17
About Babylon
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησεν μετ᾿ ἐμοῦ λέγων,* «Δεῦρο, δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ τῶν ὑδάτων τῶν πολλῶν, μεθ᾿ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς
A woman and a beast
Καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν§ πνεύματι. Καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον* κόκκινον γέμον ὀνομάτων βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. Καὶ γυνὴ ἦν§ περιβεβλημένη πορφύραν* καὶ κόκκινον, κεχρυσωμένη χρυσῷ§ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα χρυσοῦν ποτήριον* ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς. Καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον·
ΜΥΣΤΗΡΙΟΝ, ΒΑΒΥΛΩΝ ΜΕΓΑΛΗ, ΜΗΤΗΡ ΤΩΝ ΠΟΡΝΩΝ ΚΑΙ ΤΩΝ ΒΔΕΛΥΓΜΑΤΩΝ ΤΗΣ ΓΗΣ.
Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων, καὶ§ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα.
The vision explained
Καὶ εἶπέν μοι ἄγγελος· «Διὰ τί ἐθαύμασας; Ἐγὼ σοι ἐρῶ* τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ Θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. Τὸ Θηρίον εἶδες ἦν, καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς Ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγειν. Καὶ θαυμάσονται§ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς,* ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ Βιβλίον τῆς Ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες§ τὸ Θηρίον ὅτι ἦν* καὶ οὐκ ἔστιν καὶ παρέσται. Ὧδε νοῦς ἔχων σοφίαν· Αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν ὅπου γυνὴ κάθηται ἐπ᾿ αὐτῶν. 10 Καὶ βασιλεῖς ἑπτά εἰσιν·§ οἱ πέντε ἔπεσον,* εἷς ἐστιν, ἄλλος οὔπω ἦλθεν. Καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι. 11 Καὶ τὸ Θηρίον ἦν καὶ οὐκ ἔστιν, καὶ αὐτὸς§ ὄγδοός ἐστιν, καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12 Καὶ τὰ δέκα κέρατα εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾿* ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ Θηρίου. 13 Οὗτοι μίαν γνώμην ἔχουσιν καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῶν§ τῷ Θηρίῳ διδόασιν.* 14 Οὗτοι μετὰ τοῦ Ἀρνίου πολεμήσουσιν, καὶ τὸ Ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶν καὶ Βασιλεὺς βασιλέων· καὶ οἱ μετ᾿ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί
15 Καὶ λέγει μοι· «Τὰ ὕδατα εἶδες, οὗ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσίν, καὶ ἔθνη καὶ γλῶσσαι. 16 Καὶ τὰ δέκα κέρατα εἶδες, καὶ τὸ Θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνὴν ποιήσουσιν αὐτὴν§ καὶ τὰς σάρκας αὐτῆς φάγονται καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί. 17  γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι γνώμην μίαν* καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ Θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ Θεοῦ. 18 Καὶ γυνὴ ἣν εἶδες ἔστιν πόλις μεγάλη ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς
* 17:1 λεγων f35 Ma,b,e¼,f,g,h,i 𝕻47ℵA,CP,RP,HF,OC,NU ¦ 1 μοι Md,e TR 17:1 των υδατων των πολλων f35 Ma,f,g,i CP,RP,HF,TR ¦ 234 𝕻47v ¦ 24 Mb,d,e,h ℵA,OC,NU 17:2 οι κατοικουντες την γην εκ του οινου της πορνειας αυτης (ℵ) rell ¦ ~ 56789101234 Me⅓ TR § 17:3 εν f35 Ma¼,b,d,e,f,g,h,i ℵA,CP,RP,HF,OC,NU,TR ¦ τω Me¼ ¦ — Ma * 17:3 θηριον f35 Ma¼,bpt,d,e,f,g,h,i ℵA,CP,RP,NU,TR ¦ 1 το Ma,bpt HF ¦ το 1 το OC (OC is in small print.) 17:3 γεμον ονοματων f35 Mb,d,e⅔,f,h⅕,i¼ CP,TR ¦ 1 ονοματα Ma,e⅓,g,hpt,i RP,HF,OC ¦ γεμοντα ονοματα Mh¼ ℵA[NU] 17:3 εχον rell ¦ εχων A[+40 assorted mss]NU ¦ εχοντα ℵ § 17:4 ην rell ¦ η TR * 17:4 πορφυραν f35 Mbpt,d,e,f,i⅖ CP ¦ πορφυρα TR ¦ πορφυρουν Ma,bpt,g,h,i⅗ ℵA,RP,HF,OC,NU 17:4 κοκκινον rell ¦ κοκκινω TR 17:4 κεχρυσωμενη f35 Ma,d,e⅔,f,h¼,ipt CP,RP,HF ¦ περικεχρυσωμενη Mb ¦ και 1 Md⅕,e⅓,g,h,ipt ℵA,OC,NU,TR § 17:4 χρυσω f35 Md,e,h,i⅕ ℵ,CP,TR ¦ χρυσιω Ma,b,d⅕,e⅕,f,g,h⅕,i A,RP,HF,OC,NU * 17:4 χρυσουν ποτηριον f35 Md,e,hpt,i⅕ CP,TR ¦ ~ 21 Ma,b,f,g,hpt,i ℵA,RP,HF,OC,NU 17:4 αυτης f35 Mb,d,e,gpt,h⅗,ipt A,CP,RP,NU(TR) ¦ της γης Ma,f,gpt,h⅖,ipt HF,OC (ℵ conflates both, which shows that the minuscule families are earlier.) 17:6 εκ f35 Ma⅕,bpt,d,e,f⅕,gpt,h,i CP,RP,OC,NU,TR ¦ — Ma,bpt,f,gpt,h¼,i¼ (ℵ)HF § 17:6 και f35 Ma⅙,d⅕,e,f⅕,gpt,h,i ℵA,CP,OC,NU,TR ¦ — Ma,b,(d),f,gpt,i⅕ RP,HF * 17:7 σοι ερω f35 Md,e,h⅕,i¼ ℵ,CP,TR ¦ ~ 21 Ma,b,f,g,h,i A,RP,HF,OC,NU 17:8 το rell ¦ — TR 17:8 υπαγειν rell ¦ υπαγει A,NU § 17:8 θαυμασονται rell ¦ θαυμασθησονται A,NU * 17:8 επι της γης f35 Mbpt,d,e,f,gpt,h,i⅔ ℵA,CP,RP,OC,NU,TR ¦ την γην Ma,bpt,e¼,gpt,i⅓ HF 17:8 τα ονοματα f35 Mbpt,d,e,f,gpt,h⅖,i⅔ ℵ,CP,RP,TR ¦ το ονομα Ma,bpt,gpt,h⅗,i⅓ A,HF,NU ¦ 1 ονομα OC 17:8 επι το βιβλιον f35 Mbpt,d⅕,e,f,g⅕,hpt,ipt ℵA,CP,RP,OC,NU,TR ¦ 1 του βιβλιου Ma,bpt,g,ipt HF ¦ εν βιβλω Md ¦ εν τω βιβλω Mh⅖ § 17:8 βλεποντες f35 Ma⅐,d⅕,e⅓,i⅓ CP,TR ¦ βλεποντων Ma,b,d,e⅔,f,g,h,i⅔ ℵA,RP,HF,OC,NU (The subject is nominative.) * 17:8 το θηριον οτι ην f35 Md,e,h,i⅓ ℵA,CP,OC,NU,TR ¦ ~ 3412 Ma,b,e¼,f,g,i⅔ RP,HF 17:8 και παρεσται f35 Ma,b,ept,f,g,h,i A,CP,RP,HF,OC,NU ¦ 1 παρεστιν Md,ept,i⅕ ¦ 1 παλιν παρεστε ℵ ¦ καιπερ εστιν TR 17:9 επτα ορη εισιν rell ¦ ~ 231 Me⅓ TR ¦ ~ 213 OC § 17:10 επτα εισιν f35 Md,e,h,i⅔ (ℵ)A,CP,OC,NU,TR ¦ ~ 21 Ma,b,f,g,i⅓ RP,HF * 17:10 επεσον f35 Mapt,b,d⅓,e⅖,f,gpt,hpt,i⅔ CP,RP,HF ¦ επεσαν Mapt,d⅔,e⅗,gpt,hpt,i⅓ ℵA,OC,NU,TR (The meaning is evidently the same, which may account for the widespread division [involving a single letter].) 17:10 ο rell ¦ και 1 TR 17:10 αυτον δει f35 Md,e⅗,h⅔ A,CP,OC,NU,TR ¦ ~ 21 Ma,b,e⅖,f,g,h⅓,i RP,HF § 17:11 αυτος f35 Mbpt,d,e,f,h⅗,ipt A,CP,RP,OC,NU,TR ¦ ουτος Ma,bpt,g,h⅖,ipt (ℵ)HF * 17:12 αλλ rell ¦ αλλα ℵA,NU 17:13 γνωμην εχουσιν f35 Md,e,f⅕,h,i⅕ ℵA,CP,OC,NU,TR ¦ ~ 21 Ma,b,e⅙,f,g,i RP,HF 17:13 την f35 Ma⅓,bpt,d,e,f⅕,h⅖,ipt ℵ,CP,RP,OC,TR ¦ — Ma⅔,bpt,f,g,h⅗,ipt A,HF,NU § 17:13 αυτων rell ¦ εαυτων TR * 17:13 διδοασιν f35 Ma,b,e,f,g,h,i ℵA,CP,RP,HF,OC,NU ¦ δωσουσιν Md ¦ δεδωκασιν Me⅕ ¦ διαδιδωσουσιν TR 17:16 και rell ¦ επι TR 17:16 ηρημωμενην f35 Ma,b,d⅖,ept,f,g,h,i ℵA,CP,RP,HF,OC,NU,TR ¦ ερημωμενην Ma⅕,d⅗,ept § 17:16 και γυμνην ποιησουσιν αυτην f35 Ma⅔,b,f,g,ipt CP,RP,HF ¦ 12 Md,e¼,h,ipt ℵA,OC,NU,TR ¦ — Ma⅕,e⅔ * 17:17 και ποιησαι γνωμην μιαν f35 Ma,bpt,e⅙,f,g⅔,i⅔ CP,RP,HF ¦ ~ 12 (-σε ℵ) 43 Me,g⅓,h⅗ (ℵ)OC,NU,TR ¦ 123 αυτων Mbpt ¦ — Md,i⅕ A 17:17 τελεσθησονται οι λογοι f35 Md,e,hpt ℵA,CP,NU ¦ τελεσθωσιν 23 Ma,b,e¼,f,g,hpt,i RP,HF,OC ¦ τελεσθη τα ρηματα TR 17:18 της f35 Ma¼,b,d,e,f,g⅕,h,i ℵA,CP,RP,OC,NU,TR ¦ επι 1 Ma,g⅓,i¼ HF ¦ των επι 1 Mgpt