7
Parenthesis
The sealed of Israel
Καὶ* μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον. Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα§ ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος. Καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· «Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ* σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες§ χιλιάδες, ἐσφραγισμένοι* ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὶμ§ δώδεκα* χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες, ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσάχαρ§ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.*
A multitude from the Great Tribulation
Μετὰ ταῦτα εἶδον καὶ ἰδού, ὄχλος πολὺς ὃν ἀριθμῆσαι οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες§ ἐνώπιον τοῦ Θρόνου καὶ ἐνώπιον τοῦ Ἀρνίου, περιβεβλημένοι* στολὰς λευκάς, καὶ φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν. 10 Καὶ κράζουσιν φωνῇ μεγάλῃ, λέγοντες, « σωτηρία τῷ Θεῷ ἡμῶν§ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ,* καὶ τῷ Ἀρνίῳ
11 Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου, καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου§ ἐπὶ τὰ πρόσωπα* αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ, 12 λέγοντες· «Ἀμήν· εὐλογία καὶ δόξα καὶ σοφία καὶ εὐχαριστία καὶ τιμὴ καὶ δύναμις καὶ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, «Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσίν, καὶ πόθεν ἦλθον 14 Καὶ εἶπον αὐτῷ, «Κύριέ μου, σὺ οἶδαςΚαὶ εἶπέν μοι· «Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν§ τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς* ἐν τῷ αἵματι τοῦ Ἀρνίου. 15 Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ. Καὶ καθήμενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ᾿ αὐτούς. 16 Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι· οὐδ᾿ οὐ§ μὴ πέσῃ ἐπ᾿ αὐτοὺς ἥλιος, οὐδὲ πᾶν καῦμα· 17 ὅτι τὸ Ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει* αὐτοὺς καὶ ὁδηγεῖ αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων. Καὶ ἐξαλείψει Θεὸς πᾶν δάκρυον ἐκ§ τῶν ὀφθαλμῶν αὐτῶν
* 7:1 και rell ¦ — Mh¼ A,C,NU 7:1 τουτο f35 Ma,b,f,g,h,i ℵA,C,CP,RP,HF,OC,NU ¦ ταυτα Ma⅙,d,e,i¼ TR 7:1 παν f35 Md,e,hpt ℵ,CP,OC,NU,TR ¦ τι Ma,b,f,g,hpt,i C,RP,HF ¦ — A § 7:2 αναβαινοντα rell ¦ αναβαντα TR * 7:3 αχρις ου f35 Ma,b,ept,f,g,h,i CP,HF,OC,TR ¦ 1 αν Md ¦ 1 ℵ ¦ αχρι Mept,h¼ A,C,NU ¦ αχρι 2 RP 7:3 μετωπων rell ¦ μετοπων Ma⅕,e⅓,h¼,i⅓ CP 7:4 εκατον και f35 Ma⅖,b,f⅗,g¼,hpt,i⅖ C,CP,RP,HF ¦ 1 Ma⅛,d⅓,ept,f¼,gpt,h⅕,i⅕ ℵA,OC,NU ¦ ρ΄ Ma⅐,d⅔,e⅓,g¼,h⅕,i⅓ TR ¦ — Ma⅓,e⅙,f⅙ § 7:4 τεσσαρακοντα τεσσαρες f35 Mapt,b,d⅓,ept,f,g,h,i⅗ (A)CP,RP,HF,OC ¦ τεσσερακοντα 2 (−2 ℵ) (ℵ)C,NU ¦ μδ΄ Ma⅐,d⅔,e⅓,g¼,h⅕,i⅓ TR ¦ — Ma⅓,e⅙,f⅙ * 7:4 εσφραγισμενοι f35 Md⅓,e,h,ipt ℵA,C,CP,OC,NU,TR ¦ εσφραγισμενων Mapt,b,d⅔,f,g,ipt RP,HF ¦ — Ma⅓,e⅙ (The nominative is presumably correct, the genitive being an assimilation to the same form earlier in the verse.) 7:5 δωδεκα f35⅖ Mapt,b,dpt,e⅔,f,hpt,i⅗ ℵA,C,CP,RP,HF,OC,NU ¦ ιβ΄ f35⅗ Mapt,dpt,e⅓,g,hpt,i⅖ TR 7:5 εσφραγισμενοι f35 Ma⅙,b,d,e,g⅔,h,ipt ℵA,C,CP,OC,NU,TR ¦ εσφραγισμεναι Ma,e⅙,f,g⅓,ipt RP,HF § 7:5 ρουβιμ f35 Mapt,b¼,d,e,gpt,h⅓,ipt RP,HF ¦ ρουβειμ Mb¼,c⅓,fpt ¦ ρουβ(ε)ιν Ma⅙,b⅓,f⅓,h⅓ CP ¦ ρουβην Ma¼,f¼,gpt,h⅓,ipt ℵA,C,OC,NU,TR (Over half of the f35⅓ are from one monastery.) * 7:5 δωδεκα Ma⅓,b,ept,f,hpt,ipt ℵA,C,CP,RP,HF,OC,NU ¦ ιβ΄ f35 Ma⅔,d,ept,g,hpt,ipt TR (A similar statement obtains for all the following tribes.) 7:5 χιλιαδες f35 Ma,b,d,e,f,g,h,i ℵA,C,CP,RP,HF,OC,NU ¦ 1 εσφραγισμενοι Ma⅑,e⅙ TR (This statement obtains for all the remaining tribes except the last, Benjamin, with the further exception that d, e⅓, gpt side with TR for Ruben [only].) 7:6 νεφθαλειμ rell ¦ νεφθαλιμ [22 assorted mss]A,NU ¦ νεφθαλι ℵ ¦ νεφθαλιν C ¦ νεφθαλημ [20 assorted mss] § 7:7 ισαχαρ rell ¦ ισσαχαρ [21 assorted mss]ℵA,OC,NU * 7:8 εσφραγισμενοι f35 Ma⅓,b,d,ept,f¼,g¼,h,i⅗ ℵA,C,CP,OC,NU,TR ¦ εσφραγισμεναι Ma⅔,e⅕,f,g,h¼,i⅖ RP,HF ¦ — Me⅓ 7:9 αριθμησαι f35 Ma,b,d,e⅖,f,g,h⅓,i CP,RP,HF ¦ 1 αυτον Me⅗,g⅕,h⅔,i⅕ ℵA,C,OC,NU,TR 7:9 εδυνατο f35 Ma,f,g,hpt,i⅗ ℵA,C,CP,RP,HF,OC,NU ¦ ηδυνατο Mb,d,e,hpt,i⅖ TR § 7:9 εστωτες f35 Ma⅙,d⅓,e,ipt ℵA,CP,NU,TR ¦ εστωτας Ma,b,d⅔,f,g,hpt,ipt RP,HF,OC ¦ εστωτων Me¼,h⅓ C (The nominative is correct; it agrees with οχλος.) * 7:9 περιβεβλημενοι f35 Md⅔,e,h⅓,ipt CP,TR ¦ περιβεβλημενους Ma,b,d⅓,e¼,f,g,h⅔,ipt ℵA,C,RP,HF,OC,NU (The nominative is correct; it agrees with οχλος.) 7:9 φοινικας f35 Ma,d,f,g⅗,i ℵ,RP,HF ¦ φοινικες Mb,d¼,e,g⅖,h A,C,CP,OC,NU,TR (The accusative is correct, being the direct object of the implicit verb.) 7:10 κραζουσιν rell ¦ κραζοντες TR § 7:10 τω θεω ημων rell ¦ του θεου 3 A ¦ 23 Me2/7 ¦ — TR * 7:10 τω θρονω f35 Ma,b,e⅖,f,gpt,hpt,ipt ℵA,C,RP,HF,NU ¦ του θρονου Mc⅓ OC ¦ του θρονου του θεου ημων Ma¼,d,e2/7,gpt,hpt,ipt CP,TR ¦ του θρονου θεω ημων Me2/7 (The Father is firmly seated, dative. Almost all of the Mc⅓ are among the least faithful members of the family, but they are followed by OC.) 7:11 ειστηκεισαν rell ¦ εστηκεσαν TR ¦ ιστηκεισαν A ¦ εστηκισαν C ¦ ιστηκισαν ℵ ¦ at least 10 further spellings 7:11 επεσον rell ¦ επεσαν Ma¼,e¼,g ℵA,C,OC,NU § 7:11 θρονου f35 Ma⅙,d,e,h,ipt ℵA,C,CP,RP,OC,NU,TR ¦ 1 αυτου Ma,b,f,g,ipt HF (Here is a clear example that a,b,f,g,i share a common influence, vouching for an infelicitous gloss.) * 7:11 τα προσωπα rell ¦ προσωπον Me⅕ TR 7:14 ειπον f35 Ma,b,f,g,hpt,i CP,RP,HF ¦ ειρηκα Md,e,hpt ℵA,OC,NU,TR 7:14 μου rell ¦ — Me⅓ A,TR § 7:14 επλυναν rell ¦ επλατυναν Ma⅔ * 7:14 αυτας f35 Md,e,h,i¼ ℵA,CP,OC,NU ¦ — Ma,b,f,g,i RP,HF ¦ στολας αυτων TR (Another clear example of a common influence for a,b,f,g,i.) 7:15 τω θρονω f35 Ma,e2/7,f,g,ipt CP,RP,HF ¦ του θρονου Ma⅙,b,d,e,h,ipt ℵA,OC,NU,TR (He is still firmly seated, dative.) 7:16 ετι rell ¦ — Mb,e⅔,h,i⅓ § 7:16 ουδ᾿ ου f35 Ma,b,d¼,e⅔,f,g,h⅔,i⅔ CP,RP,HF,OC ¦ ουδε Md,e⅓,h⅓,i⅓ ℵA,NU,TR * 7:17 ποιμαινει f35 Ma,b,f,i⅖ RP,HF,OC ¦ ποιμανει Ma¼,c⅓,d,e,g,h,i⅗ ℵA,CP,NU,TR (The better representatives of f35 have the present tense.) 7:17 οδηγει f35 Ma,b,f,g,i⅖ RP,HF ¦ οδηγησει Mc⅖,d,e,h,i⅗ ℵA,CP,OC,NU,TR (The better representatives of f35 have the present tense.) 7:17 ζωης rell ¦ ζωσας Me⅔,hpt TR § 7:17 εκ rell ¦ απο Md ℵ,TR