22
Parable of the wedding feast
Καὶ ἀποκριθεὶς Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς,* λέγων· «Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, ‹Εἴπατε τοῖς κεκλημένοις· «Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα. Δεῦτε εἰς τοὺς γάμους.» › Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον μὲν εἰς τὸν ἴδιον ἀγρόν, § δὲ εἰς* τὴν ἐμπορίαν αὐτοῦ. Οἱ δὲ λοιποί, κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. Καὶ ἀκούσας βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
»Τότε λέγει τοῖς δούλοις αὐτοῦ· ‹ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε καλέσατε εἰς τοὺς γάμους.› 10 Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους§ εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη γάμος ἀνακειμένων. 11 Εἰσελθὼν δὲ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου. 12 Καὶ λέγει αὐτῷ, ‹Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;› δὲ ἐφιμώθη. 13 Τότε εἶπεν βασιλεὺς* τοῖς διακόνοις, ‹Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτὸν καὶ ἐκβάλετε§ εἰς τὸ σκότος τὸ ἐξώτερον.› Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 14 Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί
Jesus bests the Herodians
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν, μετὰ τῶν Ἡρῳδιανῶν, λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλει* σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. 17 Εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, οὔ 18 Γνοὺς δὲ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· «Τί με πειράζετε, ὑποκριταί; 19 Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσουΟἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 Καὶ λέγει αὐτοῖς, «Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή 21 Λέγουσιν αὐτῷ, «ΚαίσαροςΤότε λέγει αὐτοῖς, «Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ 22 Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
Jesus bests the Sadducees
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ§ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, 24 λέγοντες· «Διδάσκαλε, Μωσῆς* εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί. Καὶ πρῶτος γαμήσας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. 26 Ὁμοίως καὶ δεύτερος, καὶ τρίτος, ἕως τῶν ἑπτά. 27 Ὕστερον δὲ πάντων ἀπέθανεν καὶ γυνή. 28 Ἐν τῇ οὖν ἀναστάσει§ τίνος τῶν ἑπτὰ ἔσται* γυνή; Πάντες γὰρ ἔσχον αὐτήν 29 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 30 Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν§ οὐρανῷ εἰσιν. 31 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος, 32 Ἐγώ εἰμι Θεὸς Ἁβραάμ, καὶ Θεὸς Ἰσαάκ, καὶ Θεὸς Ἰακώβ›; Οὐκ ἔστιν Θεὸς* Θεὸς νεκρῶν ἀλλὰ ζώντων 33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Jesus bests the Pharisees
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός, πειράζων αὐτόν, καὶ λέγων, 36 «Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ 37  δὲ Ἰησοῦς§ ἔφη* αὐτῷ· « ‹Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.› 38 Αὕτη ἐστὶν πρώτη καὶ μεγάλη§ ἐντολή. 39 Δευτέρα δὲ ὁμοία αὕτη,*Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› 40 Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος Νόμος καὶ οἱ Προφῆται κρέμανται
David’s Son and Lord
41 Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς Ἰησοῦς, 42 λέγων, «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ· τίνος υἱός ἐστινΛέγουσιν αὐτῷ, «Τοῦ Δαυίδ 43 Λέγει αὐτοῖς· «Πῶς οὖν Δαυὶδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων, 44 Εἶπεν § Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον* τῶν ποδῶν σου» ›; 45 Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸνΚύριον,› πῶς υἱὸς αὐτοῦ ἐστιν 46 Καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι§ αὐτὸν οὐκέτι.
* 22:1 αυτοις εν παραβολαις f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 231 B,D [2%] NU ¦ ~ 31 ℵ ¦ 23 [0.5%] 22:4 ητοιμασα f35 W [96%] RP,HF,OC,CP,TR ¦ ητοιμακα ℵB,C,D [4%] NU 22:5 ο f35 ℵC [95%] RP,HF,OC,CP,TR ¦ ος B,W [5%] NU ¦ οι D § 22:5 ο f35 [95%] RP,HF,OC,CP,TR ¦ ος ℵB,C,W [5%] NU ¦ οι D * 22:5 εις f35 W [96%] RP,HF,OC,CP,TR ¦ επι ℵB,C,D [4%] NU 22:7 και ακουσας ο βασιλευς εκεινος f35 C,W [95%] RP,HF,CP ¦ ~ 5342 D ¦ ~ 2 δε 345 [1%] OC ¦ ~ 2 δε 34 TR ¦ ~ 3 δε 42 [1%] ¦ ~ 3 δε 4 ℵB [2%] NU ¦ ~ 3 δε 425 [1%] ¦ one other variant 22:9 αν f35 D,W [60%] RP,HF,TR ¦ εαν ℵB,C [40%] OC,CP,NU ¦ — [0.5%] § 22:10 οσους f35 C,W [99.5%] RP,HF,OC,CP,TR ¦ ους ℵB,D [0.5%] NU * 22:13 ειπεν ο βασιλευς f35 C,D,W [98%] RP,HF,OC,CP,TR ¦ ~ 231 ℵB [2%] NU 22:13 χειρας και ποδας f35 [60%] CP ¦ ~ 321 ℵB,C,W [40%] RP,HF,OC,TR,NU ¦ ποδων 2 χειρων D 22:13 αρατε αυτον και f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB [3%] NU ¦ 3 D § 22:13 εκβαλετε f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ 1 αυτον ℵB(D) [3%] NU * 22:16 μελει rell ¦ μελλει [10%] 22:19 προσηνεγκαν rell ¦ προνηνεγκαν CP 22:22 απηλθον rell ¦ απηλθαν B,D,W [0.5%] NU § 22:23 οι f35 [65%] RP,HF,OC,CP,TR ¦ — ℵB,D,W [35%] NU * 22:24 μωσης f35 ℵ [95%] RP,HF,OC,CP,TR ¦ μωυσης B,D,W [5%] NU 22:25 γαμησας f35 D,W [97%] RP,HF,OC,CP,TR ¦ γημας ℵB [3%] NU 22:27 και f35 D [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,W [3%] NU § 22:28 ουν αναστασει f35 W [95%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB,D [5%] NU * 22:28 εσται rell ¦ 1 η [1%] OC 22:30 εκγαμιζονται f35 [93%] RP,HF,OC,CP,TR ¦ γαμιζονται ℵB,D [5%] NU ¦ γαμισκονται W [1%] ¦ three other variants [1%] 22:30 του θεου f35 W [95%] RP,HF,CP,TR ¦ 2 ℵ [4%] OC ¦ — B,D [1%] NU § 22:30 εν f35 D,W [95%] RP,HF,OC,CP,TR ¦ 1 τω ℵB [5%] NU * 22:32 ο θεος f35 [97.5%] RP,HF,OC,CP,TR ¦ 1 B [2%] [NU] ¦ — ℵD,W [0.5%] (An easy case of homoioteleuton, or -arcton, or both.) 22:35 νομικος rell [NU] ¦ — [1%] 22:35 και λεγων f35 D,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU § 22:37 ιησους f35 (D)W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB [1%] NU * 22:37 εφη rell ¦ ειπεν W [5%] TR 22:37 τη f35 D [40%] OC,TR,NU ¦ — ℵB,W [60%] RP,HF,CP 22:37 τη f35 ℵD [60%] OC,TR,NU ¦ — B,W [40%] RP,HF,CP § 22:38 πρωτη και μεγαλη f35 [95%] RP,HF,OC,CP,TR ¦ ~ 321 D ¦ ~ η 321 ℵB [3.5%] NU ¦ η 123 [1%] ¦ η 12 η 3 W * 22:39 αὕτη f35 [50%] ¦ αὐτῇ [50%] RP,HF,OC,CP,TR,NU ¦ ταυτη D ¦ — B (some uncials can be ambiguous) 22:40 και οι προφηται κρεμανται f35 W [99%] RP,HF,OC,CP,TR ¦ ~ κρεμαται 123 ℵB,D [1%] NU 22:43 κυριον αυτον καλει f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ ~ 321 D [0.5%] NU [ ~ 3221 B] ¦ ~ 312 ℵ [0.5%] ¦ two other variants § 22:44 ο f35 W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU * 22:44 υποποδιον f35 W [97%] RP,HF,OC,CP,TR ¦ υποκατω ℵB,D [3%] NU 22:46 εδυνατο rell ¦ ηδυνατο [5%] CP 22:46 αποκριθηναι αυτω f35 ℵB,D [30%] NU ¦ ~ 21 W [69%] RP,HF,OC,CP,TR ¦ 1 [1%] § 22:46 επερωτησαι rell ¦ επερωταν CP