 8:37 το f35 A,W [92%] CP,HF,RP,TR,OC ¦ — ℵB,C(D) [8%] NU § 8:38 εδεετο f35 ℵC [98%] CP,HF,RP,TR,OC ¦ εδειτο B [1%] NU ¦ εδεειτο A [1%] ¦ εδετο 𝕻75v ¦ — (W) ¦ ηρωτα D * 8:38 ο ιησους f35 A,C,W [98.5%] CP,HF,RP,TR,OC ¦ — ℵB,D [1.5%] NU 8:39 εποιησεν σοι ο θεος f35 A [97%] CP,HF,RP,TR,OC ¦ ~ 2134 𝕻75ℵB,W [3%] NU ¦ ~ 2341 D ¦ 23 κυριος πεποιηκεν C 8:40 εγενετο δε εν f35 ℵA,C,D,W [98.5%] CP,HF,RP,TR,OC ¦ ~ 32 𝕻75B [1.5%] NU § 8:40 υποστρεψαι f35 A,C,D,W [99%] CP,HF,RP,TR,OC ¦ υποστρεφειν 𝕻75ℵB [1%] NU ¦ three other variants * 8:41 ιαειρος f35 𝕻75vℵA,B,W [93%] CP,HF,RP,TR,OC ¦ ιαιρος [2%] NU ¦ ιαηρος [4%] ¦ seven further spellings [1%] ¦ — C(D) 8:41 αυτος f35 ℵA,W [95%] CP,HF,RP,TR,OC ¦ ουτος 𝕻75B,D [5%] NU 8:41 του f35 A,C,D,W [98.5%] CP,HF,RP,TR,OC[NU] ¦ — ℵB [1.5%] § 8:42 αὑτη f35 CP,HF,RP,TR,OC ¦ αὐτη NU ¦ — (D) * 8:43 ιατροις (εις εατρους TR) προσαναλωσασα ολον τον βιον f35 (ℵ)A(C)W [99.7%] CP,HF,RP(TR)OC[NU] ¦ — 𝕻75B(D) 8:43 ὑπ f35 ℵ(C)W [99.7%] CP,HF,RP,TR,OC ¦ απ 𝕻75A,B [0.3%] NU ¦ — (D) 8:45 και οι μετ αυτου f35 [86%] CP,HF,RP,TR ¦ 12 συν αυτω ℵA,C,D,W [9%] OC ¦ — 𝕻75B [5%] NU § 8:45 και λεγεις τις (τι C) ο αψαμενος μου f35 A,(C)W [98%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB [1.5%] NU ¦ 1236 ηψατο D [0.5%] * 8:46 εξελθουσαν f35 A,C,D,W [99.3%] CP,HF,RP,TR,OC ¦ εξεληλυθυιαν 𝕻75ℵB [0.7%] NU 8:47 αυτω f35 C [93%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵA,B,D,W [7%] NU 8:48 δε rell ¦ 1 ιησους C [20%] § 8:48 θαρσει f35 A,C,W [98.5%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵ(B)D [1.5%] NU * 8:48 θυγατερ f35 ℵA,C,D [98.5%] CP,HF,RP,TR,OC ¦ θυγατηρ B,W [1.5%] NU 8:49 αυτω f35 A,C,D,W [97%] CP,HF,RP,TR,OC ¦ — 𝕻75vℵB [3%] NU 8:49 μη f35 A,C,W [99.5%] CP,HF,RP,TR,OC ¦ μηκετι 𝕻75ℵB,D [0.5%] NU § 8:50 λεγων f35 A,C,D,W [91%] CP,HF,RP,TR,OC ¦ — 𝕻75ℵB [9%] NU * 8:50 πιστευε f35 ℵA,C,D,W [99.7%] CP,HF,RP,TR,OC ¦ πιστευσον B [0.3%] NU 8:51 ελθων f35 ℵA,B,C,W [98%] HF,RP,OC,NU ¦ εισελθων D [2%] CP,TR 8:51 ουκ αφηκεν εισελθειν ουδενα f35 A,W [94.5%] CP,HF,RP,TR,OC ¦ 1234 συν αυτω [2%] ¦ 123 τινα συν αυτω B,C [1%] NU ¦ 123 συν αυτω τινα D [0.5%] ¦ ~ 42 συνεισελθειν αυτω ℵ ¦ six other variants [2%] § 8:51 ιωαννην και ιακωβον f35 (𝕻75)(B)C(D,W) [82%] CP,HF,RP,OC,NU ¦ ~ 321 ℵA [18%] TR * 8:52 ουκ f35 A (88.6%) CP,HF,RP,TR,OC ¦ ου γαρ ℵB,C,D,W (11.3%) NU ¦ ουδε γαρ (0.1%) 8:54 εκβαλων εξω παντας και f35 [78%] CP,HF,RP,TR,OC ¦ 134 C [1%] ¦ ~ 1324 A,W [19%] ¦ — 𝕻75ℵB,D [1.5%] NU ¦ one other reading 8:54 εγειρου f35 A,W [97.5%] CP,HF,RP,TR,OC ¦ εγειρε ℵB,C,D [1.5%] NU ¦ εγειραι [1%]