12
Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ. ἰδὼν δὲ* ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσανδὲἡμέραι τῶν ἀζύμων), ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦνἐκτενῶςγινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸνπερὶ§αὐτοῦ.
Ὅτε δὲ ἤμελλεν ⸂προαγαγεῖν αὐτὸν* Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. εἶπενδὲ ἄγγελος πρὸς αὐτόν· ⸀Ζῶσαικαὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. καὶ ἐξελθὼνἠκολούθει§ καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ἄγγελος ἀπʼ αὐτοῦ. 11 καὶ Πέτροςἐν ἑαυτῷ γενόμενος* εἶπεν· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλενκύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
12 Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαντῆςΜαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. 13 κρούσαντος δὲαὐτοῦ§τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη, 14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. 15 οἱ δὲ πρὸς αὐτὴν εἶπαν· Μαίνῃ. δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· ἄγγελόςἐστιν αὐτοῦ*. 16  δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν. 17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέντε Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
18 Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα Πέτρος ἐγένετο. 19 Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς ἸουδαίαςεἰςΚαισάρειαν διέτριβεν.
20 Ἦνδὲ§θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. 21 τακτῇ δὲ ἡμέρᾳ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴνκαὶ*καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς· 22  δὲ δῆμος ἐπεφώνει· ⸂Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου. 23 παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθʼ ὧν οὐκ ἔδωκεντὴνδόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
24  δὲ λόγος τοῦθεοῦ§ηὔξανεν καὶ ἐπληθύνετο. 25 Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν, ⸀εἰς*Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, ⸀συμπαραλαβόντεςἸωάννην τὸν ἐπικληθέντα Μᾶρκον.
* 12:3 ἰδὼν δὲ WH Treg NA28 ] Καὶ ἰδὼν RP 12:3 δὲ WH Treg ] + αἱ NA28 RP 12:5 ἐκτενῶς WH Treg NA28 ] ἐκτενὴς RP § 12:5 περὶ WH Treg NA28 ] ὑπὲρ RP * 12:6 προαγαγεῖν αὐτὸν NA28 ] προσαγαγεῖν αὐτὸν WH; προάγειν αὐτὸν Treg; αὐτὸν προάγειν RP 12:8 δὲ WH Treg NA28 ] τε RP 12:8 Ζῶσαι WH Treg NA28 ] Περίζωσαι RP § 12:9 ἠκολούθει WH Treg NA28 ] + αὐτῷ RP * 12:11 ἐν ἑαυτῷ γενόμενος WH Treg NA28 ] γενόμενος ἐν ἑαυτῷ RP 12:11 ὁ WH NA28 ] – Treg RP 12:12 τῆς WH Treg NA28 ] – RP § 12:13 αὐτοῦ WH Treg NA28 ] τοῦ Πέτρου RP * 12:15 ἐστιν αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἐστιν RP 12:17 τε WH Treg NA28 ] δέ RP 12:19 εἰς WH Treg NA28 ] + τὴν RP § 12:20 δὲ WH Treg NA28 ] + ὁ Ἡρῴδης RP * 12:21 καὶ Treg NA28 RP ] – WH 12:22 Θεοῦ φωνὴ WH Treg NA28 ] Φωνὴ θεοῦ RP 12:23 τὴν WH Treg NA28 ] – RP § 12:24 θεοῦ Treg NA28 RP ] κυρίου WH * 12:25 εἰς WH RP NA28 ] ἐξ Treg; ἀπὸ NIV 12:25 συμπαραλαβόντες WH Treg NA28 ] + καὶ RP