13
Ἦσανδὲ*ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι τε Βαρναβᾶς καὶ Συμεὼν καλούμενος Νίγερ, καὶ Λούκιος Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος. λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶνηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶνκαὶ Σαῦλον εἰς τὸ ἔργον προσκέκλημαι αὐτούς. τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
Αὐτοὶμὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦἁγίου πνεύματος§ κατῆλθονεἰς*Σελεύκειαν, ἐκεῖθέντεἀπέπλευσανεἰςΚύπρον, καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. διελθόντες δὲὅλην§τὴν νῆσον ἄχρι Πάφου εὗρονἄνδρα*τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ὄνομα ⸀Βαριησοῦ ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ, καὶ Παῦλος, πλησθεὶς πνεύματοςἁγίουἀτενίσας εἰς αὐτὸν 10 εἶπεν· πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰςὁδοὺς§κυρίου τὰς εὐθείας; 11 καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμαδὲ*ἔπεσενἐπʼ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 τότε ἰδὼν ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱπερὶΠαῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπʼ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαντὴν Πισιδίαν§, καὶεἰσελθόντες*εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. 15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴτίςἐστινἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. 17  θεὸς τοῦ λαοῦ τούτουἸσραὴλ§ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇΑἰγύπτου* καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, 18 καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, 19 καὶκαθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάανκατεκληρονόμησεντὴν γῆν αὐτῶν 20 ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦταἔδωκεν κριτὰς ἕως Σαμουὴλτοῦ προφήτου.§* 21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα· 22 καὶ μεταστήσας αὐτὸν ἤγειρεντὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα, καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 τούτου θεὸς ἀπὸ τοῦ σπέρματος κατʼ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλσωτῆρα Ἰησοῦν, 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίαςπαντὶ τῷ λαῷ§ Ἰσραήλ. 25 ὡς δὲ ἐπλήρουἸωάννης*τὸν δρόμον, ἔλεγεν· ⸂Τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλʼ ἰδοὺ ἔρχεται μετʼ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ⸀ἡμῖν λόγος τῆς σωτηρίας ταύτης ⸀ἐξαπεστάλη§ 27 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, 28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν· 29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. 30  δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινεςνῦν*εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην 33 ὅτι ταύτην θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοιςἡμῶνἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷψαλμῷ γέγραπται τῷ δευτέρῳ· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. 35 διότι§καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· 36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, 37 ὃν δὲ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. 38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητεἐν*νόμῳ Μωϋσέως δικαιωθῆναι 39 ἐν τούτῳ πᾶς πιστεύων δικαιοῦται. 40 βλέπετε οὖν μὴἐπέλθῃτὸ εἰρημένον ἐν τοῖς προφήταις· 41 Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργονἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργον§ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42 Ἐξιόντων δὲαὐτῶν*παρεκάλουνεἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματαταῦτα 43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντεςαὐτοῖς§ἔπειθον αὐτοὺςπροσμένειν*τῇ χάριτι τοῦ θεοῦ.
44 Τῷδὲἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦκυρίου 45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖςὑπὸ§Παύλουλαλουμένοις*βλασφημοῦντες 46 παρρησιασάμενοίτε Παῦλος καὶ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ⸀ἐπειδὴ§ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· 47 οὕτως γὰρ ἐντέταλται ἡμῖν κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 48 ἀκούοντα δὲ τὰ ἔθνηἔχαιρον*καὶ ἐδόξαζον τὸν λόγον τοῦκυρίου καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· 49 διεφέρετο δὲ λόγος τοῦ κυρίου διʼ ὅλης τῆς χώρας. 50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομέναςγυναῖκαςτὰς εὐσχήμονας καὶ§τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλονκαὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶνποδῶν*ἐπʼ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον, 52 οἵτεμαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
* 13:1 δὲ WH Treg NA28 ] + τινες RP 13:2 καὶ WH Treg NA28 ] + τὸν RP 13:4 Αὐτοὶ WH Treg NA28 ] Οὗτοι RP § 13:4 ἁγίου πνεύματος WH Treg NA28 ] πνεύματος τοῦ ἁγίου RP * 13:4 ⸀εἰς WH Treg NA28 ] + τὴν RP 13:4 τε WH Treg NA28 ] δὲ RP 13:4 ⸁εἰς WH Treg NA28 ] + τὴν RP § 13:6 ὅλην WH Treg NA28 ] – RP * 13:6 ἄνδρα WH Treg NA28 ] – RP 13:6 Βαριησοῦ NA28 ] Βαριησοῦς WH Treg RP 13:9 ἁγίου WH Treg NA28 ] + καὶ RP § 13:10 ὁδοὺς Treg RP ] + τοῦ WH NA28 * 13:11 δὲ WH Treg RP ] τε NA28 13:11 ἔπεσεν WH Treg NA28 ] ἐπέπεσεν RP 13:13 περὶ WH Treg NA28 ] + τὸν RP § 13:14 τὴν Πισιδίαν WH Treg NA28 ] τῆς Πισιδίας RP * 13:14 εἰσελθόντες NA28 RP ] ἐλθόντες WH Treg 13:15 τίς WH Treg NA28 ] – RP 13:15 ἐν ὑμῖν λόγος WH Treg NA28 ] λόγος ἐν ὑμῖν RP § 13:17 Ἰσραὴλ WH Treg NA28 ] – RP * 13:17 Αἰγύπτου WH Treg NA28 ] Αἰγύπτῳ RP 13:19 καὶ Treg NA28 RP ] – WH 13:19 κατεκληρονόμησεν WH Treg NA28 ] + αὐτοῖς RP § 13:20 ὡς … πεντήκοντα καὶ μετὰ ταῦτα WH Treg NA28 ] καὶ μετὰ ταῦτα ὡς … πεντήκοντα RP * 13:20 τοῦ NA28 RP ] – WH Treg 13:22 τὸν Δαυὶδ αὐτοῖς WH Treg NA28 ] αὐτοῖς τὸν Δαυὶδ RP 13:23 σωτῆρα Ἰησοῦν WH Treg NA28 ] σωτηρίαν RP § 13:24 παντὶ τῷ λαῷ WH Treg NA28 ] τῷ RP * 13:25 Ἰωάννης WH Treg NA28 ] ὁ Ἰωάννης RP 13:25 Τί ἐμὲ WH Treg NA28 ] Τίνα με RP 13:26 ἡμῖν WH NA28 ] ὑμῖν Treg RP § 13:26 ἐξαπεστάλη WH Treg NA28 ] ἀπεστάλη RP * 13:31 νῦν WH Treg NA28 ] – RP 13:33 ἡμῶν WH Treg ] αὐτῶν ἡμῖν NA28 RP 13:33 ψαλμῷ γέγραπται τῷ δευτέρῳ WH NA28 ] ψαλμῷ τῷ δευτέρῳ γέγραπται RP; πρώτῳ ψαλμῷ γέγραπται Treg § 13:35 διότι WH Treg NA28 ] Διὸ RP * 13:38 ἐν WH Treg NA28 ] + τῷ RP 13:40 ἐπέλθῃ WH Treg NA28 ] + ἐφʼ ὑμᾶς RP 13:41 ἐργάζομαι ἐγὼ WH Treg NA28 ] ἐγὼ ἐργάζομαι RP § 13:41 ἔργον WH Treg NA28 ] – RP * 13:42 αὐτῶν WH Treg NA28 ] αὐτῶν ἐκ τῆς συναγωγῆς NIV; ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων RP 13:42 παρεκάλουν WH Treg NA28 ] + τὰ ἔθνη RP 13:42 ταῦτα WH Treg NA28 ] – RP § 13:43 αὐτοῖς WH Treg NA28 ] – RP * 13:43 προσμένειν WH Treg NA28 ] ἐπιμένειν RP 13:44 δὲ WH Treg NA28 ] τε RP 13:44 κυρίου Treg NA28 ] θεοῦ WH RP § 13:45 ὑπὸ WH Treg NA28 ] + τοῦ RP * 13:45 λαλουμένοις WH Treg NA28 ] λεγομένοις RP 13:45 βλασφημοῦντες WH Treg NA28 ] ἀντιλέγοντες καὶ βλασφημοῦντες RP 13:46 τε WH Treg NA28 ] δὲ RP § 13:46 ἐπειδὴ WH Treg NA28 ] + δὲ RP * 13:48 ἔχαιρον WH Treg NA28 ] ἔχαιρεν RP 13:48 κυρίου Treg NA28 RP ] θεοῦ WH 13:50 γυναῖκας WH Treg NA28 ] + καὶ RP § 13:50 καὶ WH Treg NA28 ] + τὸν RP * 13:51 ποδῶν WH Treg NA28 ] + αὐτῶν RP 13:52 τε WH Treg NA28 ] δὲ RP