6
Jesus warns against religious ostentation
»Προσέχετε* τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς. Εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἀριστερά σου τί ποιεῖ δεξιά σου, ὅπως σου ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ Πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ.§ Καὶ ὅταν προσεύχῃ,* οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἂν§ φανῶσιν τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν ὅτι* ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. Σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ Πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
How to pray
»Προσευχόμενοι δὲ μὴ βαττολογήσητε§ ὥσπερ οἱ ἐθνικοί· δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ Πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· ‹Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· 10 ἐλθέτω βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς* γῆς. 11 Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. 13 Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ὅτι σοῦ ἐστιν βασιλεία καὶ δύναμις καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.› 14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν Πατὴρ ὑμῶν οὐράνιος. 15 Ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν,§ οὐδὲ Πατὴρ ὑμῶν* ἀφήσει τὰ παραπτώματα ὑμῶν.
How to fast
16 »Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες. Ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσιν τὸν μισθὸν αὐτῶν. 17 Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι, 18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ·§ καὶ Πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.*
The right attitude toward material supply
19 »Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· 20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· 21 ὅπου γάρ ἐστιν θησαυρὸς ὑμῶν ἐκεῖ ἔσται καὶ καρδία ὑμῶν.
About world-view
22 » λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμός. Ἐὰν οὖν ὀφθαλμός σου ἁπλοῦς , ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. 23 Ἐὰν δὲ ὀφθαλμός σου πονηρὸς , ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.
“You cannot serve God and money”
24 »Οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν· γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.§ 25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε καὶ τί πίητε·* μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσεσθε. Οὐχὶ ψυχὴ πλείων ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ Πατὴρ ὑμῶν οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει·§ οὐ κοπιᾷ οὐδὲ νήθει,* 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31 Μὴ οὖν μεριμνήσητε λέγοντες, ‹Τί φάγωμεν;› Τί πίωμεν;› Τί περιβαλώμεθα;› 32 Πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδεν γὰρ Πατὴρ ὑμῶν οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ§ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, γὰρ αὔριον μεριμνήσει τὰ* ἑαυτῆς. Ἀρκετὸν τῇ ἡμέρᾳ κακία αὐτῆς.
* 6:1 προσεχετε f35 B,D,W [96%] RP,HF,OC,CP,TR ¦ 1 δε ℵ [4%] [NU] 6:1 ελεημοσυνην f35 W [99%] RP,HF,OC,CP,TR ¦ δικαιοσυνην ℵB,D [1%] NU 6:4 αυτος f35 D,W (75.2%) RP,HF,CP,TR ¦ — ℵB (24.1%) OC,NU ¦ long omissions (0.7%) § 6:4 εν τω φανερω f35 W (93.7%) RP,HF,OC,CP,TR ¦ — ℵB,D (5.7%) NU ¦ long omissions (0.7%) * 6:5 προσευχη f35 ℵD,W [98.5%] RP,HF,OC,CP,TR ¦ προσευχησθε B [1.5%] NU 6:5 εση f35 D,W [98.5%] RP,HF,OC,CP,TR ¦ εσεσθε ℵB [1.5%] NU 6:5 ωσπερ f35 W [99%] RP,HF,OC,CP,TR ¦ ως ℵB,D [1%] NU § 6:5 αν f35 W [90%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [10%] NU * 6:5 οτι f35 W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [3%] NU 6:6 ταμειον f35 B [30%] NU [ταμιον ℵD,W] ¦ ταμιειον [70%] RP,HF,OC,CP,TR 6:6 εν τω φανερω f35 W (97.2%) RP,HF,OC,CP,TR ¦ — ℵB,D (1.9%) NU ¦ long omissions (0.9%) § 6:7 βαττολογησητε f35 [99%] RP,HF,OC,CP,TR ¦ βατταλογησητε ℵB,NU ¦ βλαττολογησηται D ¦ βατταλογειται W [0.5%] ¦ two other spellings * 6:10 της f35 D [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,W [1%] NU 6:12 αφιεμεν f35 [98%] RP,HF,OC,CP,TR ¦ αφηκαμεν ℵB [1%] NU ¦ αφιομεν D,W [1%] 6:13 οτι σου εστιν η βασιλεια και η δυναμις και η δοξα εις τους αιωνας αμην f35 W (97.6%—with variations) RP,HF,OC,TR ¦ 1-11 (1.1%) ¦ αμην (0.2%) ¦ — ℵB,D (1.1%) (CP)NU § 6:15 τα παραπτωματα αυτων f35 B,W (97.7%) RP,HF,OC,CP,TR ¦ 12 υμων (0.5%) ¦ — ℵD (1.1%) NU ¦ long omission (0.5%) ¦ two other variants (0.2%) * 6:15 υμων rell ¦ 1 ο ουρανιος [5%] CP 6:16 ωσπερ f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ ως ℵB,D [1.5%] NU 6:16 οτι f35 W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [3%] NU § 6:18 κρυπτω f35 W [99%] RP,HF,OC,CP,TR ¦ κρυφαιω ℵB(D) [1%] NU (twice) * 6:18 σοι f35 ℵB,D,W [90%] RP,HF,CP,NU ¦ 1 εν τω φανερω [10%] OC,TR (OC in small print) 6:21 υμων f35 W [99%] RP,HF,OC,CP,TR ¦ σου ℵB [1%] NU (D missing) (twice) 6:22 ο οφθαλμος σου απλους η f35 [99%] RP,HF,OC,CP,TR ¦ ~ 51234 ℵB,W [1%] NU § 6:24 μαμωνα rell ¦ μαμμωνα [5%] TR * 6:25 και τι πιητε f35 N [97%] RP,HF,OC,CP,TR ¦ η 23 B,W [2%] [NU] ¦ — ℵ [1%] 6:25 ενδυσεσθε f35 [20%] ¦ ενδυσησθε ℵB,N,W [80%] RP,HF,OC,CP,TR,NU [The future indicative was unexpected.] 6:25 πλειων f35 [20%] ¦ πλειον ℵB,N,W [80%] RP,HF,OC,CP,TR,NU [‘Life’ and ‘food’ are feminine, not neuter.] § 6:28 αυξανει f35 N,W [99%] RP,HF,OC,CP,TR ¦ αυξανουσιν B [1%] NU ¦ ου ξενουσιν ℵ * 6:28 ου κοπια ουδε νηθει f35 N,W [99%] RP,HF,OC,CP,TR ¦ 1 κοπιωσιν (κοπιουσιν B) 3 νηθουσιν (B) [1%] NU ¦ 3 νηθουσιν 3 κοπιωσιν ℵ 6:29 ουδε rell ¦ 1 ο CP 6:32 επιζητει f35 N,W [97%] RP,HF,OC,CP,TR ¦ επιζητουσιν ℵB [3%] NU § 6:33 του θεου f35 N,W (99%) RP,HF,OC,CP,TR[NU] ¦ των ουρανων (0.4%) ¦ αυτου (0.3%) ¦ — ℵ(B) (0.2%) * 6:34 τα f35 N [80%] RP,HF,OC,CP,TR ¦ — ℵ(B)W [20%] NU ¦ long omission [0.5%] ¦ three other variants