The Sermon on the Mount
5
Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καί, καθίσαντος αὐτοῦ, προσῆλθον* αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
The Beatitudes
Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. 10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν.
For disciples
11 »Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν, καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν, ψευδόμενοι,§ ἕνεκεν ἐμοῦ. 12 Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. 13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ* καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. 14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. 15 Οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. 16 Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Jesus interprets the Law
17 »Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18 Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ οὐρανὸς καὶ γῆ, ἰῶτα ἓν μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ Νόμου ἕως ἂν πάντα γένηται. 19 Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20 Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ δικαιοσύνη ὑμῶν§ πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
About respecting others
21 »Ἠκούσατε ὅτι ἐρρέθη* τοῖς ἀρχαίοις, ‹Οὐ φονεύσεις, ὃς δ᾿ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.› 22 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει. Ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, ‹Ῥακά,› ἔνοχος ἔσται τῷ συνεδρίῳ. Ὃς δ᾿ ἂν εἴπῃ, ‹Μωρέ,› ἔνοχος ἔσται εἰς τὴν Γέενναν τοῦ πυρός. 23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον καὶ ἐκεῖ§ μνησθῇς ὅτι ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾿ αὐτοῦ,* μήποτέ σε παραδῷ ἀντίδικος τῷ κριτῇ, καὶ κριτής σε παραδῷ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. 26 Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
About sexual sin
27 »Ἠκούσατε ὅτι ἐρρέθη,§Οὐ μοιχεύσεις.› 28 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν* ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29 Εἰ δὲ ὀφθαλμός σου δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. 30 Καὶ εἰ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. 31 Ἐρρέθη ὅτι§ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.› 32 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ* τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.
About swearing
33 »Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, ‹Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.› 34 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ· 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν μέλαιναν ποιῆσαι. 37 Ἔστω δὲ λόγος ὑμῶνναὶ ναί,› ‹οὒ οὔ›· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
About retaliation
38 »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.› 39 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει§ ἐπὶ* τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. 40 Καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. 41 Καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο. 42 Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι§ μὴ ἀποστραφῇς.
How to treat enemies
43 »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.› 44 Ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,* καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς, 45 ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; 47 Καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους§ ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ τελῶναι* οὕτως ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὥσπερ Πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς§ τέλειός ἐστιν.
* 5:1 προσηλθον rell ¦ προσηλθαν ℵB,NU 5:6 πεινωντες rell ¦ πινωντες CP 5:11 ρημα f35 C,W (99.8%) RP,HF,OC,CP,TR ¦ — ℵB(D)NU § 5:11 ψευδομενοι f35 ℵB,C [99.9%] RP,HF,OC,CP,TR[NU] ¦ — D * 5:13 βληθηναι εξω και f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ βληθεν 2 ℵB,C [1%] NU 5:17 νομισητε rell ¦ νομησητε [5%] CP 5:19 διδαξη rell ¦ διδαξει CP § 5:20 η δικαιοσυνη υμων f35 [70%] RP,HF,OC,CP,TR ¦ ~ 312 ℵB,W [30%] NU ¦ one other variant (D omits verse 20; C is missing) * 5:21 ερρεθη rell ¦ ερρηθη B,D [15%] (Wherever the word occurs a number of MSS will have the variant, but never more than 15%.) 5:22 εικη f35 D,W (96.2%) RP,HF,OC,CP,TR ¦ — 𝕻64ℵB (1.9%) NU ¦ a long omission [homoioteleuton] (1.9%) 5:22 γεενναν rell ¦ γεεναν [5%] CP § 5:23 και εκει f35 D [80%] RP,HF,CP ¦ κακει ℵB,W [20%] OC,TR,NU * 5:25 εν τη οδω μετ αυτου f35 [97%] RP,HF,OC,CP,TR ¦ ~ 45123 ℵB,D,W [3%] NU 5:25 σε παραδω f35 (D)W [97%] RP,HF,OC,CP,TR ¦ — 𝕻64vℵB [3%] NU 5:26 αν rell ¦ ου W [3%] OC ¦ — [2%] § 5:27 ερρεθη f35 ℵB,D,W [90%] RP,HF,CP,NU ¦ 1 τοις αρχαιοις [10%] OC,TR * 5:28 αυτην f35 B,D,W [90%] RP,HF,OC,CP,NU ¦ αυτης [10%] TR ¦ — ℵ 5:30 βληθη εις γεενναν f35 W [98%] RP,HF,OC,CP,TR ¦ ~ 23 απελθη ℵB [2%] NU (D omits verse 30) 5:31 ερρεθη f35 ℵ [30%] ¦ 1 δε B,D,W [70%] RP,HF,OC,CP,TR,NU § 5:31 οτι f35 W [97%] RP,HF,CP,TR ¦ — ℵB,D [3%] OC,NU * 5:32 ος αν απολυση f35 D [90%] RP,HF,OC,CP,TR ¦ πας ο απολυων ℵB,W [10%] NU 5:32 μοιχασθαι f35 [97%] RP,HF,OC,CP,TR ¦ μοιχευθηναι ℵB,D,W [3%] NU 5:36 μιαν τριχα λευκην η μελαιναν ποιησαι f35 [98%] RP,HF,OC,CP,TR ¦ ~ 123645 (ℵ)B(W) [1%] NU ¦ ~ 612345 [0.5%] ¦ ~ 126345 [0.5%] ¦ two other variants D § 5:39 ραπισει f35 D [98%] RP,HF,OC,CP,TR ¦ ραπιζει ℵB,W [2%] NU * 5:39 επι f35 D [96%] RP,HF,OC,CP,TR ¦ εις ℵB,W [4%] NU 5:39 δεξιαν σιαγονα f35 ℵW [65%] RP,OC ¦ 1 σου 2 [35%] HF,CP,TR ¦ 12 σου B[NU] ¦ 2 σου D 5:42 διδου f35 [98.5%] RP,HF,OC,CP,TR ¦ δος ℵB,D,W [1.5%] NU § 5:42 δανεισασθαι f35 [97.5%] RP,HF,OC,CP,TR ¦ δανισασθαι ℵB,D,W [1.5%] NU ¦ δανησασθαι [1%] ¦ one other variant * 5:44 ευλογειτε τους καταρωμενους υμας καλως ποιειτε τοις μισουσιν (τους μισουντας 1.1% TR) υμας f35 W (91.2%) RP,HF,OC,CP(TR) ¦ ten minor variations on this D (1.9%) ¦ 1234 (4.2%) ¦ 56789 (0.9%) ¦ ~ 5-9,1-4 (0.6%) ¦ five further partial variants (0.3%) ¦ — ℵB (0.8%) NU 5:44 επηρεαζοντων υμας και f35 W (94.3%) RP,HF,OC,CP,TR ¦ 12 (2.8%) ¦ 13 (D) (1.8%) ¦ — ℵB (0.8%) NU ¦ longer omission (0.3%) 5:45 τοις f35 [80%] RP,HF,CP ¦ — ℵB,D,W [20%] OC,TR,NU § 5:47 φιλους f35 W [96%] RP,HF,OC,CP ¦ αδελφους ℵB,D [3.5%] TR,NU ¦ two other variants [0.5%] * 5:47 τελωναι f35 W (91.4%) RP,HF,OC,CP,TR ¦ εθνικοι ℵB,D (7.3%) NU ¦ long omissions (1.3%) 5:47 ουτως f35 (80.2%) RP,HF,OC,CP,TR ¦ το αυτο ℵB,D,W (17%) NU ¦ τουτο (1.5%) ¦ long omissions (1.3%) 5:48 ωσπερ f35 D,W [97%] RP,HF,OC,CP,TR ¦ ως ℵB [3%] NU § 5:48 εν τοις ουρανοις f35 [85%] RP,HF,OC,CP,TR ¦ ουρανιος ℵB,W [15%] NU ¦ 13 D