15
Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ ⸀περιτμηθῆτε*τῷἔθειτῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. γενομένηςδὲστάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. οἱ μὲν οὖν προπεμφθέντε§ ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήντε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. παραγενόμενοι δὲ εἰςἹεροσόλυμα*⸀παρεδέχθησανἀπὸτῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα θεὸς ἐποίησεν μετʼ αὐτῶν. ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
Συνήχθησάντε§οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. πολλῆς δὲζητήσεως*γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφʼ ἡμερῶν ἀρχαίωνἐν ὑμῖν ἐξελέξατο θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι, καὶ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖςδοὺςτὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν, καὶοὐθὲν§διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10 νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11 ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθʼ ὃν τρόπον κἀκεῖνοι.
12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν διʼ αὐτῶν. 13 μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. 14 Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶνλαὸν*τῷ ὀνόματι αὐτοῦ. 15 καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· 16 Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰκατεσκαμμένααὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, 17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτούς, λέγεικύριοςποιῶνταῦτα§ 18 γνωστὰ ἀπʼαἰῶνος* 19 διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν, 20 ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦἀπέχεσθαιτῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶτοῦπνικτοῦ καὶ τοῦ αἵματος· 21 Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺντῷ§Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸνκαλούμενον*Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, 23 γράψαντες διὰ χειρὸςαὐτῶν Οἱ ἀπόστολοι καὶ οἱπρεσβύτεροιἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. 24 ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶνἐξελθόντες§ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰςὑμῶν*οἷς οὐ διεστειλάμεθα, 25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ⸀ἐκλεξαμένοιςἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ, 26 ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 27 ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28 ἔδοξεν γὰρ τῷπνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴντούτων τῶν ἐπάναγκες§, 29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ ⸀πνικτῶν*καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
30 Οἱ μὲν οὖν ἀπολυθέντεςκατῆλθονεἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· 31 ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32 Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· 33 ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετʼ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ⸂ἀποστείλαντας αὐτούς. 35 Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
36 Μετὰ δέ τινας ἡμέρας εἶπενπρὸς Βαρναβᾶν Παῦλος§· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺςἀδελφοὺς*κατὰπόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. 37 Βαρναβᾶς δὲ ⸀ἐβούλετοσυμπαραλαβεῖνκαὶ§τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον· 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ ⸀συμπαραλαμβάνειν*τοῦτον. 39 ἐγένετοδὲπαροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον, 40 Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦκυρίουὑπὸ τῶν ἀδελφῶν, 41 διήρχετο δὲ τὴν§Συρίαν καὶτὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
* 15:1 περιτμηθῆτε WH Treg NA28 ] περιτέμνησθε RP 15:1 τῷ WH Treg NA28 ] – RP 15:2 δὲ WH Treg NA28 ] οὖν RP § 15:3 τε WH Treg NA28 ] – RP * 15:4 Ἱεροσόλυμα Treg ] Ἱερουσαλὴμ WH NA28 RP 15:4 παρεδέχθησαν WH Treg NA28 ] ἀπεδέχθησαν RP 15:4 ἀπὸ WH Treg NA28 ] ὑπὸ RP § 15:6 τε WH Treg NA28 ] δὲ RP * 15:7 ζητήσεως WH Treg NA28 ] συζητήσεως RP 15:7 ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς ἐν ὑμῖν ἐξελέξατο RP 15:8 δοὺς WH Treg NA28 ] + αὐτοῖς RP § 15:9 οὐθὲν WH Treg NA28 ] οὐδὲν RP * 15:14 λαὸν WH Treg NA28 ] + ἐπὶ RP 15:16 κατεσκαμμένα NA28 RP ] κατεστραμμένα WH Treg 15:17 κύριος WH Treg NA28 ] + ὁ RP § 15:17 ταῦτα WH Treg NA28 ] + πάντα RP * 15:18 αἰῶνος WH Treg NA28 ] + ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ RP 15:20 ἀπέχεσθαι WH Treg NA28 ] + ἀπὸ RP 15:20 τοῦ NA28 RP ] – WH Treg § 15:22 τῷ WH Treg NA28 ] – RP * 15:22 καλούμενον WH Treg NA28 ] ἐπικαλούμενον RP 15:23 αὐτῶν WH Treg NA28 ] + τάδε RP 15:23 πρεσβύτεροι WH Treg NA28 ] + καὶ οἱ RP § 15:24 ἐξελθόντες Treg NA28 RP ] – WH * 15:24 ὑμῶν WH Treg NA28 ] + λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον RP 15:25 ἐκλεξαμένοις WH Treg NA28 ] ἐκλεξαμένους RP 15:28 πνεύματι τῷ ἁγίῳ WH Treg NA28 ] ἁγίῳ πνεύματι RP § 15:28 τούτων τῶν ἐπάναγκες WH Treg NA28 ] τῶν ἐπάναγκες τούτων RP * 15:29 πνικτῶν WH Treg NA28 ] πνικτοῦ RP 15:30 κατῆλθον WH Treg NA28 ] ἦλθον RP 15:33 ἀποστείλαντας αὐτούς WH Treg NA28 ] + ἀποστόλους RP; + 34 ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ TR § 15:36 πρὸς Βαρναβᾶν Παῦλος WH Treg NA28 ] Παῦλος πρὸς Βαρναβᾶν RP * 15:36 ἀδελφοὺς WH Treg NA28 ] + ἡμῶν RP 15:36 πόλιν πᾶσαν WH Treg NA28 ] πᾶσαν πόλιν RP 15:37 ἐβούλετο WH Treg NA28 ] ἐβουλεύσατο RP § 15:37 καὶ WH Treg NA28 ] – RP * 15:38 συμπαραλαμβάνειν WH Treg NA28 ] συμπαραλαβεῖν RP 15:39 δὲ WH Treg NA28 ] οὖν RP 15:40 κυρίου WH Treg NA28 ] θεοῦ RP § 15:41 τὴν WH NA28 ] – Treg RP