16
Κατήντησεν δὲκαὶ*εἰςΔέρβην καὶεἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸςγυναικὸςἸουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος, ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν· τοῦτον ἠθέλησεν Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντεςὅτι Ἕλλην πατὴρ αὐτοῦ§ ὑπῆρχεν. ὡς δὲ διεπορεύοντο τὰς πόλεις, ⸀παρεδίδοσαν*αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλωνκαὶπρεσβυτέρων τῶν ἐνἹεροσολύμοις αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν. Διῆλθον§δὲ τὴν Φρυγίανκαὶ*Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντεςδὲκατὰ τὴν Μυσίαν ἐπείραζονεἰςτὴν Βιθυνίανπορευθῆναι§καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμαἸησοῦ* παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. καὶ ὅραμαδιὰνυκτὸςτῷ Παύλῳ ὤφθη, ἀνὴρΜακεδών τις ἦν§ ἑστὼςκαὶ*παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. 10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖνεἰςΜακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς θεὸςεὐαγγελίσασθαι αὐτούς. 11 Ἀναχθέντεςοὖν§ἀπὸ*Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇδὲἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν, 12 κἀκεῖθεν§εἰς Φιλίππους, ἥτις ἐστὶνπρώτη τῆς μερίδος* Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐνταύτῃτῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆςπύληςπαρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν§ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸτοῦ*Παύλου. 15 ὡς δὲ ἐβαπτίσθη καὶ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μουμένετε καὶ παρεβιάσατο ἡμᾶς. 16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰςτὴνπροσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα§⸀ὑπαντῆσαι*ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη· 17 αὕτη ⸀κατακολουθοῦσατῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσινὑμῖνὁδὸν σωτηρίας. 18 τοῦτο δὲ§ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶςδὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοιἐν*ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. 19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. 22 καὶ συνεπέστη ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, 23 πολλάςτεἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24 ὃς παραγγελίαν τοιαύτηνλαβὼνἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδαςἠσφαλίσατο αὐτῶν§ εἰς τὸ ξύλον. 25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· 26 ἄφνω δὲ*σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησανδὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27 ἔξυπνος δὲ γενόμενος δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενοςτὴνμάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 28 ἐφώνησεν δὲφωνῇ μεγάλῃ Παῦλος λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε. 29 αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ§Παύλῳ καὶτῷ Σιλᾷ, 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31 οἱ δὲ εἶπαν· Πίστευσον ἐπὶ τὸν κύριονἸησοῦν* καὶ σωθήσῃ σὺ καὶ οἶκός σου. 32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦκυρίουσὺνπᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦπάντες§παραχρῆμα, 34 ἀναγαγών τε αὐτοὺς εἰς τὸνοἶκον*παρέθηκεν τράπεζαν καὶἠγαλλιάσατοπανοικεὶ πεπιστευκὼς τῷ θεῷ. 35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. 36 ἀπήγγειλεν δὲ δεσμοφύλαξ τοὺς λόγουςτούτουςπρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. 37  δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς§δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶἡμᾶς ἐξαγαγέτωσαν. 38 ἀπήγγειλαν*δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, 39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτωνἀπελθεῖν ἀπὸ τῆς πόλεως. 40 ἐξελθόντες δὲἀπὸ§τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντεςπαρεκάλεσαν τοὺς ἀδελφοὺς* καὶ ἐξῆλθαν.
* 16:1 καὶ WH Treg NA28 ] – RP 16:1 εἰς WH Treg NA28 ] – RP 16:1 γυναικὸς WH Treg NA28 ] + τινος RP § 16:3 ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ WH Treg NA28 ] τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην RP * 16:4 παρεδίδοσαν WH Treg NA28 ] παρεδίδουν RP 16:4 καὶ WH Treg NA28 ] + τῶν RP 16:4 Ἱεροσολύμοις WH Treg NA28 ] Ἱερουσαλήμ RP § 16:6 Διῆλθον WH Treg NA28 ] Διελθόντες RP * 16:6 καὶ WH Treg NA28 ] + τὴν RP 16:7 δὲ WH Treg NA28 ] – RP 16:7 εἰς WH Treg NA28 ] κατὰ RP § 16:7 πορευθῆναι WH Treg NA28 ] πορεύεσθαι RP * 16:7 Ἰησοῦ WH Treg NA28 ] – RP 16:9 διὰ WH Treg ] + τῆς NA28 RP 16:9 τῷ Παύλῳ ὤφθη WH Treg NA28 ] ὤφθη τῷ Παύλῳ RP § 16:9 Μακεδών τις ἦν WH Treg NA28 ] τις ἦν Μακεδών RP * 16:9 καὶ WH Treg NA28 ] – RP 16:10 εἰς WH Treg NA28 ] + τὴν RP 16:10 θεὸς WH Treg NA28 ] κύριος RP § 16:11 οὖν WH Treg RP ] δὲ NA28 * 16:11 ἀπὸ WH Treg NA28 ] + τῆς RP 16:11 δὲ WH Treg NA28 ] τε RP 16:11 Νέαν Πόλιν WH Treg NA28 ] Νεάπολιν RP § 16:12 κἀκεῖθεν WH Treg NA28 ] ἐκεῖθέν τε RP * 16:12 πρώτη τῆς μερίδος WH Treg NIV ] πρώτη τῆς μερίδος τῆς RP; πρώτης μερίδος τῆς em NA28 16:12 ταύτῃ WH Treg NA28 ] αὐτῇ RP 16:13 πύλης WH Treg NA28 ] πόλεως RP § 16:13 ἐνομίζομεν προσευχὴν WH Treg NA28 ] ἐνομίζετο προσευχὴ RP * 16:14 τοῦ NA28 RP ] – WH Treg 16:15 μένετε WH Treg NA28 ] μείνατε RP 16:16 τὴν WH Treg NA28 ] – RP § 16:16 πύθωνα WH Treg NA28 ] Πύθωνος RP * 16:16 ὑπαντῆσαι WH Treg NA28 ] ἀπαντῆσαι RP 16:17 κατακολουθοῦσα WH Treg NA28 ] κατακολουθήσασα RP 16:17 ὑμῖν WH Treg NA28 ] ἡμῖν RP § 16:18 δὲ WH Treg NA28 ] + ὁ RP * 16:18 ἐν WH Treg NA28 ] + τῷ RP 16:23 τε Treg NA28 RP ] δὲ WH 16:24 λαβὼν WH Treg NA28 ] εἰληφώς RP § 16:24 ἠσφαλίσατο αὐτῶν WH Treg NA28 ] αὐτῶν ἠσφαλίσατο RP * 16:26 δὲ WH Treg NA28 ] τε RP 16:27 τὴν WH Treg NA28 ] – RP 16:28 φωνῇ μεγάλῃ ὁ Παῦλος RP ] φωνῇ μεγάλῃ Παῦλος Treg; μεγάλῃ φωνῇ ὁ Παῦλος NA28; Παῦλος μεγάλῃ φωνῇ WH § 16:29 τῷ NA28 RP ] – WH Treg * 16:31 Ἰησοῦν WH Treg NA28 ] + χριστόν RP 16:32 κυρίου Treg NA28 RP ] θεοῦ WH 16:32 σὺν WH Treg NA28 ] καὶ RP § 16:33 πάντες Treg NA28 RP ] ἅπαντες WH * 16:34 οἶκον WH NA28 ] + αὐτοῦ Treg RP 16:34 ἠγαλλιάσατο WH Treg NA28 ] ἠγαλλίατο RP 16:36 τούτους RP NA28 ] – WH Treg § 16:37 ἡμᾶς WH Treg NA28 ] – RP * 16:38 ἀπήγγειλαν WH Treg NA28 ] Ἀνήγγειλαν RP 16:38 ἐφοβήθησαν δὲ WH Treg NA28 ] καὶ ἐφοβήθησαν RP 16:39 ἀπελθεῖν ἀπὸ WH Treg NA28 ] ἐξελθεῖν RP § 16:40 ἀπὸ WH NA28 ] ἐκ Treg RP * 16:40 παρεκάλεσαν τοὺς ἀδελφοὺς WH Treg NA28 ] τοὺς ἀδελφούς παρεκάλεσαν αὐτούς RP