15
Here come the bowls!
Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, μέγα καὶ θαυμαστόν· ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη θυμὸς τοῦ Θεοῦ.
The song of the victors
Καὶ εἶδον ὡς θάλασσαν ὑελίνην* μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ Θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑελίνην,§ ἔχοντας κιθάρας* τοῦ Θεοῦ. Καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέος, τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ Ἀρνίου, λέγοντες· «Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε, Θεὸς Παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, Βασιλεὺς τῶν ἐθνῶν.§ Τίς οὐ μὴ φοβηθῇ σε,* Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; Ὅτι μόνος ἅγιος εἶ· ὅτι πάντα τὰ ἔθνη§ ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν
The angels are commissioned
Καὶ μετὰ ταῦτα εἶδον, καὶ* ἠνοίγη ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ. Καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι, οἱ ἔχοντες τὰς ἑπτὰ πληγάς, ἐκ τοῦ οὐρανοῦ, οἳ ἦσαν§ ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν* καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. Καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ ἐγεμίσθη ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν§ ἀγγέλων.
* 15:2 υελινην f35 Ma⅓,b¼,d⅕,ept,f¼,hpt,i¼ 𝕻47,CP ¦ υαλινην Ma⅔,b,d,ept,f,g,hpt,i ℵA,C,RP,HF,OC,NU,TR (Hellenistic or Attic, which?) 15:2 του θηριου και εκ της εικονος f35 Mb,d,e,h⅖,ipt A,C,CP,RP,HF,OC,NU,TR ¦ 12356 Mg,h2/7 𝕻47vℵ ¦ ~ 563412 Ma,f,h2/7,ipt 15:2 και f35 Ma,f,gpt(pt),h,ipt 𝕻47vA,C,CP,RP,HF,OC,NU ¦ 1 εκ του χαραγματος αυτου 1 Ma⅙,b,d,e,f⅕,ipt ¦ 1 εκ του χαραγματος αυτου TR § 15:2 υελινην f35 Ma⅓,b¼,d⅕,ept,f⅕,g⅔,hpt,i¼ 𝕻47v,CP ¦ υαλινην Ma⅔,b,d,ept,f,g⅓,hpt,i ℵA,C,RP,HF,OC,NU,TR * 15:2 κιθαρας f35 Ma⅓,d,e,f¼,h,ipt 𝕻47ℵA,C,CP,RP,NU,TR ¦ τας 1 Ma⅔,b,f,g,h¼,ipt HF,OC (OC is in small print.) 15:3 μωυσεος f35 Ma⅓,d⅕,f¼,h¼ CP ¦ μωυσεως Mapt,b,e⅔,f,g,hpt,i ℵA,RP,HF,OC,NU ¦ μωσεως Md⅔,e¼ 𝕻47,TR 15:3 του rell ¦ — Ma⅙,b,g,i¼ TR § 15:3 εθνων f35 Ma,b,d,e,f,g,hpt,i A,CP,RP,HF,OC,NU ¦ αιωνων Mhpt 𝕻47ℵC ¦ αγιων TR (Some modern versions follow the middle reading, an alteration dating to the 2nd century—‘king of the nations’ would definitely not be politically correct in the Roman empire in those early centuries.) * 15:4 ου μη φοβηθη σε f35 Ma,b,d⅕,e⅕,f,g,i CP,RP,HF,TR ¦ 123 Md,e,h⅓,i⅕ A,C,OC,NU ¦ ~ 4123 Mh⅖ 𝕻47 ¦ ~ 413 Mh⅓ ℵ 15:4 δοξαση f35 Mapt,b⅔,d2/7,ept,g⅓,h⅔,i⅓ ℵ,CP,RP,HF,OC,TR ¦ δοξασει Mapt,b⅓,d,ept,f,g⅔,h⅓,i⅔ (𝕻47)A,C,NU 15:4 αγιος ει f35 Mh¼,i⅓ CP ¦ 1 Ma,b,e(¼)f,g,ipt RP,HF ¦ 2 𝕻47 ¦ οσιος Md,e,h ℵA,C,OC,NU,TR (αγιος ει has slight support from four other families as well; the verb, before or after the adjective, is supported by f35 Ma⅑,e⅓,hpt,ipt 𝕻47; being the song of Moses and the Lamb, both Jews, we should presumably expect the fuller form.) § 15:4 παντα τα εθνη f35 Ma⅕,d,e,f⅕,h,i¼ 𝕻47ℵA,C,CP,RP,OC,NU,TR ¦ παντες Ma,b,f,g,i HF * 15:5 και rell ¦ 1 ιδου TR 15:6 οι rell ¦ — Mdpt,h¼ 𝕻47ℵ,TR 15:6 εκ του ουρανου f35 CP ¦ 12 ναου Ma⅙,d,e,g,h 𝕻47ℵA,C,RP,OC,NU,TR ¦ — Ma,b,f,i HF (At first glance the context seems to call for ναου; so much so that if ουρανου were original some might have omitted while others made the obvious change—if ναου were original, why would anyone omit or change? On the other hand, there are at least three heavens, 2 Cor. 12:2, and they may have come out of the third, into the second. This is the only mention of the tabernacle of the testimony in Revelation, so the throne of God wasn’t there and none of the action related by John up to this point took place there—there have been several references to the temple, with angels coming out of it, but I doubt that temple and tabernacle are to be equated.) § 15:6 οι ησαν f35 Ma,b,e⅖,f,g,i CP,RP,HF,OC ¦ — Md,e⅗,h 𝕻47ℵA,C,NU,TR * 15:6 λινον καθαρον λαμπρον rell ¦ λινουν 23 𝕻47 ¦ ~ καθαρους λινους λαμπρους ℵ ¦ λιθον 23 A,C ¦ 12 και 3 TR 15:8 ναος f35 Md,e,g,h,ipt ℵA,C,CP,RP,NU,TR ¦ 1 εκ του Ma,b,f⅔(⅓),ipt 𝕻47v,HF,OC 15:8 ηδυνατο f35 Ma⅕,b,d,e,g⅕,h⅗,ipt ℵ,CP,TR ¦ εδυνατο Ma,e⅙,f,g,h⅖,ipt A,C,RP,HF,OC,NU (Both spellings are known since classical times and apparently don’t affect the sense.) § 15:8 των f35 Md,e CP ¦ 1 επτα Ma,b,e¼,f,g,h,i ℵA,C,RP,HF,OC,NU,TR