Parables of the Kingdom
13
Ἐν δὲ* τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν Ἰησοῦς ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν. Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
Parable of the soils
Καὶ ἐλάλησεν αὐτοῖς ἐν παραβολαῖς πολλὰ§ λέγων· «Ἰδού, ἐξῆλθεν σπείρων τοῦ σπεῖραι.* Καὶ ἐν τῷ σπείρειν αὐτόν, μὲν ἔπεσεν παρὰ τὴν ὁδόν· καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχεν γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς. Ἡλίου δὲ ἀνατείλαντος, ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν· μὲν ἑκατόν, δὲ ἑξήκοντα, δὲ τριάκοντα. ἔχων ὦτα ἀκούειν,§ ἀκουέτω
The reason for parables
10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον* αὐτῷ, «Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς 11  δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12 Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 13 Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνιοῦσιν. 14 Καὶ ἀναπληροῦται αὐτοῖς προφητεία Ἡσαΐου λέγουσα· ‹Ἀκοῇ ἀκούσετε§ καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε* καὶ οὐ μὴ ἴδητε. 15 Ἐπαχύνθη γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν· καὶ ἰάσωμαι αὐτούς.› 16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούει·§ 17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν βλέπετε καὶ οὐκ εἶδον,* καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν.
Parable of the soils explained
18 »Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος· 19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦοὗτός ἐστιν παρὰ τὴν ὁδὸν σπαρείς. 20  δὲ ἐπὶ τὰ πετρώδη σπαρείςοὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ εὐθὺς§ μετὰ χαρᾶς* λαμβάνων αὐτόν· 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν. Γενομένης δὲ θλίψεως διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. 22  δὲ εἰς τὰς ἀκάνθας σπαρείςοὗτός ἐστιν τὸν λόγον ἀκούων, καὶ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23  δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείςοὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ συνιῶν,§ ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ· μὲν ἑκατόν, δὲ ἑξήκοντα, δὲ τριάκοντα
Wheat and tares
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων· «Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι* καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ἐχθρὸς καὶ ἔσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 26 Ὅτε δὲ ἐβλάστησεν χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, ‹Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει ζιζάνια;› 28  δὲ ἔφη αὐτοῖς, ‹Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν.› Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ,§Θέλεις οὖν ἀπελθόντες συλλέξομεν* αὐτά;› 29  δὲ ἔφη·Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. 30 Ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν§ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, «Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.» › »
Mustard seed
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων· «Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32  μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον πάντων* τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ
Yeast
33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· «Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον
34 Ταῦτα πάντα ἐλάλησεν Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ§ ἐλάλει αὐτοῖς, 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος· «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου*
“Wheat and tares” explained
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν Ἰησοῦς. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, «Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ 37  δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς·§ « σπείρων τὸ καλὸν σπέρμα ἐστὶν Υἱὸς τοῦ Ἀνθρώπου. 38  δὲ ἀγρός ἐστιν κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ. 39  δὲ ἐχθρὸς σπείρας αὐτά ἐστιν διάβολος· δὲ θερισμὸς συντέλεια τοῦ* αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. 41 Ἀποστελεῖ Υἱὸς τοῦ Ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν· 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. ἔχων ὦτα ἀκούειν§ ἀκουέτω.
Treasure and pearl
44 »Πάλιν* ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
45 »Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, 46 ὃς εὑρὼν§ ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.
A fishing net
47 »Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ, 48 ἣν ὅτε ἐπληρώθη, ἀναβιβάσαντες* ἐπὶ τὸν αἰγιαλόν· καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. Ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
51 Λέγει αὐτοῖς Ἰησοῦς, «Συνήκατε ταῦτα πάνταΛέγουσιν αὐτῷ, «Ναί, Κύριε§ 52  δὲ εἶπεν αὐτοῖς, «Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν* τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά
A visit to Natsareth
53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. 54 Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· «Πόθεν τούτῳ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 Οὐχ οὗτός ἐστιν τοῦ τέκτονος υἱός; Οὐχὶ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς§ καὶ Σίμων καὶ Ἰούδας; 56 Καὶ αἱ ἀδελφαὶ αὐτοῦ, οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; Πόθεν οὖν τούτῳ ταῦτα πάντα* 57 Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, «Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ 58 Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
* 13:1 δε f35 C,D,W [98.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [1.5%] NU 13:1 απο f35 C,W (97.7%) RP,HF,CP,TR ¦ εκ ℵ (0.5%) ¦ — B (1.5%) OC,NU ¦ three other variants D (0.3%) 13:2 εις f35 ℵB,C,W [30%] OC,NU ¦ 1 το D [70%] RP,HF,CP,TR § 13:3 εν παραβολαις πολλα f35 C [25%] ¦ ~ 312 ℵB,D,W [75%] RP,HF,OC,CP, TR,NU * 13:3 σπειραι f35 ℵD,W [60%] OC,CP ¦ σπειρειν B,C [40%] RP,HF,TR,NU 13:4 ηλθεν τα πετεινα και f35 ℵ,C(D)W [98%] RP,HF,CP,TR ¦ ελθοντα 23 B [2%] OC,NU 13:7 απεπνιξαν f35 B,C,N,W [98%] RP,HF,OC,CP,TR ¦ επνιζαν ℵD [2%] NU ¦ one other variant § 13:9 ακουειν f35 C,D,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU * 13:10 ειπον rell ¦ ειπαν ℵB [0.5%] NU 13:14 οτι βλεποντες ου βλεπουσιν και ακουοντες ουκ ακουουσιν ουδε συνιουσιν και αναπληρουται rell ¦ ινα βλεποντες μη βλεπωσιν και ακουοντες μη ακουωσι μηδε συνωσι μηποτε επιστρεψωσι και τοτε πληρωθησεται OC 13:14 αυτοις rell ¦ επ 1 D [5%] TR § 13:14 ακουσετε f35 ℵC [80%] RP,HF,OC,CP,TR,NU ¦ ακουσητε N,W [20%] ¦ ακουσατε B ¦ ακουσεται D * 13:14 βλεψετε f35 B,C [90%] RP,HF,OC,CP,TR,NU ¦ βλεψητε ℵN [10%] ¦ βλεψεται D ¦ βλεψηται W 13:15 επιστρεψωσιν rell ¦ επιστρεψουσιν N,W [10%] 13:15 ιασωμαι f35 [50%] TR ¦ ιασομαι ℵBC,D,N,W [50%] RP,HF,OC,CP,NU § 13:16 ακουει f35 W [93%] RP,HF,CP,TR ¦ ακουουσιν ℵB,C,D,N [7%] OC,NU * 13:17 ειδον f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ ιδον [0.5%] ¦ ιδαν ℵN [0.5%] ¦ ειδαν B,NU ¦ ηδυνηθησαν ειδειν D 13:18 σπειροντος f35 C,D,N [98%] RP,HF,CP,TR ¦ σπειραντος ℵB,W [2%] OC,NU 13:19 αρπαζει rell ¦ αιρει [2%] OC § 13:20 ευθυς rell ¦ ευθεως [4%] OC * 13:20 χαρας rell ¦ 1 δεχομενος και OC (small print) 13:22 τουτου f35 C,N,W [99.8%] RP,HF,OC,CP,TR ¦ — ℵB,D,NU 13:23 γην την καλην f35 D,W [95%] RP,HF,OC,CP,TR ¦ ~ 31 ℵB,C,N [5%] NU ¦ two other variants § 13:23 συνιων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ συνιεις ℵB,D [1%] NU * 13:24 σπειραντι f35 ℵB,N,W [30%] OC,CP,NU ¦ σπειροντι C,D [70%] RP,HF,TR 13:25 εσπειρεν f35 C,D,W [98%] RP,HF,OC,CP,TR ¦ επεσπειρεν B,N [2%] NU ¦ επεσπαρκεν ℵ 13:27 εχει f35 B,C,D,N,W [95%] RP,HF,OC,CP,NU ¦ 1 τα ℵ [5%] TR § 13:28 ειπον αυτω f35 (N)W [98.5%] RP,HF,OC,CP,TR ¦ λεγουσιν 2 ℵ(D) [1%] NU ¦ ~ 2 λεγουσιν B,C [0.5%] * 13:28 συλλεξομεν f35 [80%] RP,HF,CP ¦ συλλεξωμεν ℵB,C,N [20%] OC,TR,NU ¦ συνλεξωμεν D,W 13:29 εφη f35 N,W [98.5%] RP,HF,OC,CP,TR ¦ φησιν ℵB,C [1%] NU ¦ λεγει D [0.5%] 13:30 μεχρι f35 C,N [98.5%] RP,HF,OC,CP,TR ¦ αχρι ℵ ¦ εως B,D [1%] NU ¦ μεχρις W § 13:30 εν f35 B,D,N,W [95%] RP,HF,OC,CP,NU ¦ 1 τω ℵ,C [5%] TR * 13:32 παντων f35 [30%] OC,CP ¦ — ℵB,C,D,N,W [70%] RP,HF,TR,NU 13:32 ελθειν rell ¦ κατελθειν CP 13:33 εκρυψεν f35 N [85%] RP,HF ¦ ενεκρυψεν ℵB,C,D,W [15%] OC,CP,TR,NU § 13:34 ουκ f35 D [95%] RP,HF,CP,TR ¦ ουδεν ℵB,C,W [5%] OC,NU * 13:35 κοσμου f35 ℵC,D,W (99.4%) RP,HF,OC,CP,TR[NU] ¦ — B (0.5%) ¦ long omission (0.1%) 13:36 ο ιησους f35 C,W [98%] RP,HF,CP,TR ¦ αυτου [1%] OC ¦ — ℵB,D [1%] NU 13:36 φρασον f35 C,D,W [99%] RP,HF,OC,CP,TR ¦ διασαφησον ℵB [1%] NU § 13:37 αυτοις f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1.5%] NU * 13:39 του f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ — B,D [1.5%] NU ¦ ℵ omits most of the verse 13:40 καιεται f35 C,W [90%] RP,HF,OC,CP ¦ κατακαιεται ℵB [10%] TR[NU] ¦ κατακαιονται D 13:40 τουτου f35 C,W [99%] RP,HF,OC,TR ¦ — ℵB,D [1%] CP,NU § 13:43 ακουειν f35 C,D,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU * 13:44 παλιν f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU 13:44 εν αγρω f35 D,N [30%] ¦ 1 τω 2 B,C,W [70%] RP,HF,OC,CP,TR,NU ¦ — ℵ 13:44 παντα οσα εχει πωλει f35 C,N,W (91.3%) RP,HF,OC,CP,TR ¦ ~ 4123 ℵD (4.1%) NU ¦ ~ 423 B (1.1%) ¦ 234 (2.3%) ¦ six other variants (0.7%) ¦ long omissions (0.6%) § 13:46 ος ευρων f35 C,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ ~ 2 δε ℵB(D) [1.5%] NU * 13:48 αναβιβασαντες rell ¦ 1 αυτην (D) [10%] OC ¦ 1 και C [2%] 13:48 αγγεια f35 (D)W [98.5%] RP,HF,OC,CP,TR ¦ αγγη ℵB,C,N [1.5%] NU 13:51 λεγει αυτοις ο ιησους f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU § 13:51 κυριε f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [2%] NU * 13:52 εις την βασιλειαν f35 [90%] RP,HF,OC,CP,TR ¦ τη βασιλεια ℵB,C,N,W [9%] NU ¦ εν τη βασιλεια D [1%] 13:54 εκπληττεσθαι f35 [90%] RP,HF,OC,TR ¦ εκπλησσεσθαι ℵB,C,D,N,W [10%] CP,NU ¦ two other variants 13:55 ουχι f35 D [95%] RP,HF,OC,CP,TR ¦ ουχ ℵB,C,N,W [5%] NU § 13:55 ιωσης f35 W [90%] RP,HF,OC,CP,TR ¦ ιωση [2%] ¦ ιωαννης ℵD [7%] ¦ ιωσηφ B,C,N [1%] NU * 13:56 ταυτα παντα rell ¦ ~ 21 D,N,W [10%] 13:57 πατριδι αυτου f35 N,W [97.5%] RP,HF,OC,CP,TR ¦ 1 B,D [0.5%] NU ¦ ιδια 1 ℵ [2%] ¦ ιδια 12 C