18
Her fall proclaimed
Καὶ* μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. Καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· «Ἔπεσεν, ἔπεσεν,§ Βαβυλὼν μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων,* καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου. Ὅτι ἐκ τοῦ θυμοῦ τοῦ οἴνου τῆς πορνείας αὐτῆς πέπωκεν§ πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾿ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν
Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· «Ἐξέλθετε* ἐξ αὐτῆς, λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε· ὅτι ἐκολλήθησαν§ αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν αὐτῆς* Θεὸς τὰ ἀδικήματα αὐτῆς. Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ§ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν. Ὅσα ἐδόξασεν ἑαυτὴν* καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμόν· ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτιΚάθημαι§ βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω.› Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆςθάνατος καὶ* πένθος καὶ λιμόςκαὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς Κύριος Θεὸς κρίνας αὐτήν.
Her fall lamented
»Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ᾿ αὐτὴν§ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾿ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· ‹Οὐαί, οὐαί,* πόλις μεγάλη Βαβυλών, πόλις ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν κρίσις σου.›
11 »Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ᾿ αὐτῇ,§ ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι· 12 γόμον χρυσοῦ καὶ ἀργύρου, καὶ λίθου τιμίου καὶ μαργαρίτου,* καὶ βύσσου καὶ πορφυροῦ καὶ σηρικοῦ καὶ κοκκίνου,§ καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 13 καὶ κινάμωμον* καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον, καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον, καὶ κτήνη καὶ πρόβατα§ καὶ ἵππων καὶ ῥαιδῶν,* καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων 14 (‹Καί, ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλοντο§ ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ εὑρήσεις αὐτά.›)* 15 «Οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ᾿ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες 16 καὶ λέγοντες·Οὐαί, οὐαί,§ πόλις μεγάλη, περιβεβλημένη βύσσινον* καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις· 17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη τοσοῦτος πλοῦτος.›
»Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ἐπὶ τῶν πλοίων πλέων§καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονταιἀπὸ μακρόθεν ἔστησαν 18 καὶ ἔκραζον, βλέποντες* τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, ‹Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;› 19 Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον, κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες· ‹Οὐαί, οὐαί, πόλις μεγάλη, ἐν ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ, ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.›
Her doom is final
20 »Εὐφραίνου ἐπ᾿ αὐτῇ,§ Οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ* ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν Θεὸς τὸ κρῖμα ὑμῶν ἐξ αὐτῆς 21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· «Ὁρμήματι βληθήσεται Βαβυλὼν μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. 22 Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι. Καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι. Καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι.§ 23 Καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι.* Καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι. Ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη 24 Καὶ ἐν αὐτῇ αἵματα§ προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
* 18:1 και f35 Mb,d,e,gpt,h⅓,ipt CP,TR ¦ — Ma,e⅙,f,gpt,h⅔,ipt ℵA,RP,HF,OC,NU 18:1 αλλον αγγελον rell ¦ ~ 21 Mbpt,e⅕,f,i¼ ¦ 2 TR 18:2 εν ισχυρα φωνη f35 Md,hpt A,CP,OC,NU ¦ 123 μεγαλη Me⅕ ¦ 123 και μεγαλη Mi¼ ¦ 23 Ma⅗,b,d⅕,f,g⅕,h⅕,ipt ℵ,RP,HF ¦ 23 μεγαλη Mept ¦ 23 και μεγαλη Mh¼ ¦ ισχυραν φωνην Ma¼,g,i⅕ ¦ 1 ισχυι φωνη μεγαλη TR (The only real question is whether or not to read εν.) § 18:2 επεσεν επεσεν f35 Mbpt,d,e,gpt,h,i⅓ A,CP,OC,NU,TR ¦ επεσεν Ma,bpt,f,gpt,i⅔ ℵ,RP,HF (An easy case of homoioteleuton [or -arcton, or both]; since the result made good sense, there would be no need to question it.) * 18:2 δαιμονων rell ¦ δαιμονιων ℵA,OC,NU 18:2 και φυλακη παντος ορνεου ακαθαρτου και μεμισημενου f35 Ma,e⅓,fpt,gpt,hpt,ipt ℵ,CP,RP,HF,OC,TR ¦ 123 θηριου 567 A ¦ 1234567123 θηριου 5 Mbpt(⅓) ¦ 12345123 θηριου 567 [NU] ¦ 67 Md,e⅔,fpt,gpt,h¼,i⅕ 18:3 του θυμου του οινου f35 Mbpt,d,e,i⅕ CP ¦ ~ 3412 Ma,bpt,f,g,h,i ℵ,RP,HF,OC,NU,TR ¦ 12 A § 18:3 πεπωκεν f35 Mept CP,TR ¦ πεπωκασιν Ma¼,b,f,h⅓,i⅓ HF ¦ πεποτικεν Md ¦ πεπτωκασιν Ma,ept,g,hpt,ipt ℵ,RP ¦ πεπτωκαν A,C ¦ πεπωκαν OC,NU (For ‘drink’ we have f35 Ma¼,b,(d),ept,f,hpt,ipt; for ‘fall’ we have Ma,ept,g,hpt,ipt ℵA,C.) (Two cursives, 1828 and 2329, save the reading of OC,NU from being a morphological ‘patchwork quilt’.) * 18:4 εξελθετε f35 Ma⅐,d⅔,e,h⅓,ipt CP,TR ¦ εξελθε Ma,b,f,g,h⅔,ipt C,RP,HF,OC ¦ εξελθατε Md⅓ A,NU ¦ εξελθαται ℵ 18:4 εξ αυτης ο λαος μου rell ¦ 45 Mept ¦ ~ 34512 ℵC,NU 18:4 και εκ των πληγων αυτης ινα μη λαβητε (λαβηται ℵC; βλαβητε Md⅔) f35 Ma,b,d⅔,ept,f,g,h,i (ℵ)A(C)CP,RP,HF,NU ¦ ~ 16782345 TR ¦ ~ 16234578 OC ¦ 678 Md⅕,e¼ § 18:5 εκολληθησαν rell ¦ ηκολουθησαν TR * 18:5 αυτης f35 Ma⅔,bpt,i⅓ CP,HF ¦ — Ma⅓,bpt,d,e,f,g,h,i⅔ ℵA,C,RP,OC,NU,TR (The pronoun seemed awkward or redundant.) 18:6 υμιν f35 Ma⅙,d,e,f,g¼,i⅓ CP,TR ¦ — Ma,b,g,h,i⅔ ℵA,C,RP,HF,OC,NU 18:6 αυτη (αυτα Mhpt) διπλα f35 Mb,d,e,f,g,hpt,i⅔ CP,RP,OC,TR ¦ τα 2 ℵ(C)NU ¦ τα 2 ως και 1 και Ma,e¼,i⅓ HF ¦ 2 Mhpt A § 18:6 ποτηριω f35 Ma⅙,bpt,d,e,f,gpt,h⅔,i⅔ A,C,CP,RP,OC,NU,TR ¦ 1 αυτης Ma,bpt,e¼,gpt,h⅓,i⅓ ℵ,HF * 18:7 εαυτην f35 Ma⅕,b,d,e⅔,f,g⅓,h,i CP,OC,TR ¦ αυτην Ma,e⅓,f⅕,g⅔,h¼,i¼ ℵA,C,RP,HF,NU 18:7 βασανισμον f35 Mept CP ¦ 1 και πενθος Ma,b,d,ept,f,g,h,i ℵA,C,RP,HF,OC,NU,TR (The woman’s statement, immediately below, may have suggested the phrase.) 18:7 οτι rell ¦ — Mept,g TR § 18:7 καθημαι f35 Ma2/7,d,e,f,g,h,i ℵA,C,CP,RP,HF,NU,TR ¦ εγω 1 Mb ¦ 1 καθω OC ¦ καθως Ma (OC is in small print.) * 18:8 και f35 Ma⅕,d,e,g,h,ipt ℵA,C,CP,RP,OC,NU,TR ¦ — Ma,b,f,ipt HF 18:8 κρινας f35 Ma,bpt,e⅔,g,h,i⅔ (ℵ)(A)C,CP,RP,HF,OC,NU ¦ κρινων Mbpt,e⅓,f,i⅓ TR ¦ παντοκρατωρ ο κρινων Md 18:9 κλαυσουσιν f35 Ma,b,f,g,h,ipt C,CP,RP,HF,NU ¦ 1 αυτην Md,e⅓ OC ¦ κλαυσονται αυτην Me⅔ TR ¦ κλαυσονται Ma⅙,i¼ ℵA § 18:9 αυτην f35 Ma,b,e⅙,f,g⅔,i ℵC,CP,RP,HF,NU ¦ αυτη Md,e,g⅓,h A,OC,TR * 18:10 ουαι ουαι rell ¦ ουαι ουαι ουαι Mb ¦ ουαι Mept 18:10 μια ωρα rell ¦ μιαν ωραν A ¦ εν 12 Mept,hpt TR 18:11 κλαιουσιν (κλεουσιν C) και πενθουσιν f35 Me,h ℵA(C)CP,NU,TR ¦ κλαυσουσιν 2 πενθησουσιν Ma,b,f,g⅓,i RP,HF,OC ¦ κλαυσονται Md¼ ¦ κλαυσουσιν Md⅕ ¦ 1 Mdpt,g⅔ § 18:11 επ αυτη f35 Ma,bpt,e¼,f,gpt,h,i⅔ CP,RP,HF,OC,TR ¦ εν 2 A ¦ 1 αυτην Mb⅓,gpt,i⅕ ℵC,NU ¦ εφ εαυτους Me⅓ ¦ εφ εαυτοις Me⅖ ¦ εν εαυτοις Md ¦ four further readings * 18:12 μαργαριτου rell ¦ μαργαριτων Mbpt,hpt ℵ,NU ¦ μαργαριτας C ¦ μαργαριταις A 18:12 βυσσου f35 Ma⅙,d,e,ipt CP,TR ¦ βυσσινου Ma,b,f,g,h,ipt A,C,RP,HF,OC,NU ¦ βυσσινων ℵ 18:12 και πορφυρου f35 Ma,d,e⅔,f,ipt CP,RP,HF ¦ 1 πορφυρας Mb,e⅓,g,h,ipt ℵC,OC,NU,TR ¦ — A (The use of the adjective as a noun was not appreciated, but it preserves the effect of a sequence of ου.) § 18:12 σηρικου και κοκκινου rell ¦ σιρικου 23 ℵA,C,NU ¦ ~ 32 συρικου Me⅓ * 18:13 κιναμωμον f35 Ma⅔,b,d,e⅔,fpt,g¼,h¼,i⅔ ℵ,CP,RP,HF,OC,TR ¦ κινναμωμον Mb⅕,e⅙,h¼ A,C,NU ¦ κιναμωμου Ma¼,e⅙,fpt,g,hpt,i¼ 18:13 και f35 Ma,d⅓,e,f,g,hpt,i CP,RP,HF,TR ¦ 1 αμωμον 1 Mb,d⅔,e¼,f¼,hpt,i¼ ℵA,C,OC,NU 18:13 οινον και ελαιον (ελεον C) και σεμιδαλιν f35 Ma⅕,b⅕,d,e,h,ipt ℵA(C)CP,RP,HF,OC,NU,TR ¦ ~ 54123 Mb⅓ ¦ ~ 32145 Mbpt,f,i¼ ¦ 345 Ma,g,i⅕ § 18:13 κτηνη και προβατα f35 Md,e,h ℵA,C,CP,OC,NU,TR ¦ ~ 321 Ma,b,f,g,i RP,HF * 18:13 ραιδων f35 Mapt,bpt,f,g,h,i CP,RP,HF ¦ ρεδων Mapt,bpt,d,e ℵA,C,OC,NU,TR 18:14 της επιθυμιας της ψυχης σου rell ¦ ~ 51234 Mh¼ ℵA,C,NU ¦ 512345 Mbpt,h¼ 18:14 απηλθεν rell ¦ απωλετο OC § 18:14 απωλοντο f35 Mbpt,g,i¼ ℵ,CP ¦ απωλετο Ma,bpt,f,h,i⅔ A,C,RP,HF,NU ¦ απηλθεν Ma¼,d,e OC,TR (The plural is presumably correct.) * 18:14 ου μη ευρησεις αυτα f35 Mept,i⅕ CP ¦ ~ 1243 OC ¦ 12 ευρησης 4 Ma⅕,ept,h⅖ TR ¦ 12 ευρης 4 Md,f(h⅓)i⅓ ¦ 12 ευρησουσιν 4 Mbpt ¦ ~ 124 ευρησουσιν Mbpt,h¼ ℵA,NU ¦ ~ 412 ευρης Ma¾,e¼,gpt(pt)i⅓ RP,HF ¦ ~ 412 ευρησουσιν C (The evidence for the word order is adequate [f35Ma⅕,bpt,d,e,f,hpt,ipt]; in vs 14 an unidentified speaker addresses Babylon, so the verb must be 2nd sing.; the plural forms support the indicative; although ου μη usually takes the subjunctive, on occasion it takes the volitive future when the certainty of the statement is being emphasized, as here.) 18:15 αυτης f35 Ma¼,b,d,e,f,g¼,h,i ℵA,C,CP,RP,OC,NU,TR ¦ 1 και Ma,g HF 18:16 και λεγοντες f35 Ma⅖,b,d,ept,f¼,g⅓,h⅔,i CP,RP,HF,TR ¦ 2 Mapt,f,h¼ ℵA,C,OC,NU ¦ — Me⅓,gpt § 18:16 ουαι ουαι f35 Md,e,f,gpt,h,ipt ℵA,C,CP,RP,HF,OC,NU,TR ¦ ουαι ουαι ουαι Mb ¦ ουαι Ma,gpt,ipt * 18:16 βυσσινον f35 Ma⅙,b,d,e,f,gpt,h,i⅓ ℵA,C,CP,RP,OC,NU,TR ¦ βυσσον Ma,e⅙,gpt,i⅔ HF 18:16 εν χρυσω f35 Md,e,h⅓ ℵ,CP,TR ¦ 1 χρυσιω C,OC[NU] ¦ χρυσιω Ma,b,f,g,h⅓,i A,RP,HF ¦ 2 Mh⅓ 18:16 μαργαριταις rell ¦ μαργαριτη Mhpt ℵA,C,NU § 18:17 ο επι των πλοιων πλεων f35 Mb⅓,i⅓ CP ¦ 2345 Md⅔,ept,f ¦ 234 ομιλος Me¼ ¦ ~ 2341 ομιλος TR ¦ 12 τοπον 5 Ma,bpt,g,hpt,ipt A,C,RP,HF,OC,NU ¦ 12 τον τοπον 5 Mhpt ℵ (ο επι is the best attested, by far [f35,a,b,g,h,i ℵA,C against d,e,f]; των πλοιων has better attestation than τοπον; the sequence πλοιων πλεων presumably gave rise to evasive action.) * 18:18 βλεποντες rell ¦ ορωντες TR 18:19 κλαιοντες και πενθουντες και f35 Ma,bpt,d⅕,e,f,g,i CP,RP,HF ¦ 123 Mbpt,d,e⅕,h ℵC,OC,NU,TR ¦ — A 18:19 τα f35 Ma,bpt,e⅖,g,h,i ℵA,C,CP,RP,HF,OC,NU ¦ — Mbpt,d,e⅗,f TR § 18:20 επ αυτη f35 Ma,bpt,d⅕,f,g,h,ipt ℵC,CP,RP,HF,OC,NU ¦ 1 αυτην Ma⅙,bpt,d,e,h¼,i⅓ TR ¦ εν 2 A * 18:20 και οι rell ¦ — Mept,h¼ C,TR 18:21 μυλον rell ¦ μυλινον A,NU ¦ μυλικον C ¦ λιθον ℵ 18:21 λεγων f35 ¦ 1 ουτως rell § 18:22 και φωνη μυλου ου μη ακουσθη (φανη Mb⅓,f) εν σοι ετι f35 Ma⅔,bpt,d,e,f,g,h,i A,C,CP,RP,HF,OC,NU,TR ¦ — Ma⅓,bpt,e¼,i¼ ℵ * 18:23 και φως λυχνου ου μη φανη (ακουσθη Mgpt, ευρεθη Me⅕) εν σοι ετι f35 Ma,b⅔,d⅖,e,f,g,h,i ℵ(C)CP,RP,HF,OC,NU,TR ¦ — Mb⅓,d⅗ A 18:23 οτι f35 Ma¼,b,d,e,f,g,h,i ℵA,C,CP,RP,OC,NU,TR ¦ — Ma,i¼ HF 18:23 φαρμακεια rell ¦ φαρμακια Mb⅓,ept,gpt ℵA,C § 18:24 αιματα f35 Ma,b,e,f,g,h¼,i CP,RP,HF,OC ¦ αιμα Md,h,i¼ ℵA,C,NU,TR